← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§199.9-200.31

依自然、合乎自然与反自然之物的辨析

斐洛波诺斯针对元素运动与静止的难难进一步给出了解决方案,依据亚里士多德梳理了“具有自然之物”、“合乎自然”与“依自然”的概念区分,随后探讨“反自然之物”是否可被称为“依自然”,并阐述了否定此说的自身立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#4

κἂν μὴ συγχωρήσῃ δέ τις τῆς ἀλλοιωτικῆς τῶν στοιχείων κινήσεως ἐν αὐτοῖς εἶναι τὴν αἰτίαν, τῆς γοῦν τοπικῆς ἐν αὐτοῖς προφανῶς ἐστι τὸ αἴτιον· οὐ γὰρ πασῶν τῶν ἐν ἑκάστῳ κινήσεων ἡ φύσις αἰτία. δυνατὸν δὲ τοῦ ὁρισμοῦ καὶ οὕτως ἀκούειν, ὅτι ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, οὐ πάντως ὅτι ἐν ᾧ ἐστιν ἀρχὴ κινήσεως, ἐν τούτῳ ἐστὶ καὶ ἠρεμίας ἢ ἔμπαλιν, ἀλλ’ ὅτι καὶ τῆς κινήσεως καὶ τῆς ἠρεμίας τῆς ἐν τοῖς φυσικοῖς ἡ φύσις ἐστὶν αἰτία, εἴτε ἄμφω ἐστὶν ἐν τῷ αὐτῷ εἴτε θάτερον.1 καὶ ἄλλως λέγομεν καὶ ταῖς ὁλότησι τῶν στοιχείων κατὰ τὰ μέρη τὴν φύσιν ἀρχὴν εἶναι κινήσεως καὶ ἠρεμίας· πάντα γὰρ τὰ μέρη τῶν στοιχείων πέφυκε κινεῖσθαι καὶ ἠρεμεῖν, ὥσπερ καὶ τὸν οὐρανόν φαμεν ὅλον κατὰ τὰ μέρη κινεῖσθαι. τινὲς δέ φασι τὴν τῶν γενητῶν καὶ φθαρτῶν φύσιν ὁρίσασθαι τὸν φιλόσοφον, οὐ πᾶσαν ἁπλῶς φύσιν, ὅπερ οὐκ εὔλογον ἔμοιγε φαίνεται· περὶ τῶν κοινῶς γὰρ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων ἐστὶ τὸ προκείμενον βιβλίον. Τί μὲν οὖν ἐστι φύσις, εἴρηται. φύσιν δὲ ἔχον ἐστί, φησίν, ὅσα τὴν τοιαύτην ἀρχὴν ἐν ἑαυτοῖς ἔχει, τουτέστιν ἀρχὴν κινήσεως καὶ ἠρεμίας· ταῦτα δέ ἐστι, φησίν, οὐσίαι, καὶ δηλονότι αἱ σωματικαὶ καὶ ἔνυλοι. καὶ κατασκευάζει αὐτὸ τοῦτον τὸν τρόπον· τὰ ἔχοντα φύσιν ὑπόκειται τῇ φύσει (ἡ γὰρ φύσις ἐν ὑποκειμένῳ ἐστί), τὰ ὑποκείμενα συμβεβηκότα εἶναι οὐ δύνανται (οὐδὲν γὰρ τῶν συμβεβηκότων ὑποκείμενον), τὰ δὲ μὴ ὄντα συμβεβηκότα οὐσίαι εἰσίν, ὥστε τὰ ἔχοντα φύσιν οὐσίαι εἰσί. κατὰ φύσιν δέ ἐστι, φησί, τό τε ἔχον φύσιν· λέγομεν γὰρ ὅτι τὸ πῦρ κατὰ φύσιν ἐστὶν οὐ κατὰ τέχνην, ὁμοίως καὶ ἄνθρωπον καὶ ἵππον καὶ πάντα τὰ φυσικά· λέγονται δέ, φησί, κατὰ φύσιν καὶ αἱ καθ’ αὑτὸ φυσικαὶ καὶ τελειωτικαὶ τῶν φύσιν ἐχόντων ἐνέργειαι, οἷον τῷ πυρὶ ἡ ἐπὶ τὸ ἄνω φορὰ καὶ τῇ γῇ ἡ ἐπὶ τὸ κάτω. ταῦτα γάρ, φησίν, οὔτε φύσις ἐστίν, οὔτε φύσιν ἔχει· φύσις μὲν γὰρ οὐκ ἔστι, διότι ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ταῦτα δὲ κινήσεις μέν εἰσι κινήσεως δ’ αἴτια οὐκ εἰσίν· ἀλλ’ οὐδὲ φύσιν ἔχει, εἴ γε τὰ μὲν ἔχοντα φύσιν ὑποκείμενά εἰσι, ταῦτα δὲ ἐν ὑποκειμένῳ ἐστὶ καὶ οὐχ ὑποκείμενα· ὥστε ἐπὶ πλέον τοῦ ἔχοντος φύσιν τὸ κατὰ φύσιν.2 τὸ δὲ φύσει λέγεται, φησί, καὶ ἐπὶ τοῦ κατὰ φύσιν, λέγεται δὲ καὶ ἐπὶ τοῦ ἔχοντος φύσιν· ἀρχόμενος γοῦν φησιν, ὅτι φύσει δὲ λέγομεν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτω, ταύτῃ δὲ εἰς ταὐτὸν ἄξει τὸ φύσει τῷ κατὰ φύσιν, εἴ γε ἀμφότερα ἐπὶ τῶν αὐτῶν λέγεται. ἔστι δὲ ἀκριβέστερον εἰπεῖν, ὅτι τὸ μὲν κατὰ φύσιν ἐπὶ μόνων τῶν τελειωτικῶν ἐνεργειῶν λέγεται, τὸ δὲ φύσει καὶ ἐπὶ τῶν τελειωτικῶν, τῶν ἀπὸ φύσεώς φημι, ἐνεργειῶν, ἐν αἷς τὸ κατὰ φύσιν, καὶ ἐπὶ τῶν οὐσιῶν, καὶ ἁπλῶς τῶν ἐχόντων φύσιν καὶ ἀπὸ φύσεως καὶ μὴ ἔξωθεν γινομένων, κἂν παρὰ τὸν σκοπὸν τῆς φύσεως γίνεται· ὡς καὶ φυσικὸν λέγομεν θάνατον καὶ νοσῶδες φύσει σῶμα καὶ τὸ γῆρας πάλιν φυσικὸν λέγομεν καὶ φύσει, ἅπερ οὐ κατὰ σκοπὸν τῆς φύσεως γίνεται, ἀλλὰ δι’ ἀσθένειαν τῶν σωμάτων καὶ παρὰ φύσιν. Ζητοῦσιν δὲ περὶ τοῦ παρὰ φύσιν καθόλου, οἷον ἐπὶ τῶν τεράτων καὶ ἐπὶ τῶν φερομένων ἐκ τοῦ παντὸς κούφων σωμάτων παρὰ φύσιν ἐπὶ τὸ κάτω, πότερον φύσει αὐτὰ καλεῖν δεῖ ἢ οὔ, καὶ εἰ μὴ φύσει εἰσὶ τὰ παρὰ φύσιν, πότερον τέχνῃ ἐστὶν ἢ αὐτομάτῳ ἢ λογισμῷ ἢ νῷ ἢ τινι ἁπλῶς ἄλλῳ παρὰ τὴν φύσιν. καὶ οἱ πολλοὶ μὲν καὶ κλεινοὶ τῶν ἐξηγητῶν τοῦ φιλοσόφου φασὶ καὶ τὰ παρὰ φύσιν φύσει εἶναι· οὐ γὰρ δὴ τὰ τέρατα τέχνη ποιεῖ ἢ λογισμὸς ἢ νοῦς· μόνῃ ἄρα φύσει καὶ ταῦτα γίνεται. φαμὲν οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι ἐπειδὴ ἡ φύσις τέλος ἔχει τὸ ἀγαθὸν καὶ πρὸς τοῦτο ἀφορᾷ, διὸ καὶ ὡρισμένα ἔχει τὰ ἔργα (ἀεὶ γὰρ δύο ὀφθαλμοὺς θέλει ποιῆσαι τῷ ἀνθρώπῳ καὶ χεῖρας δύο καὶ τῶν ἄλλων ἕκαστον, ὡς ἔχει), τὰ δὲ παρὰ φύσιν ἀόριστά ἐστιν, οὐκ ἂν εἶεν φύσει τὰ παρὰ φύσιν, εἴ γε τὰ μὲν φύσει ὡρισμένα ἐστί, τὰ δὲ παρὰ φύσιν ἀόριστα.3

即使有人不承认诸元素质变运动的原因在它们自身之中,至少其位置运动的原因显然是在它们自身之中的;因为自然并非各物中一切运动的原因。也可以这样来理解这一定义:自然是运动与静止的本原,并非指在它作为运动本原的所在之中,完全必然地在其中也是静止的本原,反之亦然,而是指自然既是自然事物中运动的原因,也是其中静止的原因,无论二者是在同一个事物中,还是其中之一在其中。另外,我们还说,就诸元素的整体而言,自然也是就其部分而言的运动与静止的本原;因为诸元素的一切部分生来就适于运动和静止,正如我们也说整个天体是就其部分而言运动的一样。但有人说,这位哲学家所定义的是生成和可灭之物的自然,而非单纯的一切自然,这在我看来似乎是不合情理的;因为摆在我们面前的这部著作是关于普遍伴随一切自然事物之属性的。 那么,自然是什么,已经说过了。而“具有自然之物”,他说,就是凡在自身内部具有这种本原(即运动与静止的本原)的那些事物;并且他说,这些就是实体,显而易见是有形体的且居于质料之中的实体。他用这种方式来论证这一点:具有自然之物对于自然而言是基底(因为自然是在基底之中的),作为基底之物不可能是偶性(因为偶性中没有任何一个是基底),而非偶性之物就是实体,因此具有自然之物乃是实体。他说,“合乎自然的”,既包括具有自然之物——因为我们说火是合乎自然的而不是合乎技术的,同样人、马以及一切自然事物也是如此;并且他说,具有自然之物的那些按自身的、自然的且成全性的活动,也被称为“合乎自然的”,例如对火而言是向上的位移,对土而言是向下的位移。因为他说,这些既不是自然,也不具有自然;之所以不是自然,是因为自然是运动与静止的本原,而这些是运动,却不是运动的原因;但它们也不具有自然,因为具有自然之物是基底,而这些是在基底之中而非基底;因此“合乎自然的”比“具有自然之物”外延更广。他说,“依自然”既用于“合乎自然之物”,也用于“具有自然之物”;至少他在开篇便说,我们称动物及其各部分为“依自然的”。亚里士多德便是这样说的,并且在这一方面,如果二者用于相同的事物,他就会把“依自然”归结为与“合乎自然”同一。但更精确的说法是,“合乎自然”仅用于成全性的活动,而“依自然”则既用于成全性的活动(我指来自自然的、其中具有“合乎自然”的那些活动),也用于实体,并单纯地用于具有自然、来自自然而非来自外部形成的事物,即使它们违背自然的目标而形成;正如我们也说自然死、依自然多病的身体,又将衰老称为自然的和依自然的,这些并非依照自然的目标而形成,而是由于身体的软弱,且是反自然的。 人们还在普遍层面上探讨反自然之物,例如在畸形怪相上,以及在违背自然而从整个宇宙向下运动的轻质物体上,究竟应当称它们为“依自然”还是不应当,以及如果反自然之物不是“依自然”的,它们究竟是依技术、依偶发、依推论、依理智,还是单纯依自然之外的某种别的东西。这位哲学家的绝大多数著名注疏家都说,连反自然之物也是“依自然”的;因为技术、推论或理智绝不可能造出畸形;因此这些也纯粹是依自然而形成的。对此我们回答说:既然自然以善为目的并着眼于善,因而它的作品是确定的(因为它总是意图为人类造出两只眼睛、两只手,以及各按其状造出其余各个部分),而反自然之物是不确定的,那么,如果依自然之物是确定的,反自然之物是不确定的,反自然之物就不可能是依自然的。

语法注3 条
  1. 2.1δυνατὸν δὲ τοῦ ὁρισμοῦ καὶ οὕτως ἀκούειν, ὅτι ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, οὐ πάντως ὅτι ἐν ᾧ ἐστιν ἀρχὴ κινήσεως, ἐν τούτῳ ἐστὶ καὶ ἠρεμίας ἢ ἔμπαλιν, ἀλλ’ ὅτι καὶ τῆς κινήσεως καὶ τῆς ἠρεμίας τῆς ἐν τοῖς φυσικοῖς ἡ φύσις ἐστὶν αἰτία, εἴτε ἄμφω ἐστὶν ἐν τῷ αὐτῷ εἴτε θάτερον.

    动词 ἀκούειν 支配属格 τοῦ ὁρισμοῦ,意为“将该定义理解/阐释为”。随后的 ὅτι 从句表达了这一阐释的具体内容,构成了“并非必定指在它作为运动本原的所在之中也是静止的本原,反之亦然”(οὐ πάντως ὅτι...),“而是指自然既是自然事物中运动的原因也是静止的原因”(ἀλλ' ὅτι...)的对比结构。

  2. 2.1ὥστε ἐπὶ πλέον τοῦ ἔχοντος φύσιν τὸ κατὰ φύσιν.

    表语短语 ἐπὶ πλέον(外延更广/涵盖更多)带比较属格 τοῦ ἔχοντος φύσιν,主语为 τὸ κατὰ φύσιν,系动词 ἐστί 被省略。这表达了逻辑上的外延关系:因为“具有自然之物”仅指实体,而“合乎自然的”不仅指实体还包括其实体的成全性活动(运动),因而其外延更广。

  3. 2.1οὐκ ἂν εἶεν φύσει τὰ παρὰ φύσιν, εἴ γε τὰ μὲν φύσει ὡρισμένα ἐστί, τὰ δὲ παρὰ φύσιν ἀόριστα.

    主句 οὐκ ἂν εἶεν φύσει τὰ παρὰ φύσιν 采用带 ἄν 的希求法表达推论结论(“反自然之物就不可能是依自然的”),条件从句 εἴ γε ...(“既然/如果确实……”)则给出前提依据:依自然之物是确定的,而反自然之物是不确定的。这是承接前句 ἐπειδὴ ... 的论证结语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:199.9-200.31