- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:19.10-20.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏《物理学》184a22–184a26的论题,阐明在感觉中整体先于部分与在理性中普遍者先于特殊者之间的类比与差异,并探讨名称如何作为混淆的整体相对于其定义而成立。
" Ὕστερον δὲ ἐκ τούτων γίνεται γνώριμα τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ διαιροῦσι ταῦτα.1" Τὰ γὰρ κοινότερα καὶ συγκεχυμένα διαιροῦντες καταντῶμεν εἰς τὰ ἰδικώτερά τε καὶ διηρθρωμένα. τὸ γὰρ ὅλον κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστι· πολλὰ γὰρ περιλαμβάνει ὡς μέρη. ὥσπερ γὰρ ἐν τοῖς αἰσθητοῖς, εἰ προσίοι τι ζῷον, θᾶττον ἡ ὄψις ὅλου τοῦ σώματος ἀντιλαμβάνεται ἢ κεφαλῆς τε καὶ χειρός (ὅθεν τάχιον ἄν εἴποι ὅτι ζῷον τὸ προσιὸν ἢ ὅτι ἄνθρωπος), οὕτως ἐν τοῖς ὑπὸ λόγου θεωρουμένοις τὰ καθόλου τε καὶ κοινὰ σαφέστερα ἡμῖν ἐστι τῶν προσεχῶν τε καὶ κοινῶν. καὶ γὰρ ἔχει τινὰ ἀναλογίαν τὸ καθόλου πρὸς τὸ ὅλον· ὅνπερ γὰρ τρόπον τὸ ὅλον περιεκτικὸν τῶν οἰκείων ὑπάρχει μερῶν, τὸν αὐτὸν τρόπον καὶ τὸ καθόλου περιεκτικόν ἐστι τῶν μερικῶν. διενηνόχασι δὲ ἀλλήλων ὅτι τὸ μὲν καθόλου μεταδίδωσι τοῦ οἰκείου ὀνόματος τοῖς ὑφ’ ἑαυτὸ τεταγμένοις, τὸ μέντοι ὅλον οὐ πάντως· οὐ γὰρ ὁ δάκτυλος χεὶρ καλεῖται, οὐδὲ ὁ ὄνυξ δάκτυλος. ἐπεὶ οὖν ὡς τὸ ὅλον τῇ αἰσθήσει γνωριμώτερον οὕτω τὸ καθόλου τῷ λόγῳ, ἐκ τῶν δὲ σαφεστέρων ἄρχεσθαι δεῖ καὶ γνωριμωτέρων, ἐκ τούτων κἀνταῦθα τῆς διδασκαλίας ἀρκτέον. οὕτω γοῦν οἱ ῥήτορες ποιοῦσι περὶ τῶν κοινῶν κεφαλαίων πρῶτον, εἶθ’ οὕτως περὶ τῶν ἰδίων εἴδους ἑκάστου διδάσκοντες. οὕτω καὶ αὐτὸς ἐν τοῖς Ἀναλυτικοῖς τὸν περὶ τοῦ ἁπλῶς συλλογισμοῦ προτάττει λόγον τοῦ διαλεκτικοῦ καὶ ἀποδεικτικοῦ καὶ σοφιστικοῦ· ῥᾷον γὰρ ἀπὸ τῶν κοινῶν τὰ ἴδια κατοπτεύομεν.
“然而随后,从这些事物出发,要素和本原对分割它们的人变得可知。” 因为通过分割更共通且混淆的事物,我们到达了更特异且已分节的事物。因为整体对感觉而言是更为可知的,而普遍者是某种整体;因为它包含许多事物作为部分。正如在可感觉事物中,如果某个动物走近,视觉把握整个身体比把握头和手更快(由此,人们说走近的是动物会比说是人更快),同样在由理性所考察的事物中,普遍且共通的事物对我们而言,也比邻近的[特异的]以及共通的事物更为清楚。因为确实普遍者对于整体具有某种类比;因为整体以何种方式包容自身固有的部分,普遍者也以相同的方式包容特殊的事物。但它们彼此不同的是:普遍者将自身的固有名词赋予从属于它的事物,然而整体却决非总是如此;因为手指不被称为手,指甲也不被称为手指。那么,既然正如整体对感觉更为可知那样,普遍者对理性也更为可知,而又应当从更清楚且更可知的事物出发,那么在这里也必须从这些事物开始教学。无论如何,修辞学家们正是这样做的,先教授共通的主题,然后才这样教授各个种所特异的事项。他本人在《分析篇》中也是如此,把论简单三段论的说明置于辩证的、论证的与诡辩的三段论之前;因为从共通之物更容易观察特异之物。
"Πέπονθε δὲ ταὐτὸ τοῦτο τρόπον τινὰ καὶ τὰ ὀνόματα πρὸς τὸν λόγον· ὅλον γάρ τι ἀδιορίστως σημαίνει." Τὸ μὲν γὰρ ὄνομα ὁλοσχερῶς καὶ συγκεχυμένως τὴν οὐσίαν σημαίνει τοῦ πράγματος, οἷον τὸ ἄνθρωπος τὸ ζῷον τὸ κύκλος· ὁ μέντοι λόγος, τουτέστιν ὁ ὁρισμός, ἀνειλιγμένως ἕκαστον τῶν ὑπαρχόντων τῷ πράγματι σημαίνει, καὶ οἷον διαιρεῖ αὐτὸ εἰς τὰ οἰκεῖα μέρη. ὅταν γὰρ εἴπω ‘ἄνθρωπος’, ὁλικήν τινα καὶ συγκεχυμένην εἴρηκα φωνὴν πολλὰ ἐν αὑτῇ περιλαμβάνουσαν πράγματα, ὁ μέντοι ὁρισμὸς ἐοικὼς τῇ εἰς τὰ μόρια διαιρέσει·2 ζῷον γάρ, φησί, λογικὸν θνητὸν τὴν ὑποκειμένην ἡμῖν οὐσίαν ἀσυγχύτως ἐσήμανε. καλῶς δὲ τὸ τρόπον τινὰ προσέθηκε, διότι οὐχ ὥσπερ τὸ ὅλον αὐτὸ διαιρεῖται εἰς τὰ μέρη, οὕτω δὴ καὶ τὸ ὄνομά ἐστι τὸ ὑπὸ τοῦ ὁρισμοῦ διαιρούμενον, ἀλλὰ τὸ ὑπὸ τοῦ ὀνόματος σημαινόμενον διαιρεῖ ὁ ὁρισμός, καὶ οὐχ οἷόν περ τρόπον τὸ καθ’ ἕκαστα μέρος τυγχάνει τοῦ καθόλου, τὸν αὐτὸν τρόπον καὶ ἕκαστον τῶν δηλουμένων ὑπὸ τοῦ ὁρισμοῦ μέρος τυγχάνει τοῦ ὀνόματος. οὐ γὰρ ἡ ἂν μὲν εἰ τύχοι συλλαβὴ τοῦ ἀνθρώπου3 δηλοῖ τὸ ζῷον, ἄλλη δὲ τὸ λογικόν, εἰ μὴ ἄρα κατὰ τὸ σημαινόμενον· τοῦ γὰρ σημαινομένου ὑπὸ τοῦ ὀνόματος μέρη ἐστὶ τὰ μέρη τοῦ ὁρισμοῦ, νῦν δὲ περὶ τῆς φωνῆς αὐτῆς ὁ λόγος, τοῦ μέντοι καθόλου, οἷον τοῦ ζῴου, τὰ καθ’ ἕκαστον ζῷα μέρη ἐστίν.
“名称相对于解释公式也以某种方式遭受了完全相同的这回事;因为名称不加界定地指示某种整体。” 因为名称以概括且混淆的方式指示事物的本质,例如“人”、“动物”、“圆”;然而说明,也就是定义,以展开的方式指示归属于该事物的每一项,并且可以说将它分割为自身固有的部分。因为当我说了“人”,我便说出了一个包含了许多事物于其自身的整体性且混淆的声音,而定义则类似于向诸部分的分割;因为他说,“有理性的会死的动物”毫不混淆地指示了作为我们基底的本质。而他恰当地加上了“以某种方式”,因为并不像整体自身被分割为部分那样名称也被定义所分割,而是定义分割被名称所指示的事物,并且定义所标明的事物的每一项,也并不是像个别事物作为普遍者的部分那样同样地成为名称的部分。因为比如说,并非“人”中的“an”这一音节标明动物,而另一个音节标明有理性,除非是按照所指示的事物而言;因为定义的诸部分乃是被名称所指示之物的部分——而现在的讨论是关于语音自身的——然而对于普遍者(例如动物),各个个别的动物则是其部分。
- 1.5διαιροῦσι ταῦτα
分词 διαιροῦσι 为现在时主动阳性与格复数,在此作关系与格或判断与格,表示动作的承担者(“对于分割[它们]的人[而言]”)。它修饰前面的 γίνεται γνώριμα,意为对于那些将这些整体进行分析与分割的人而言,本原和要素变得可知。
- 1.6ὁ μέντοι ὁρισμὸς ἐοικὼς τῇ εἰς τὰ μόρια διαιρέσει
该分句以 ὁ μέντοι ὁρισμός 为主语,完成时分词 ἐοικώς 作表语(省略系动词 ἐστίν)。它与前文 ὅταν γὰρ εἴπω ... εἴρηκα φωνήν 形成语义对立,表明“定义则类似于向诸部分的分割”。
- 1.6οὐ γὰρ ἡ ἂν μὲν εἰ τύχοι συλλαβὴ τοῦ ἀνθρώπου
在短语 ἡ ἂν ... συλλαβή 中,ἂν 并非语气小词,而是名词 ἄνθρωπος(人)的首个音节“an-”的直接引用。阴性冠词 ἡ 修饰 συλλαβή,其间插入了该音节名称 ἂν 以及插入短语 εἰ τύχοι(“假定/比如”)。
