← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§1.3-2.13

理论哲学中的自然学地位与著作结构

斐洛波诺斯论述了自然哲学在理论哲学中的地位与重要性,并概述了亚里士多德的自然学著作群是如何与物理事物所具属性的系统划分相对应地构建起来的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Δύο μερῶν ὄντων τῆς φιλοσοφίας κατὰ Ἀριστοτέλην, τοῦ τε θεωρητικοῦ καὶ πρακτικοῦ, πρὸς τὸ θεωρητικὸν μάλιστα τὴν πᾶσαν σπουδὴν κατεβάλετο Ἀριστοτέλης· τούτῳ γὰρ τὴν τῶν ὄντων φύσιν ᾗ ὄντα γινώσκομεν. τοῦ δὲ θεωρητικοῦ εἰς τρία μέρη διῃρημένου, τὸ φυσιολογικὸν τὸ θεολογικὸν καὶ τὸ μαθηματικόν, περὶ τὸ φυσιολογικὸν μάλιστα κατεγένετο ὡς σύστοιχον μᾶλλον τῇ φύσει τῇ ἡμετέρᾳ, καὶ ὅτι τὸ μὲν θεολογικὸν καὶ μαθηματικὸν παρὰ πολλοῖς ἦν καὶ πρὸ Ἀριστοτέλους ἐξειργασμένα,1 τὸ δὲ φυσιολογικὸν οὐχ οὕτως. ὅθεν καὶ πλείστας ὁ Ἀριστοτέλης φυσικὰς πραγματείας συνέγραψε, καὶ συνδιεῖλε τοῖς φυσικοῖς πᾶσιν ὡς εἰπεῖν πράγμασιν τὸ τῶν ἑαυτοῦ συγγραμμάτων πλῆθος.2 ἵνα δὲ τοῦτο δείξωμεν, εὔλογον ἂν εἴη τῶν παρακολουθούντων τοῖς φυσικοῖς πράγμασιν αἵρεσιν ποιήσασθαι·3 μαθησόμεθα γὰρ οὕτως ὅτι καὶ αἱ τοῦ Ἀριστοτέλους πραγματεῖαι ἀκολούθως τοῖς φυσικοῖς συνδιῃρέθησαν πράγμασι. Τὰ μὲν κοινῶς ἅπασι παρακολουθεῖ, τὰ δὲ ἰδίᾳ τισί· καὶ τῶν ἰδίᾳ τισὶ παρακολουθούντων τὰ μὲν τοῖς ἀϊδίοις ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἐν γενέσει καὶ φθορᾷ· καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ὑπαρχόντων τὰ μὲν τοῖς ὑπὲρ τὴν γῆν ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἐν τῇ γῇ· καὶ τῶν τοῖς ἐν τῇ γῇ ὑπαρχόντων τὰ μὲν ἰδίᾳ τοῖς ἀψύχοις ὑπάρχει, τὰ δὲ τοῖς ἐμψύχοις· καὶ τῶν τοῖς ἐμψύχοις ὑπαρχόντων τὰ μὲν τοῖς αἰσθητοῖς ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἀναισθήτοις. γέγραπται οὖν αὐτῷ περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς ὑπαρχόντων, ἥτις ἐστὶν ἡ προκειμένη πραγματεία, καὶ περὶ τῶν ἰδίᾳ τοῖς ἀϊδίοις ὑπαρχόντων ἐν τοῖς Περὶ οὐρανοῦ, καὶ περὶ τῶν κοινῇ πᾶσι τοῖς ἐν γενέσει καὶ φθορᾷ παρακολουθούντων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ἐν δὲ τοῖς Μετεώροις περὶ τῶν ἰδίᾳ τούτοις ὑπαρχόντων γέγραπται αὐτῷ καὶ Περὶ μετάλλων (τοιοῦτο δέ ἐστι καὶ ὁ τῶν Μετεώρων τέταρτος), ἐν οἷς περὶ τῶν τοῖς ἀψύχοις παρεπομένων ἐδίδαξεν. αἱ δὲ περὶ ζῴων καὶ φυτῶν πᾶσαι πραγματεῖαι αἱ μέν εἰσι περὶ τῶν ὡς ἐμψύχοις καὶ ἀναισθήτοις παρακολουθούντων, ὡς αἱ περὶ φυτῶν, αἱ δὲ περὶ τῶν ὡς ἐμψύχοις καὶ αἰσθητικοῖς, ὡς αἱ περὶ τῶν ζῴων πᾶσαι πραγματεῖαι καὶ ἱστορίαι. τούτοις δὲ αὐτοῖς τοῖς ζῴοις τὰ μὲν ὡς ὅλοις παρακολουθεῖ, τὰ δὲ τοῖς μέρεσιν αὐτῶν. περὶ μὲν οὖν τῶν ὡς ὅλοις ζῴοις παρακολουθούντων ἐν τῇ Περὶ ζῴων διείλεκται, περὶ δὲ τῶν τοῖς μέρεσιν αὐτῶν παρακολουθούντων ἔν τε τοῖς Περὶ μορίων ζῴων καὶ ἐν τοῖς Περὶ κινήσεως ζῴων. καὶ τὰ Περὶ ὕπνου δὲ καὶ ἐγρηγόρσεως, Περὶ ζωῆς τε καὶ θανάτου καὶ τὰ παραπλήσια τούτοις εἰς τὴν περὶ ζῴων συντείνει θεωρίαν, καὶ προσέτι τὰ Περὶ ψυχῆς. τοιαύτη μὲν οὖν ἡ πᾶσα περὶ φύσεως τοῦ Ἀριστοτέλους πραγματεία.

依亚里士多德,哲学有理论的和实践的两个部分,而亚里士多德尤将全副精力倾注于理论部分;因为通过这一部分,我们才能认识存在之物就其存在而言的本性。又因理论部分被划分为物理的、神学的和数学的三个部分,他便尤为致力于物理的部分,因其更符合我们自身的本性,且神学的与数学的部分在亚里士多德之前就已被许多人详加阐发,而物理的部分却并非如此。因此亚里士多德也撰写了极多的物理著作,并可以说是使自身著作的繁复数量与所有物理事物相对应地划分开来。为了说明这一点,对伴随着物理事物的属性作出分类乃是合宜的;因为我们以此便将得知,亚里士多德的各部著作亦是依照物理事物而相对应地被划分开来的。有些属性共同伴随着一切事物,有些则特有地伴随着某些事物;而在特有地伴随着某些事物的属性中,有些特属于永恒之物,有些则属于处于生成与毁灭之中的事物;在属于处于生成与毁灭之中的事物的属性中,有些特属于地面之上的事物,有些则属于地面之中的事物;在属于地面之中的事物的属性中,有些特属于无生物,有些则属于有生命之物;在属于有生命之物的属性中,有些特属于具感觉能力之物,有些则属于无感觉之物。因此,他撰写了关于共同属于一切物理事物的著作,此即我们眼前的这部著作;关于特属于永恒之物的,则见于《论天》;关于共同伴随一切处于生成与毁灭之中的事物的,见于《论生成与毁灭》;而在《气象学》中,他作了关于特属于这些事物的撰述,此外〔他还撰有〕《论矿物》(《气象学》第四卷亦属此类),在这些著作中他讲授了关于伴随无生物的属性。至于一切关于动物和植物的著作,有些是关于伴随作为有生命且无感觉之物的属性的,如关于植物的著作;有些则是关于伴随作为有生命且具感觉之物的属性的,如所有关于动物的著作与调查。而对于这些动物本身,有些属性伴随着作为整体的动物,有些则伴随着它们的部分。因此,关于伴随作为整体的动物的属性,他在《论动物》中作了探讨;关于伴随它们部分的属性,则见于《论动物部分》与《论动物运动》。而《论睡眠与清醒》、《论生与死》以及与此相类的著作,亦皆归入关于动物的考察之中,此外还有《论灵魂》。由此,亚里士多德关于自然的全部著作大抵即是如此。

语法注3 条
  1. 1.0τὸ μὲν θεολογικὸν καὶ μαθηματικὸν παρὰ πολλοῖς ἦν καὶ πρὸ Ἀριστοτέλους ἐξειργασμένα

    主语是由单个定冠词连接的两个中性单数形容词(τὸ μὲν θεολογικὸν καὶ μαθηματικόν),但在完成时被动迂说结构中,分词采用了中性复数主格 ἐξειργασμένα,这是按照意义(两门学科的复数性)进行的一致(即意义一致,constructio ad sensum)。

  2. 1.0συνδιεῖλε τοῖς φυσικοῖς πᾶσιν ὡς εἰπεῖν πράγμασιν τὸ τῶν ἑαυτοῦ συγγραμμάτων πλῆθος

    复合动词 συνδιαιρέω(并列划分/对应划分)因前缀 συν- 而支配与格,在此 τοῖς φυσικοῖς πᾶσιν ... πράγμασιν(与所有物理事物相对应地)与宾格直接宾语 τὸ τῶν ἑαυτοῦ συγγραμμάτων πλῆθος(其自身著作的繁复数量)相呼应。

  3. 1.0τῶν παρακολουθούντων τοῖς φυσικοῖς πράγμασιν αἵρεσιν ποιήσασθαι

    短语 αἵρεσιν ποιήσασθαι 通常表示“作出选择”,但在当前语境下(由后文的 συνδιῃρέθησαν 及具体的划分论述所规定),它的含义等同于 διαίρεσιν ποιήσασθαι(“进行划分/分类”)。属格分词 τῶν παρακολουθούντων 是依附于 αἵρεσιν 的宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:1.3-2.13