- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:197.21-199.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯借生病医生的例子阐明了自然定义中“按自身而非依偶性”的限定,进而提出了把握自然本性自身的定义,并解答了关于天体与元素整体是否具有静止与运动本原的疑难。
τὸ δὲ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκὸς προσέθηκε, διότι καὶ ὁ νοσῶν ἰατρὸς ὑγιάσοι ἂν ἑαυτόν, ἀλλ’ οὐχ ᾗ νοσῶν τὴν ἀρχὴν τῆς κινήσεως τῆς εἰς ὑγείαν ἐν ἑαυτῷ ἔχει, ἀλλὰ κατὰ συμβεβηκὸς ᾗ συμβέβηκε τὸν νοσοῦντα καὶ ἰατρὸν εἶναι. ὅτι γὰρ οὐχ ᾗ νοσῶν ἐστιν οὐδ’ ᾗ ὑγιαζόμενος τὴν ἀρχὴν τῆς ὑγιάνσεως ἐν ἑαυτῷ ἔχει, δῆλον ἐξ ὧν οὐκ ἀεὶ ταῦτα συντρέχουσιν ἀλλήλοις· οὐ γὰρ πᾶς ὑγιαζόμενος ἐν ἑαυτῷ ἔχει τὴν ἀρχὴν τῆς ὑγιάνσεως, ὥστε κατὰ συμβεβηκὸς ὁ ἰατρὸς ὑγιάζει ἑαυτόν. ὁμοίως κἂν ἕτερός τις τῶν ἐπιστημόνων κινῇ ἑαυτὸν εὑρίσκων αὐτὸς θεωρήματα. Ὁ μὲν οὖν ὅρος τῆς φύσεως οὗτος. ἐπιστάσεως δὲ ἄξιον, ὅτι οὗτος ὁ ὁρισμὸς οὐκ ἔστι τοῦ τί ἐστιν ἡ φύσις σημαντικός, ἀλλὰ τῆς ἐνεργείας τῆς φύσεως· οὐ γὰρ τί ἐστιν ἡ φύσις ἐμάθομεν διὰ τοῦ μαθεῖν ὅτι ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας, ἀλλὰ τί ποιεῖ. ἵνα οὖν καὶ τῆς οὐσίας αὐτῆς τὸν ὁρισμὸν ἀποδῶμεν, λεκτέον οὕτως, ὅτι ἐστὶν ἡ φύσις ζωὴ ἤτοι δύναμις καταδεδυκυῖα διὰ τῶν σωμάτων, διαπλαστικὴ αὐτῶν καὶ διοικητική, ἀρχὴ κινήσεως οὖσα καὶ ἠρεμίας ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. ὅτι δὲ οὐ μόνον τῶν ἐμψύχων ἐστὶ διοικητικὴ ἡ φύσις, ἀλλὰ καὶ τῶν ἀψύχων, δῆλον (ἔχει γὰρ ἕκαστον δύναμιν φυσικὴν συνεκτικὴν τοῦ εἶναι· ἔφθαρτο γὰρ ἂν καὶ εἰς τὸ μὴ ὂν μετέστη μηδενὸς ὄντος τοῦ συνέχοντος),1 ἀλλὰ δῆλον ὅτι ὥσπερ τὸ εἶδος ἐν τοῖς ἐμψύχοις τρανέστερον, οὕτω καὶ ἡ τῆς φύσεως πρόνοια. δῆλον οὖν καὶ ἐντεῦθεν, ὅτι συμπεριλήψεται ὁ ὅρος καὶ τὴν τῶν ἐμψύχων φύσιν, ἥτις ἐστὶν ἡ ψυχή· ἡ γὰρ τῶν ἐμψύχων ζωὴ οὐδὲν ἄλλο ἐστὶν ἢ ψυχή. Ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν ὁρισμὸν τῆς φύσεως, πῶς φαμεν αὐτὴν εἶναι ἀρχὴν κινήσεως καὶ ἠρεμίας· εἰ γὰρ καὶ τὰ οὐράνια σώματα φυσικά, ἐκεῖνα δὲ στάσεως ἐν ἑαυτοῖς ἀρχὴν οὐκ ἔχει (ἀεικίνητα γάρ ἐστιν), ἔοικε μὴ κοινὸς εἶναι πάσης φύσεως ὁ ὁρισμὸς οὗτος. ἀλλὰ καὶ αἱ ὁλότητες τῶν στοιχείων ἀκίνητοι. τὸ γὰρ πῦρ ἐν τῷ οἰκείῳ τόπῳ οὐ κινεῖται, ἀλλὰ μόνως ἕστηκεν· ἡ γὰρ ἐγκύκλιος αὐτοῦ κίνησις καὶ ἔτι τοῦ προσεχοῦς ἀέρος οὐ φυσική, ἀλλ’ ὑπὲρ φύσιν, διὰ τὸ συμπεριάγεσθαι τῇ περιφορᾷ τῶν οὐρανίων. ὅτι δὲ τῷ οἰκείῳ λόγῳ ἀκίνητοί εἰσιν αἱ ὁλότητες, δῆλον ἐκ τῶν λοιπῶν δύο στοιχείων, ὕδατος λέγω καὶ γῆς, ἅπερ ὡς ὅλα ἀκίνητά ἐστιν. ὥστε εἰ αἱ ὁλότητες ἀκίνητοι, πῶς φαμεν τὴν φύσιν ἀρχὴν εἶναι κινήσεως καὶ ἠρεμίας; φαμὲν οὖν πρὸς τοῦτο, ὅτι μάλιστα μέν ἐστι καὶ ἐπὶ τῶν οὐρανίων οὐ μόνον κινήσεως ἡ ἐν αὐτοῖς φύσις αἰτία, ἀλλὰ καὶ στάσεως· ἕστηκε γὰρ ἡ ὁλότης τὰ κέντρα οἱ πόλοι,2 τῆς δὲ στάσεως ταύτης ἡ φύσις τῶν οὐρανίων αἰτία. ἄλλως τε ἐπειδὴ ἡ φύσις εἴς τι τέλος ἀφορῶσα κινεῖ, ἵνα τύχῃ τούτου, καὶ τυχοῦσα ἵστησιν ἐν ἐκείνῳ, τὰ δὲ οὐράνια ἀεὶ ἐν τέλει ἐστὶ καὶ ἀεὶ ἐν ἀρχῇ (καθ’ ἕκαστον γὰρ νῦν καὶ ἀρχή ἐστι καὶ ἀποκατάστασις· ὁ γὰρ ἥλιος ἐν Κριῷ νῦν ὢν καὶ ἀποκατάστασιν ἔχει τῆς ἐξ αὐτοῦ περιόδου ἐπὶ τὸ αὐτὸ καὶ ἀρχὴν πάλιν ἑτέρας περιόδου, καὶ οὕτω καθ’ ἕκαστον σημεῖον ἔχει, καὶ τοῦτο καὶ ἐπὶ τῶν μερῶν καὶ ἐπὶ τῶν ὅλων σφαιρῶν ἔστιν εἰπεῖν)· ὥστε εἰ ἐκεῖνα ἀεὶ ἐν τέλει ἐστὶ καὶ οὐκ ἐξίσταται τούτου, ἠρεμοίη ἂν κατὰ τοῦτο, καθὸ οὐδέποτε τοῦ ἐν τέλει εἶναι ἐξίσταται.3 ὥστε ἡ ἐν αὐτοῖς φύσις οὐ μόνον κινήσεως αὐτοῖς ἐστιν αἰτία, ἀλλὰ καὶ τῆς τοιαύτης ἠρεμίας τοῦ ἀεὶ ἐν τέλει εἶναι καὶ ἐν τούτῳ ἠρεμεῖν. καὶ ἐπὶ τῶν λοιπῶν δὲ στοιχείων, λέγω δὴ τῆς ὁλότητος τοῦ πυρὸς καὶ γῆς καὶ τῶν λοιπῶν, εἰ καὶ μὴ κινεῖται ὡς ὅλα ὑπὸ τῆς ἐν αὐτοῖς φύσεως κατὰ τόπον, ἀλλ’ οὖν τὴν ἀλλοιωτικὴν κίνησιν κινοῦνται θερμαινόμενα ἢ ψυχόμενα, ἔτι τε βλαστάνουσα ἡ γῆ· εἰ γὰρ καὶ μὴ αἱ ὁλότητες μίαν ἀλλοίωσιν ἀλλοιοῦνται ἀθρόον, ἀλλὰ τοῖς μέρεσι πᾶσα μεταβάλλει ἡ ὁλότης ἄλλου ἄλλως ἀλλοιουμένου. εἰ δέ τις εἴποι ‘ἀλλὰ τὰ στοιχεῖα ἔξωθεν ἔχει τῆς ἀλλοιώσεως τὸ αἴτιον, τὸν ἥλιον λέγω’, ἴστω ὅτι οὐδὲ τὰ ζῷα ἄνευ τοῦ ἡλίου κινηθείη ἂν τὰς φυσικὰς κινήσεις, ἐπεὶ μηδὲ εἶναι δύνανται, ἀλλ’ ἔστιν ὡς ἐν τοῖς ζῴοις τὸ αἴτιον ἐντός, εἰ καὶ βοηθεῖται ὑπὸ τῆς τροπῆς τῆς ἔξωθεν τοῦ ἡλίου, οὕτω καὶ ἐν τοῖς στοιχείοις· εἰ γὰρ καὶ τὸ ἔμφυτον θερμὸν καὶ αἱ ἄλλαι φυσικαὶ κινήσεις ἀλλοιότεραι γίνονται κατὰ τὰς τῶν καιρῶν τροπάς, ἀλλ’ ὅμως τῶν ἀλλοιωτικῶν τοῦ ζῴου κινήσεων τὴν φύσιν αἰτιώμεθα.
他加上“按自身而非依偶性”,是因为生病的医生也可能医治自己,但他并不是就其作为生病者而言在自身内部具有通向健康的运动本原,而是依偶性,就生病者恰好也是医生而言。因为他并不是就其作为生病者而言,也不是就其作为被医治者而言在自身内部具有医治的本原,这一点从它们并不总是彼此重合便显而易见;因为并非每一个被医治者都在自身内部具有医治的本原,因此医生医治自己乃是依偶性。同样,如果其他某位学者自己发现定理而推动自己,也是如此。 自然的定义便是如此。但值得注意的是,这一定义并不表明自然是什么,而是表明自然的活动;因为我们通过得知自然是运动与静止的本原,并没有学到自然是什么,而是学到了它做什么。因此,为了我们也给出其本质自身的定义,应当这样说:自然是渗透于诸物体之中的生命或力量,塑造并统御它们,并且是它首先地、按自身而非依偶性存在于其中的事物之中的运动与静止的本原。自然不仅统御有生命之物,而且也统御无生命之物,这是显而易见的(因为每一事物都具有维持其存在的自然力量;因为若没有任何维持之物存在,它早就毁灭并进入非存在了),但显而易见的是,正如形式在有生命之物中更为清晰,自然的眷顾也是如此。由此也显然可见,这一定义也将包揽有生命之物的自然,即灵魂;因为有生命之物的生命不外乎就是灵魂。 但有人可能会对自然的定义提出疑难,问我们如何能说自然是运动与静止的本原;因为如果天体也是自然的,而它们自身内部并不具有止息的本原(因为它们是恒动的),这一定义似乎就不是所有自然所共有的。再者,诸元素的整体也是不动的。因为火在自身的本位上并不运动,而只是静止;因为火的圆周运动以及邻近空气的圆周运动并不是自然的,而是超乎自然的,这是由于伴随天体的回转而一同旋转。诸整体依其自身的本性是不动的,这一点从其余两个元素,即水和土,便显而易见,它们作为整体是不动的。因此,如果诸整体是不动的,我们怎么说自然是运动与静止的本原呢? 对此我们回答说:首先,即使在天体上,它们内部的自然不仅是运动的原因,而且也是止息的原因;因为整体、圆心和两极都是止息的,而这种止息的原因正是天体的自然。此外,既然自然是着眼于某种目的而施动,以便达到这一目的,并在达到之后使事物静止于该目的之中,而天体始终处于目的之中,且始终处于始点之中(因为在每一个“现在”,既是始点又是回归;因为太阳现在在白羊座,既具有从它出发回到同一点的周期的回归,又重新具有另一周期的始点,在每一个点上都是如此,并且这一点既可以就各部分而言,也可以就整个天球而言);因此,如果它们始终处于目的之中并且不偏离它,那么就它们绝不偏离处于目的之中而言,它们在这一方面就是静止的。因而它们内部的自然不仅是它们运动的原因,而且也是这种始终处于目的之中并在其中静止的止息的原因。在其余元素上,即火和土的整体以及其他元素,即使它们作为整体并不因其内部的自然而在位置上运动,但它们仍被施以质变的运动,受热或变冷,而且大地还会萌发;因为即使诸整体并不是一下子经历单一的质变,但整个整体在部分上都在变化,一个部分以一种方式质变,另一个部分以另一种方式质变。如果有人说:“但诸元素质变的原因来自外部,我指的是太阳”,那么他应当知道,连动物若没有太阳也不能作自然的运动,因为它们甚至无法存在;相反,正如在动物中,尽管受到外部太阳运行的协助,原因仍是在内部,在诸元素中也是如此。因为即使天生之热以及其他自然运动随着季节的运转而发生较大的质变,但我们仍将动物的质变运动归因于自然。
- 2.1ἔφθαρτο γὰρ ἂν καὶ εἰς τὸ μὴ ὂν μετέστη μηδενὸς ὄντος τοῦ συνέχοντος
过去非真实条件句,归结分句由 ἄν 搭配直陈式过去时构成(ἔφθαρτο 为带 ἄν 的过去完成时,μετέστη 为不定过去时)。条件从句则由属格绝对结构 μηδενὸς ὄντος τοῦ συνέχοντος(“若没有任何维持之物存在”)承担。
- 2.1ἕστηκε γὰρ ἡ ὁλότης τὰ κέντρα οἱ πόλοι
该结构中,无连词并列(asyndeton)的主格名词与单数动词 ἕστηκε 搭配作主语;表示整体的 ἡ ὁλότης(整体)由表示具体静止部分/点的 τὰ κέντρα(圆心)与 οἱ πόλοι(两极)作同格说明。
- 2.1ἠρεμοίη ἂν κατὰ τοῦτο, καθὸ οὐδέποτε τοῦ ἐν τέλει εἶναι ἐξίσταται
主句使用 ἄν 搭配现在时祈愿语气(ἠρεμοίη ἄν)构成潜在表达(“就会处于静止”)。随后是由 καθό(“就……而言”)引导的限定/原因从句,从句中动词 ἐξίσταται 支配夺格性属格冠词不定词 τοῦ ἐν τέλει εἶναι(“偏离处于目的之中”)。
