← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§196.3-197.21

自然的定义推导与运动及静止的本原

约安尼斯·斐洛庞诺斯从自然事物与人工制品的差异中推导出亚里士多德关于自然的定义,从目的论角度解释了自然何以也是静止的本原,并探讨了“首先地(直接地)”这一限定语如何将自然与灵魂或舵手等能动者区分开来,进而提出了非理性灵魂亦可被视为一种自然的可能性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#2

ὅτι γὰρ οὐχ ὑπό τινος ἔξωθεν αἰτίας, ἀλλ’ ὑπὸ τῆς φύσεως ὕλῃ χρωμένης τῇ τροφῇ ἀλλοιούμεθα καὶ αὐξανόμεθα, πρόδηλον· καὶ ἐξαιματοῦσα δὲ τὴν τροφὴν καὶ μεταβάλλουσα πρὸς ἕκαστον τῶν μορίων ἀλλοιώσει χρῆται. οὕτω μὲν οὖν πάντα τὰ φυσικὰ ἐν ἑαυτοῖς ἔχει τὴν κίνησιν, τὰ δὲ μὴ φυσικά, οἷον τὰ ἀπὸ τέχνης, τὸ τῆς κινήσεως αἴτιον ἔξωθεν ἔχει. τῆς γὰρ κλίνης ἔξωθεν τὸ αἴτιον, ὁ τέκτων· οὐ γὰρ ἐν τῷ ξύλῳ ἡ ποιήσασα τὴν κλίνην αἰτία, ἀλλ’ ἔξωθεν. ὁμοίως καὶ τὸ κινῆσαν τὴν οἰκίαν εἰς τὸ τοιόνδε εἶδος ἔξωθεν, ὁ οἰκοδόμος. εἰ τοίνυν ταύτῃ διαφέρει τὰ φυσικὰ τῶν μὴ φυσικῶν τῷ τὰ μὲν ἀρχὴν ἔχειν ἐν ἑαυτοῖς κινήσεως καὶ στάσεως, τὰ δὲ τεχνητὰ ἔξωθεν, ἔοικε τοῦτο εἶναι ἡ φύσις ἀρχὴ κινήσεως καὶ στάσεως. οὐ γὰρ μόνον κινήσεώς ἐστιν ἀρχὴ ἡ φύσις, ἀλλὰ καὶ στάσεως· κινεῖ μὲν γὰρ ἵνα εἰς τὸ εἶδος ἀγάγῃ, ἵστησι δὲ ἵνα φυλάξῃ ἐν τῷ εἴδει. ἀποδίδωσιν οὖν ἔνθεν τὸν ὁρισμὸν τῆς φύσεως, ὅτι ἔστιν ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. ἠρεμία δέ μοι νοείσθω νῦν οὐ μόνον ἡ ἀντιδιαιρουμένη τῇ κινήσει, ἀλλὰ καὶ ἡ στάσις·1 οὐ μόνον γὰρ τῆς μετὰ τὴν κίνησιν ἠρεμίας ἡ φύσις αἰτία, ἀλλὰ καὶ τῶν ὁπωσοῦν ἄνευ τοῦ κινεῖσθαι ἑστώτων ἀεί, ὡς ἐπὶ τῶν κέντρων καὶ τῆς τῶν πόλων στάσεως ἐροῦμεν. ὁ μὲν οὖν ὁρισμὸς τοιοῦτος. ἀρχὴ δὲ οὐ μόνον κινήσεως ἡ φύσις ἀλλὰ καὶ ἠρεμίας, διότι τέλους τινὸς στοχάζεται ἡ φύσις· οὐ γὰρ ἁπλῶς δι’ αὐτὸ τοῦτο ἵνα κινῆται τὰ κινούμενα διὰ τοῦτο κινεῖ, ἀλλ’ ἵνα εἴς τι τέλος καὶ εἶδος ἔλθῃ. ἐπεὶ οὖν τούτου στοχάζεται, εἰκότως ὅταν ἀγάγῃ εἰς τοῦτο ἵστησι τὸ κινούμενον τετυχηκὸς τοῦ τέλους, ἵνα φυλάξῃ ἐν τούτῳ, δι’ ὃ καὶ ἐκίνησε. τὸ δὲ πρώτως προσέθηκε, διότι καὶ ἡ λογικὴ ψυχὴ κινεῖ τὸ ζῶον καὶ ἔστιν ἡ τοιαύτη ἀρχὴ τῆς κινήσεως οὐκ ἔξωθεν, ἀλλ’ ἐν αὐτῷ τῷ κινουμένῳ, ἀλλ’ οὐ πρώτως κινεῖ ἡ λογικὴ ψυχή, ἀλλὰ διὰ τῆς ἀλόγου, καὶ οὐδὲ αὕτη πρώτως κινεῖ τὸ ζῷον, ἀλλὰ τῷ τὴν φύσιν κινεῖν. αὕτη οὖν ἡ πρώτως κινοῦσα· ἐκίνησε μὲν γὰρ ἡ αἴσθησις ἐπί τι, ἤτοι ἡ ὄψις ἢ ἡ ἀκοὴ ἢ τῶν ἄλλων τις (ἑωρακότες γάρ τι κινούμεθα ἐπ’ αὐτό), ἀλλ’ οὐ πρώτως ἡ ὄψις ἐκίνησε τὸ ζῷον (λέγω δὲ πρώτως τὸ προσεχῶς), ἀλλ’ ἡ ὄψις μὲν τὴν ὄρεξιν κινεῖ, αὕτη δὲ τὰς φυσικὰς δυνάμεις, αὗται δὲ τὸ ζῷον. εἰ τοίνυν μηδ’ ἡ ἄλογος ψυχὴ πρώτως κινεῖ τὸ ζῷον, πολλῷ μᾶλλον οὐδὲ ἡ λογική· ὥστε κἂν κινῇ ἡ ψυχὴ καὶ ἡ λογικὴ καὶ ἡ ἄλογος, καὶ ἔστι τὸ κινητικὸν τοῦτο αἴτιον ἐν τῷ κινουμένῳ, ἀλλ’ ἐπειδὴ οὐ πρώτως κινεῖ, τουτέστι προσεχῶς, διὰ τοῦτο οὐκ ἔστι φύσις ἡ ψυχή. καὶ ἡ ναῦς δὲ τὸ κινοῦν ἐν ἑαυτῇ ἔχει, τὸν κυβερνήτην ὃς αὐτὴν κινεῖ, ἀλλ’ οὐ φύσις ὁ κυβερνήτης· οὐ γὰρ πρώτως κινεῖ, ἀλλὰ διὰ τοῦ πηδαλίου, τὸ δὲ πηδάλιον ἔξωθεν κινεῖ. καὶ οὐδ’ ἡ ἀρχὴ τῆς κινήσεως καὶ ἡ αἰτία ἐν τῷ πηδαλίῳ, ἀλλ’ ἐν τῷ κυβερνήτῃ, καὶ κινεῖ δι’ ὀργάνου τοῦ πηδαλίου τὴν ναῦν. εἰ δὲ καὶ ἡ φύσις δι’ ὀργάνων κινεῖ, ἀλλ’ ἐνυπάρχει τούτοις ἃ καὶ πρώτως κινεῖ, ὁ δὲ κυβερνήτης οὐκ ἔστιν ἐν τοῖς πηδαλίοις, ἀλλ’ ἔξωθεν αὐτὰ κινεῖ, καὶ τὴν ναῦν δ’ ἔξωθεν κινεῖ, εἴ γε διὰ τοῦ πηδαλίου, τοῦτο δ’ ἔξωθεν. Μήποτε δὲ δυνατὸν λέγειν,2 ὅτι καὶ ἡ ψυχὴ τῶν ζῴων καθό ἐστι ζῷα φύσις ἐστίν. εἰ γὰρ τῆς τῶν ζῴων κινήσεως ᾗ ζῷά ἐστιν ἡ ψυχὴ αἰτία πρώτως καὶ οὐ κατὰ συμβεβηκὸς καὶ ἔστιν ἐν αὐτοῖς, καὶ μὴ μόνον τὰ ἄψυχα φυσικά, ἀλλὰ καὶ τὰ ζῷα καὶ ἁπλῶς τὰ ἔμψυχα, ἔοικεν ἄρα φύσις εἶναι καὶ αὐτή, εἰ μὴ μέλλοιμεν οὐ φυσικὰ λέγειν τὰ ἔμψυχα ᾗ ἔμψυχά ἐστι. ψυχὴν δ’ οὐ τὴν λογικήν, ἀλλὰ τὴν λοιπὴν πᾶσαν· αὕτη γάρ ἐστιν ἡ προσεχῶς κινοῦσα τὰ φυσικά. καὶ μήποτε δυνατὸν διὰ ταύτην εἰρῆσθαι τὸ πρώτως·3 κινεῖ γὰρ καὶ ἡ διάνοια ἐν τῷ κινουμένῳ οὖσα, ἀλλ’ οὐ πρώτως, ἀλλ’ ἐν τῇ λογικῇ ψυχῇ.

因为我们之所以发生质变和生长,并非由于外部的某种原因,而是由于把营养作为质料的自然,这是显而易见的;并且[自然]把营养化为血液,使之转变为各个部分,也是运用了质变。这样,一切自然事物都在自身内部具有运动,而非自然事物,例如出于技术的事物,其运动的原因则来自外部。因为床的原因来自外部,即木匠;因为造成床的原因并不在木料中,而是在外部。同样,把房屋推进到如此这般形式的原因也来自外部,即建筑者。因此,如果自然事物与非自然事物在这方面有所不同,即前者自身内部具有运动与静止的本原,而人工制品则来自外部,那么自然似乎就是这一点:运动与静止的本原。因为自然不仅是运动的本原,而且也是静止的本原;因为自然施动是为了将事物引导至形式,而使之静止则是为了将其保全在形式之中。由此,他给出了自然的定义:自然是在它首先地、按自身而非依偶性所属之物中的运动与静止的本原。在这里,请容我将静止理解为不仅是与运动相对立的静止,而且也是止息;因为自然不仅是运动之后的静止的原因,而且也是无论以何种方式不经运动而始终处于静止之物的原因,正如我们将在圆心和两极的静止上所要说的那样。定义便是如此。自然不仅是运动的本原而且也是静止的本原,这是因为自然追求某种目的;因为自然推动被推动者运动,绝非单纯为了运动本身,而是为了让它们达到某种目的和形式。因此,既然自然追求这一目的,理所当然地,当它将达到目的的被推动者引导至此目的时,便使之处于静止,以便将其保存在正是它为之施动的目的之中。他之所以加上“首先地”,是因为理性灵魂也推动动物,并且这种运动的本原并非来自外部,而是在被推动者自身之中;但理性灵魂并不是首先地推动,而是通过非理性灵魂推动,而这非理性灵魂自身也不是首先地推动动物,而是通过推动自然来推动的。因此,首先推动者乃是这自然;因为即使感觉推动事物朝向某物,无论是视觉、听觉还是其他某种感觉(因为看见了某物,我们便朝向它运动),但视觉并不是首先地推动动物(我所说的“首先地”是指“直接地”),而是视觉推动欲望,欲望推动自然能力,自然能力再推动动物。因此,如果连非理性灵魂都不是首先地推动动物,理性灵魂就更加不是了;以至于即使灵魂——无论理性的还是非理性的——进行推动,且这一能动的原因是在被推动者之中,但由于它并不是首先地推动,即不是直接地推动,因此灵魂不是自然。船也是在自身内部具有推动者,即推动它的舵手,但舵手并不是自然;因为他不是首先地推动,而是通过舵推动,而舵是从外部推动的。运动的本原和原因也不在舵之中,而是在舵手之中,他通过舵这一工具推动船。即使自然也是通过诸工具推动,但自然内在于这些工具之中,它也是首先推动这些工具的,而舵手并不在舵之中,而是从外部推动它们,并且也是从外部推动船,如果确实是通过舵、而舵又在外部的话。不过,也许可以说动物就其作为动物而言,其灵魂也是自然。因为如果灵魂就动物作为动物而言,首先地且非依偶性地是动物运动的原因,并且在它们之中,而且不仅无生命之物是自然的,动物以及一般的有生命之物也是自然的,那么,除非我们打算断言有生命之物就其有生命而言不是自然的,否则灵魂自身看来也是自然。但这里所谓的灵魂不是指理性灵魂,而是其余的一切灵魂;因为直接推动自然事物的正是这部分灵魂。并且,也许“首先地”这一限定正是由于这一[非理性灵魂]而被说出的;因为推论理性虽然在被推动者之中,也进行推动,但不是首先地,而是在理性灵魂中推动。

语法注3 条
  1. 2.1ἠρεμία δέ μοι νοείσθω νῦν οὐ μόνον ἡ ἀντιδιαιρουμένη τῇ κινήσει, ἀλλὰ καὶ ἡ στάσις

    第一人称代词与格 μοι 在此表示判断者或说话者的视角(伦理与格性质,意为“在我看来/就我的用法而言”),与第三人称命令式 νοείσθω 结合构成对读者的说明性指导。注释者在此特别界定,不仅要把 ἠρεμία 理解为严格意义上与运动相对立的静止(运动完成之后的静止),而且也要包含根本不涉及运动的恒常不动状态(στάσις,如天球的中心与两极)。

  2. 2.1Μήποτε δὲ δυνατὸν λέγειν

    副词 μήποτε 在后古典期及注疏希腊语中常作为表示委婉提议或审慎推测的惯用表达(“或许/也许可以说”)。在此,它引入了对前述论证的替代性思考,探讨如果严格适用定义中的“首先地”,动物的非理性灵魂是否也可以被视作一种自然。

  3. 2.1καὶ μήποτε δυνατὸν διὰ ταύτην εἰρῆσθαι τὸ πρώτως

    介词短语 διὰ ταύτην 中的阴性单数代词 ταύτην 指代前文紧邻出现的“其余的一切灵魂(即非理性灵魂,τὴν λοιπὴν πᾶσαν [ψυχήν])”。前文曾认为无论理性灵魂还是非理性灵魂都不是首先推动者,从而将灵魂一概排除在自然之外;而此处则提出了另一种可能性:既然非理性灵魂作为自然直接推动事物,说出“首先地”正是由于这一非理性灵魂,以便将它与并非首先施动的推论理性(在理性灵魂中)区分开来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:196.3-197.21