← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§194.3-196.3

第二卷的主题与界定自然的必要性

针对亚里士多德《物理学》第二卷开篇(192b8),菲洛波诺斯概述了第一卷(重在质料)与第二卷(重在形式与诸原因)的旨趣差异,并阐明了为了探讨形式而必须首先界定“自然”的内在逻辑联系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

" Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι’ ἄλλας αἰτίας." Προκείμενον ἦν ἐξ ἀρχῆς τῷ Ἀριστοτέλει ἐκθέσθαι τὰς ἀρχὰς τῶν φυσικῶν πραγμάτων, καὶ ἐν μὲν τῷ πρώτῳ λόγῳ διελέχθη περὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλὰ περὶ μὲν τῆς ὕλης πολὺν κατέτεινε λόγον, τάς τε τῶν παλαιοτέρων ψευδεῖς περὶ αὐτῆς δόξας ἀνακαθαιρόμενος καὶ τὴν ἑαυτοῦ ἐκθέμενος, καὶ εἰπὼν ὅτι ἐστὶν ὕλη τὸ πρῶτον ὑποκείμενον ταῖς οὐσίαις, καὶ ὅτι μία μέν ἐστι τῷ ἀριθμῷ λόγῳ δ’ οὐ μία, καὶ ὅτι ἐρχόμεθα εἰς ἔννοιαν αὐτῆς τῷ κατ’ ἀναλογίαν τρόπῳ χρώμενοι, καὶ ὅτι αὐτὴ ἐφίεται τοῦ εἴδους ὡς αἰσχρὸν καλοῦ καὶ θῆλυ ἄρρενος, ἀλλ’ αἰσχρόν ἐστι καὶ θῆλυ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· περὶ δὲ τοῦ εἴδους βραχέα διαλεχθεὶς ὅτι ἐστὶ θεῖον καὶ ἐφετὸν καὶ ἀνενδεές, οὐ μέντοι τί ποτέ ἐστι τὸ εἶδος εἰρηκώς, ἐπήγαγε πρὸς τῷ τέλει ὅτι περὶ μὲν τοῦ χωριστοῦ εἴδους καὶ ἀιδίου τῆς πρώτης ἐστὶ φιλοσοφίας διαλαβεῖν, περὶ δὲ τοῦ γενητοῦ καὶ φθαρτοῦ ἐν τοῖς ἑξῆς ἐροῦμεν. πρόκειται οὖν αὐτῷ ἐν τούτῳ τῷ βιβλίῳ περὶ τοῦ εἴδους διαλαβεῖν, ἀλλ’ ἐπειδὴ τὸ εἶδος τὸ ἑκάστου ἡ φύσις ἐστὶν ἡ ἑκάστου (ἥ τε γὰρ φύσις ἡ ἑκάστου οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἑκάστου εἶδος, καὶ τὸ εἶδος οὐδέν ἐστιν ἄλλο ἢ ἡ φύσις ἡ ἑκάστου), διὰ τοῦτο βουλόμενος περὶ τοῦ εἴδους διδάξαι ζητεῖ τί ποτέ ἐστιν ἡ φύσις· ἐὰν γὰρ εὕρωμεν τί ἐστιν ἡ φύσις, εὑρηκότες ἂν εἴημεν τί ἐστι τὸ εἶδος.1 ζητεῖ οὖν ἐν ἀρχῇ τί ποτέ ἐστιν ἡ φύσις, εἶτα περὶ τῶν παρωνύμως ἀπὸ τῆς φύσεως λεγομένων, τί τὸ ἔχον φύσιν τί τὸ φύσει τί τὸ κατὰ φύσιν. ἀλλ’ ἐπειδὴ ἡ φύσις οὐ μόνον εἰδικὸν ἔστιν αἴτιον, ἀλλὰ καὶ ποιητικὸν καὶ τελικόν, ὡς αὐτὸς προϊὼν ἐρεῖ ὅτι ἔρχεται πολλάκις τὰ τρία εἰς ταὐτὸν τὸ εἶδος τὸ ποιητικὸν τὸ τελικόν, διὰ τοῦτο ἐπανατρέχει εἰς τὴν τῶν ἀρχῶν διαίρεσιν καὶ διαιρεῖ ποσαχῶς αἱ ἀρχαὶ καὶ ἀποδίδωσι τριττὴν τὴν τῶν ἀρχῶν διαίρεσιν οὖσαν,2 ὅτι τῶν ἀρχῶν αἱ μέν εἰσι προσεχεῖς αἱ δὲ διὰ μέσων, καὶ αἱ μὲν καθ’ αὑτὸ αἱ δὲ κατὰ συμβεβηκός, καὶ αἱ μὲν ἁπλαῖ αἱ δὲ συμπεπλεγμέναι, πᾶσαι δὲ αἱ μὲν δυνάμει αἱ δὲ ἐνεργείᾳ. ἔνθα καὶ παρεισκυκλεῖ πάλιν τὸν περὶ τῆς ὕλης λόγον καὶ διαλέγεται περὶ αὐτῆς, διαλέγεται δὲ καὶ περὶ τῶν λοιπῶν πάντων αἰτίων ἐνταῦθα καὶ περὶ τύχης καὶ αὐτομάτου, καὶ ἐρεῖ πῶς ἐστιν αἴτια ὧν λέγεται εἶναι αἴτια, ἐπειδὴ καὶ λέγονταί τινα ἐκ ταὐτομάτου γίνεσθαι καὶ ἀπὸ τύχης. ἔστιν οὖν ὡς συντόμως εἰπεῖν τῶν δύο βιβλίων ὁ σκοπὸς περὶ ὕλης καὶ εἴδους, ἀλλὰ τὸ μὲν πρότερον μᾶλλον περὶ ὕλης ἢ περὶ εἴδους, τὸ δὲ δεύτερον μᾶλλον περὶ εἴδους ἢ περὶ ὕλης, καὶ περὶ τῶν λοιπῶν πάντων αἰτίων τῶν φυσικῶν τῶν ἢ καθ’ αὑτὸ λεγομένων αἰτίων ἢ κατὰ συμβεβηκός. καὶ τέως ἐν ἀρχῇ περὶ τοῦ εἴδους. καὶ ἐπειδή, ὡς εἶπον, τὸ εἶδος ἑκάστου οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ φύσις ἡ ἑκάστου, διαλέγεται πρότερον τί ἐστι φύσις. ἵνα οὖν εὕρῃ τί ἐστι φύσις, λαμβάνει τίνι διαφέρει τὰ φυσικὰ πράγματα τῶν μὴ φυσικῶν· ᾗ γὰρ ἂν διαφορᾷ διαφέρῃ τῶν μὴ φυσικῶν τὰ φυσικά,3 ταύτῃ ἂν εἴη φυσικά. οὕτω καὶ ἐν τῇ Περὶ ψυχῆς θέλων λαβεῖν τί ἐστιν ἡ ψυχή, ἐζήτησε τίνι διαφέρει τὰ ἔμψυχα τῶν ἀψύχων, καὶ καθ’ ὃ διαφέρουσι τοῦτο εἶπεν εἶναι ψυχήν. τίνι οὖν διαφέρει τὰ φυσικὰ τῶν μὴ φυσικῶν; ὅτι τὰ μὲν φυσικὰ φαίνονται τῆς κινήσεως ἑαυτῶν καὶ τῆς ἠρεμίας τὴν ἀρχὴν ἐν ἑαυτοῖς ἔχοντα· τά τε γὰρ ζῷα ὅταν κινῆται οὐκ ἔξωθεν ὑπό τινος κινεῖται, ἀλλ’ ἐν ἑαυτοῖς ἔχει τὸ κινοῦν, καὶ τὰ ἄψυχα δέ· οἷον οἱ λίθοι ἀφιέμενοι οὐχ ὑπὸ τοῦ ἀφιέντος ἐπὶ τὸ κάτω κινοῦνται (ἐκεῖνος γὰρ μόνον ἀφῆκεν), ἀλλ’ ἡ ἐν αὐτοῖς φυσικὴ ῥοπὴ κατήνεγκεν αὐτούς· οὕτω καὶ τὸ πῦρ ἀφεθὲν κάτωθεν ὑπὸ τῆς ἐν αὐτῷ φύσεως ἠνέχθη ἐπὶ τὸ ἄνω· εἶτα ἐνεχθέντα εἰς τὰς οἰκείας ὁλότητας καὶ τοὺς οἰκείους τόπους ὑπὸ τῆς ἐν αὐτοῖς φύσεως ἠρεμεῖ. οὐ μόνον δὲ τῆς κατὰ τόπον κινήσεως τὰ φυσικὰ ἐν ἑαυτοῖς ἔχουσι τὴν ἀρχήν, ἀλλὰ καὶ τῆς κατὰ ἀλλοίωσιν καὶ αὔξησιν· τό τε γὰρ αὖξον ἔσωθέν ἐστιν ὕλῃ χρώμενον τῇ τροφῇ καὶ τὸ κατὰ ποιότητα μεταβάλλον ἐκ μελάνων λευκοὺς ποιοῦν ἢ ψυχροτέρους ἢ θερμοτέρους, ἢ ὑγραῖνον ἢ ξηραῖνον.

“在存在者中,有些是由于自然,有些则是由于其他原因。” 亚里士多德从一开始的既定目标就是阐明自然事物的诸本原,在第一卷中他讨论了质料和形式,然而关于质料他进行了长篇论述,清除了古人关于质料的错误意见并阐明了他自己的看法,说明了质料是诸实体的第一基底,在数目上是一而在定义上不是一,我们通过采用类比的方式达到对它的认识,并且它自身渴求形式正如丑渴求美、雌渴求雄一样,但丑和雌并非按自身而是依偶性属于它;然而关于形式,他只简短地讨论了它是神圣的、令人渴求的且无所匮乏的,却没有说明形式究竟是什么,并在结尾处补充道,论述分离且永恒的形式属于第一哲学,而关于可生成且可毁灭的形式,我们将在下文中讨论。因此,他在本卷中的既定任务是论述形式,但由于每一事物的形式即是每一事物的自然(因为每一事物的自然无非是每一事物的形式,而形式也无非是每一事物的自然),因此他为了传授形式的学说,便探讨自然究竟是什么;因为如果我们找到了自然是什么,我们就应当已经找到了形式是什么。因此他在开头探讨自然究竟是什么,随后探讨从“自然”衍生称呼的事物:什么是“具有自然的事物”,什么是“由于自然的事物”,什么是“合乎自然的事物”。然而,由于自然不仅是形式因,而且也是动力因和目的因——正如他自己在后文中所说,三者往往归结为同一事物,即形式、动力因和目的因——因此他重新回到本原的划分,并划分本原有多少种意义,指明本原的划分是三重性的:本原中有些是直接的,有些是间接的;有些是按自身的,有些是依偶性的;有些是单纯的,有些是复合的;并且所有本原一部分是潜能的,一部分是现实的。在此处,他又重新引入了关于质料的讨论并加以论述,并且在此处还讨论了所有其余的诸原因,包括偶然与自发,并将说明既然某些事物也被说成是由自发和出于偶然生成的,那么它们是如何成为被称作其原因的那些事物的原因的。因此简言之,这两卷书的旨趣是关于质料和形式的,但前一卷更多是关于质料而非形式,第二卷则更多是关于形式而非质料,并且涉及所有其余的自然原因,无论是被称为按自身的原因还是偶性的原因。而眼下,在开头是关于形式的。并且正如我所说,每一事物的形式无非是每一事物的自然,因此他首先讨论自然是什么。为了找出自然是什么,他把握自然事物与非自然事物在哪一方面有所不同;因为自然事物无论以何种差异区别于非自然事物,正是依凭这一点它们才是自然的。同样在《论灵魂》中,为了把握灵魂是什么,他也探究有生命之物与无生命之物在哪一方面有所不同,并将它们赖以区别的根据判定为灵魂。那么,自然事物与非自然事物究竟在何处不同?在于自然事物显现出在自身内部具有自身运动和静止的本原;因为动物在运动时,并不是从外部被某物推动,而是在自身内部具有推动者,无生命之物也是如此;例如,石头被释放后,并不是被释放者推向下方的(因为那个人仅仅是放手而已),而是它们自身内部的自然倾向将它们带了下去;同样,火在下方被释放后,也是由其内部的自然带往上方的;随后,当它们被带到各自所属的整体和固有处所时,便由其内部的自然而处于静止。并且自然事物不仅在自身内部具有位置运动的本原,而且具有质变和生长的本原;因为导致生长者在内部,以营养作为质料,导致性质变化者也是如此,使事物由黑变白,或变得更冷、更热,或使之湿润或干燥。

语法注3 条
  1. 2.1ἐὰν γὰρ εὕρωμεν τί ἐστιν ἡ φύσις, εὑρηκότες ἂν εἴημεν τί ἐστι τὸ εἶδος.

    归结从句中的 εὑρηκότες ἂν εἴημεν 是由完成时分词与带有 ἄν 的愿望式(εἴημεν)构成的迂回完成时愿望式,对应于条件从句 ἐὰν εὕρωμεν,表达一种潜在或推论性的完成状态(“我们就应当已经找到了”)。

  2. 2.1ἀποδίδωσι τριττὴν τὴν τῶν ἀρχῶν διαίρεσιν οὖσαν

    τριττὴν 处于谓词位置,修饰名词短语 τὴν τῶν ἀρχῶν διαίρεσιν,并与分词 οὖσαν 一同构成相当于间接引语或宾语从句的述谓结构(“指明本原的划分是三重性的”)。

  3. 2.1ᾗ γὰρ ἂν διαφορᾷ διαφέρῃ τῶν μὴ φυσικῶν τὰ φυσικά, ταύτῃ ἂν εἴη φυσικά.

    先行词 διαφορᾷ 被并入由关系代词 ᾗ 引导的从句内部,形成不定条件关系从句(“无论自然事物以何种差异区别于非自然事物”),并与主句的指示代词与格 ταύτῃ 以及潜在愿望式 εἴη ἄν(“正是依凭这一点它们才是自然的”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:194.3-196.3