← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§192.21-193.13

第一哲学中的形式与第一卷本原学说总结

针对亚里士多德将形式本原的精确界定留待第一哲学(《形而上学》第Λ卷)之举,菲洛波庞解释此指超绝的分离形式,并对第一卷的本原学说进行总结(按自身而言为质料与形式两个,算入偶性则加上缺失共三个)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.150

" Περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσί, δι’ ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσασθαι." Περὶ τῆς ἀρχῆς, φησί, τῆς κατὰ τὸ εἶδος, λέγει δὲ τοῦ χωριστοῦ εἴδους καὶ αἰτίου τοῖς ἐνταῦθα εἴδεσι τοῦ εἶναι,1 οὐ περὶ τοῦ ἐν τοῖς πολλοῖς· περὶ τούτου γὰρ τοῦ φυσικοῦ διαλαβεῖν ἐστι. πότερον δὲ ἕν ἐστι τοῦτο ἢ πλείονα, καὶ εἰ ἕν τί ποτε τοῦτό ἐστι, καὶ εἰ πλείονα τίνα ταῦτα καὶ πόσα, τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσασθαι, διὸ ὑπερτίθεται ἐν ἐκείνοις τὸν περὶ τούτων λόγον. διαλέγεται δὲ περὶ αὐτῶν ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά, πότερον ἕν ἐστι τοῦτο ἢ πολλά, καὶ εἰ πολλὰ πόσα ταῦτα, καὶ ὅπως τὰ πολλὰ πρὸς τὸ ἓν ἔχουσιν, ὅτι πάντα ἐκεῖθεν ἤρτηται· “οὐκ ἀγαθόν” γάρ φησι “πολυκοιρανίη”. ὥστε οἶδε καὶ αὐτὸς κατὰ Πλάτωνα καὶ τὰ χωριστὰ καὶ ἐξῃρημένα εἴδη καὶ αἴτια τῶν ἐνταῦθα, καὶ οὐ μάτην ἐν τοῖς ἔμπροσθεν ἐλέγομεν, ὅτι τὸ “τὰς ἀρχὰς ἀεὶ δεῖ μένειν” περὶ τούτων ἔλεγε τῶν εἰδῶν. περὶ δὲ τοῦ φυσικοῦ εἴδους, ὅπερ ἐστὶ γενητὸν καὶ φθαρτόν, ἐν τῷ ἐφεξῆς λόγῳ διαλέξεται καὶ ἐν ταῖς ἄλλαις πάσαις φυσικαῖς πραγματείαις, οἷον περὶ τῶν εἰδῶν τῶν ζῴων ἢ τῶν μετεώρων καὶ τῶν ἄλλων ἁπλῶς φυσικῶν. ὅτι μὲν οὖν εἰσὶν ἀρχαί.2 ἐδείξαμεν ἐν ἀρχῇ τοῦ λόγου, ὅτι εἰ τὰ φυσικὰ πράγματα σύνθετα, τῶν δὲ συνθέτων τὰ ἁπλᾶ ἀρχαί, τὰ φυσικὰ ἄρα πράγματα ἀρχὰς ἔχει. καὶ τίνες καὶ πόσαι τὸν ἀριθμόν. ὅτι ἡ ὕλη καὶ τὸ εἶδος καὶ ἡ στέρησις, καὶ ὅτι πῇ μὲν τρεῖς αἱ ἀρχαὶ αἱ ἀπηριθμημέναι, πῇ δὲ δύο αἱ κυρίως καθ’ αὑτὸ ἀρχαί, ἡ ὕλη καὶ τὸ εἶδος· ἡ γὰρ στέρησις οὐ καθ’ αὑτὸ ἀρχή, ἀλλὰ κατὰ συμβεβηκός.

“然而关于依形式而言的本原,它究竟是一个还是多个,以及它是什么或它们是怎样的,精确地加以界定乃是第一哲学的任务。” 关于依形式而言的本原,他说,但他指的是分离的形式以及此处诸形式之存在的因,而不是在多数之中的形式;因为论述后者乃是自然哲学家的任务。但这个[本原]是一个还是多个,如果是一个它究竟是什么,如果是多个它们是怎样的以及有多少个,加以界定乃是第一哲学的任务,因此他把关于这些问题的讨论推延到那些著作中。并且他在《形而上学》第Λ卷中讨论了它们:这个[本原]是一个还是多个,如果是多个它们有多少,以及由于万物都系属于那里,这多数如何相对于一者而成立;因为他说,“多头统治绝非好事”。因此,他自己也按照柏拉图的方式,认识到既分离又超绝的诸形式以及此处诸事物的诸因,并且我们先前说“诸本原必须始终持留”是他关于这些形式所说的,并非徒然。另一方面,关于可生成且可毁灭的自然形式,他将在后续的论述中以及所有其他自然学著作中加以讨论,例如关于动物的诸形式,或气象之物,以及简言之关于其他所有自然事物。因此,关于本原的存在,我们在论述的开头已表明,如果自然事物是复合的,而复合之物的本原是单纯的,那么自然事物就具有本原。以及它们是什么和在数目上有多少:即质料、形式与缺失,并且所列举的诸本原在某种意义上是三个,但在另一种意义上严格且按自身而言的本原是两个,即质料与形式;因为缺失并不是按自身的本原,而是偶性的本原。

语法注2 条
  1. 1.150λέγει δὲ τοῦ χωριστοῦ εἴδους καὶ αἰτίου τοῖς ἐνταῦθα εἴδεσι τοῦ εἶναι

    属格短语 τοῦ χωριστοῦ εἴδους... 作动词 λέγει 的表意对象,在句法上承接前文 Περὶ τῆς ἀρχῆς 省略了介词 περί。此外,τοῖς ἐνταῦθα εἴδεσι 为与格(“对在此处的诸形式而言”),其后的 τοῦ εἶναι 则作 αἰτίου 的宾格性属格(“存在的[因]”)。

  2. 1.150ὅτι μὲν οὖν εἰσὶν ἀρχαί.

    该分句是对亚里士多德原文末尾要点的标题式提引(“因此,关于本原的存在……”),并非完整的独立句子;其后出现的动词 ἐδείξαμεν(“我们已表明”)统摄了对该问题的解答内容(ὅτι εἰ τὰ φυσικὰ πράγματα σύνθετα...)。其后的 καὶ τίνες καὶ πόσαι τὸν ἀριθμόν 亦属相同结构的提引。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:192.21-193.13