- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:191.1-192.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯完成了证明质料不生不灭的归谬法和无穷倒退论证,考察了对“无物由绝对非存在生成”这一公理的质疑(基于诸形式由外部造化赋予),并阐明所给出的质料定义并非严格的定义,而是指示其与形式之关系的描述。
εἰ γὰρ εἰς ὃ φθείρεται τοῦτο ὕλη ἐστί, πρὶν δὲ φθαρῆναι ὕλη ἦν, πρὶν φθαρῆναι ἄρα ἐφθαρμένη ἔσται καὶ μετὰ τὸ φθαρῆναι πάλιν ἔσται. καὶ πάλιν περὶ ἐκείνης τῆς ὕλης ἐξ ἧς γίνεται καὶ εἰς ἣν φθείρεται ἐρωτητέον εἰ ἀγένητος εἴη καὶ ἄφθαρτος ἢ οὔ· εἰ μὲν γὰρ καὶ αὐτὴ γίνοιτο καὶ φθείροιτο, καὶ αὐτῆς δηλονότι δεῖ προυποκεῖσθαι ἑτέραν, καὶ ἢ ἐπ’ ἄπειρον οὕτως δεῖ προϊέναι, ὅπερ ἄτοπον, ἢ στῆναι εἴς τι ἀγένητον καὶ ἄφθαρτον. ἐκεῖνο οὖν ἔσται ἡ πρώτη ὕλη. καὶ διὰ τί ἐπὶ τῆς πρώτης τοῦτο ἐλέγομεν; περὶ γὰρ τῆς πρώτης ἡμῖν ὁ λόγος. Οὕτως οὖν δείκνυται ἡ ὕλη καὶ ἀγένητος οὖσα καὶ ἄφθαρτος ἀξιώματος τούτου κειμένου, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. εἰ δέ τις μὴ συγχωρήσειε τῷ ἀξιώματι; καὶ γὰρ κατ’ αὐτὸν τὸν Ἀριστοτέλην τὰ εἴδη οὐκ ἐκ τῶν κράσεων ὄντα ἔξωθεν ἐπιγίνεται ταῖς κράσεσιν· οὐ γὰρ ἡ τῶν στοιχείων κρᾶσις ποιεῖ τὴν ἄλογον ψυχὴν ἢ ὅλως τὰς ζωάς, ὁπότε οὐδὲ τὰ λοιπὰ εἴδη, τὸ τῆς σαρκὸς λέγω καὶ τὸ τοῦ ὀστοῦ καὶ τὰ τοιαῦτα, ἀλλ’ ἔξωθεν ἐκ τῆς ὅλης δημιουργίας ἐπιγίνεται ταῖς κράσεσιν οὐκ ὄντα πρότερον. δῆλον δήπου ὅτι καὶ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἐπιγίνεται, οὐχ ὡς ἐξ ὑλικοῦ λέγω αἰτίου· οὐ γὰρ προυποκείμενόν τι ὑλικὸν αἴτιον οὕτω τραπὲν ἐποίησε τὴν ἄλογον ψυχήν, ἡ δὲ κρᾶσις ἐπιτήδειον μόνον ποιεῖ τὸ σῶμα εἰς τὸ δέξασθαι αὐτήν, οὐ μέντοι ἡ κρᾶσις ψυχή ἐστιν. ὥσπερ γὰρ ὁ τὰς χορδὰς τῆς λύρας κατασκευάζων ἐπιτηδείας αὐτὰς ποιεῖ εἰς τὸ καταδέξασθαι τὸ εἶδος τῆς ἁρμονίας, καὶ οὐχ αἱ χορδαὶ ἁρμονίαι εἰσίν, ἀλλ’ ἔξωθεν ὑπὸ τοῦ τεχνίτου ἡ ἁρμονία ταῖς χορδαῖς ἐπιτίθεται, οὕτως καὶ ἐπὶ τῆς τῶν σωμάτων τῶν ζῴων κράσεως ἔχει· τῇ γὰρ ἐπιτηδειότητι τῆς κράσεως ἔξωθεν αἱ ζωαὶ ἐπιτίθενται ὑπὸ τῆς δημιουργίας· οὐ γὰρ δὴ τὸ χεῖρον τοῦ κρείττονος εἴη ἂν αἴτιον καὶ τῆς ψυχῆς τὸ ἄψυχον καὶ τῆς ζωῆς τὸ ἄζωον. ὥστε εἰ τὰ τοιαῦτα μὴ ἀίδια ὄντα, ἀλλὰ γινόμενα καὶ ἀπογινόμενα, μὴ ἔκ τινος προυποκειμένης ὕλης τὴν οὐσίαν καὶ τὴν εἰς τὸ εἶναι ὕπαρξιν δέχεται, πῶς ἄν τις παραδέξαιτο τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, ἀλλ’ ὡς ἐκ προϋποκειμένου ὑλικοῦ αἰτίου;1 ταῦτα δέ φημι ὡς πρὸς τὴν πρώτην τῆς ὕλης ὑπόστασιν, ὅτι οὐδὲν κωλύει ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος αὐτὴν ὑποστῆναι,2 εἴ γε καὶ νῦν τὰ εἴδη πάντα αὐτὴν τὴν οὐσίαν αὐτῶν οὐκ ἔκ τινος προυποκειμένου ἔχουσι· τὸ γὰρ σύνθετόν ἐστι τὸ γινόμενον ἐκ τῆς ὕλης. νῦν μέντοι ἐπὶ τῶν κατὰ μέρος γινομένων, ὅτι ἡ ὕλη ἑκάστου οὔτε γίνεται οὔτε φθείρεται, σαφές. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ὡς πρὸς τὸν παρόντα λόγον, πλειόνων εἰς τὸν τόπον ὄντων ἐπιχειρημάτων. Ζητήσειε δ’ ἄν τις ἐν τούτοις εἰκότως, πῶς τῆς ὕλης ὁρισμὸς ἀποδέδοται· εἰ γὰρ μὴ ἔστιν ἑλεῖν ἐπιβλητικῶς τὴν τῆς ὕλης οὐσίαν, καὶ διὰ τοῦτο τὴν γνῶσιν αὐτῆς κατ’ ἀναλογίαν ἢ ἐξ ἀποφάσεως ἴσχομεν, πῶς νῦν ὁρισμὸν τῆς ὕλης ἀποδίδωσιν; οἱ γὰρ ὁρισμοὶ καταφατικοί, τῆς δὲ ὕλης οὐκ ἔστι τι καταφῆσαι. φαμὲν οὖν ὅτι ὁ νῦν ἀποδεδομένος τῆς ὕλης ὁρισμὸς οὐ τῆς οὐσίας αὐτῆς ἐστι δηλωτικός (οὐ γὰρ καταφάσκει τι αὐτῆς), ἀλλὰ τῆς σχέσεως αὐτῆς ἣν ἔχει πρὸς τὰ εἴδη· καὶ ὥσπερ τῶν γενῶν οἱ ὁρισμοὶ οὐκ ἄλλο τι αὐτῶν καταφάσκουσιν, ἀλλὰ μόνον τὴν σχέσιν λέγουσιν ἣν ἔχουσι πρὸς τὰ ὑπ’ αὐτά (ὅταν γὰρ εἴπω “γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον”, οὐ τίς ἡ οὐσία τοῦ γένους εἶπον, ἀλλὰ τίνα σχέσιν ἔχει πρὸς τὰ ὑπ’ αὐτό· καὶ ἔστιν οὐ κυρίως οὗτος ὁρισμός, ὑπογραφὴ δὲ μᾶλλον), οὕτως καὶ ἐπὶ τῆς ὕλης φαμὲν ὅτι οὐχ ὁρισμός ἐστιν ὁ νῦν αὐτῆς ἀποδεδομένος, ἀλλὰ μᾶλλον ὑπογραφή, δηλῶν ποίαν σχέσιν ἔχει πρὸς τὰ ὑλικὰ πράγματα. Ὡς δὲ κατὰ δύναμιν οὐ καθ’ αὑτό.3 τουτέστιν ὡς κατὰ τὴν οἰκείαν δύναμιν καθ’ αὑτὴν ἄφθαρτός ἐστιν· ἀεὶ γάρ ἐστι δυνάμει πάντα. τὴν μὲν γὰρ στέρησιν οὐκ ἀεὶ ἔχει, τὸ μέντοι δυνάμει πάντα εἶναι ἀεὶ ἔχει, τοῦτο δέ ἐστιν αὐτῆς ἡ φύσις.
因为如果它被毁灭于其中的东西是质料,并且在被毁灭之前它就是质料,那么在被毁灭之前它就已被毁灭了,而在被毁灭之后它又将存在。再者,关于它从中生成并毁灭于其中的那个质料,人们必须追问它究竟是不生不灭的还是并非如此;因为如果它自身也是生成的并被毁灭的,显然必须有另一质料先于它作为基底存在,并且人们必须要么像这样进行到无穷,这是荒谬的,要么止步于某种不生不灭之物。那么,那个东西就将是第一质料。而我们先前为何关于第一质料说这一点呢?因为我们的讨论正是关于第一质料的。因此,通过设定“任何事物都不会由完全、绝不存在之物生成”这一公理,质料便以这种方式被表明既是不生的也是不灭的。但是,如果有人不赞同这一公理呢?因为即使按照亚里士多德本人,诸形式也不是从调配中产生的,而是从外部附加于调配之上的;因为各元素的调配并不能产生非理性的灵魂,或者一般而言产生诸生命,既然它甚至连其余的形式也不能产生,我指的是肉的形式、骨的形式以及诸如此类的形式,而是从外部、从整体的造化中附加于调配之上,它们此前并不存在。显然,诸形式也是由完全、绝不存在之物附加其上的,我的意思是并非作为由质料因[所产生的];因为并非某种预先作为基底的质料因经过如此转变而产生了非理性的灵魂,调配只是使身体适合于接受它,然而调配绝非灵魂。正如制造里拉琴琴弦的人使琴弦适合于接受和谐的形式,而琴弦并非和谐,和谐乃是由工匠从外部附加于琴弦之上的,动物身体的调配也是如此;因为生命乃是由造化从外部附加于调配的适宜性之上的;因为较劣者绝不可能是较优者的原因,无灵魂者不可能是灵魂的原因,无生命者也不可能是生命的原因。因此,如果此类并非永恒、而是生成并消逝的事物,并不是从某种预先作为基底的质料中获得其实体和进入存在的持存,人们怎能接受没有任何事物从完全、绝不存在之物生成,而[只能]作为从预先作为基底的质料因中[生成]呢?但我谈论这些是就质料的第一持存而言的,即如果甚至在现在一切形式也不从某种预先作为基底的事物中获得其自身实体,那么没有任何事物阻止质料由完全、绝不存在之物成立;因为由质料所生成的乃是复合体。然而现在,就具体生成的诸事物而言,每一事物的质料既不生成也不毁灭,这是明晰的。关于这一论题虽有更多论证,但就目前的讨论而言,姑且谈到这里为止。 在这些问题中,有人很自然地会探究,质料的定义是如何被给出的;因为如果不容许直观把握质料的实体,且由于这一缘故我们是通过类比或否定来获得对它的认识,他现在又如何给出了质料的定义呢?因为定义是肯定性的,而对于质料却不可能肯定任何东西。因此我们说,现在所给出的质料的定义并不是指示其实体的(因为它并未肯定质料的任何属性),而是指示它对诸形式所具有的关系;正如诸属的定义并没有肯定关于它们的别的事物,而只是说明它们对于从属于它们之物所具有的关系(因为当我讲“属是在本质上对在形式上相异的多数事物所作的述谓”时,我并未说出属的实体是什么,而是说出了它对从属于它的事物具有何种关系;而这并不是严格意义上的定义,倒更像是一种描述),同样对于质料,我们也说现在关于它所给出的不是定义,而毋宁是一种描述,表明它对质料性事物具有怎样的关系。 “然而就潜能而言,并非按自身[被毁灭]。”这就是说,就其特有的潜能而言,它按自身是不灭的;因为它在潜能上始终是万物。因为缺失它并不始终具有,但在潜能上是万物它却始终具有,而这正是它的本性。
- 1.149πῶς ἄν τις παραδέξαιτο τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, ἀλλ’ ὡς ἐκ προϋποκειμένου ὑλικοῦ αἰτίου;
动词 παραδέξαιτο 的宾语是由冠词 τὸ 引导的整个不定式短语“τὸ μηδὲν ... γίνεσθαι, ἀλλ’ ὡς ...”。连词 ἀλλά 与否定主语 μηδέν 相对立,概括了被接受的公理整体内容:“任何事物都不由完全非存在生成,而[只]作为由预先作为基底的质料因生成”。
- 1.149ταῦτα δέ φημι ὡς πρὸς τὴν πρώτην τῆς ὕλης ὑπόστασιν, ὅτι οὐδὲν κωλύει ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος αὐτὴν ὑποστῆναι
ὅτι 从句充当 φημί 的直接宾语从句(“我说……这一事实”)。夹在其间的介词短语 ὡς πρὸς τὴν πρώτην τῆς ὕλης ὑπόστασιν(就质料的第一持存而言)起限定作用,指明斐洛庞努斯自身的讨论范围(针对质料整体的最初创造),以与亚里士多德针对个别生成事物(κατὰ μέρος γινόμενα)的讨论相对照。
- 1.149Ὡς δὲ κατὰ δύναμιν οὐ καθ’ αὑτό.
这是引自亚里士多德《物理学》192a27的短语片段(分段引文),句中省略了定式动词。如随后由 τουτέστιν 引入的解释所表明的,需补足谓词 φθείρεται 或 ἄφθαρτός ἐστιν,理解为“然而就潜能而言[是不灭的],并非按自身[被毁灭]”。
