- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:189.9-191.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯阐明了质料在时间上是不生不灭的,但在偶性上随着缺失的消长可被说成生成与毁灭,并从亚里士多德将质料定义为内在的第一基底出发,论证了质料的不生与不灭。
" Φθείρεται δὲ καὶ γίνεται ἔστι μὲν ὥς, ἔστι δ’ ὡς οὔ." Δείκνυσι δὲ ἐντεῦθεν ὅτι καὶ ἀγένητος καὶ ἄφθαρτος ἡ ὕλη, ἀγένητος δὲ οὐ κατ’ αἰτίαν, ἀλλὰ κατὰ χρόνον·1 καὶ τοῦτο δῆλον μὲν καὶ ἐξ αὐτῶν τῶν ἐπιχειρημάτων ἐξ ὧν δείκνυσιν αὐτὴν καὶ ἀγένητον καὶ ἄφθαρτον, δῆλον δὲ καὶ ἐκ τῶν ἀλλαχοῦ αὐτῷ εἰρημένων (περὶ γὰρ τοῦ πρώτου λέγων φησὶν “ἐκεῖθεν γὰρ τοῖς πᾶσι τὸ εἶναί τε καὶ ζῆν, τοῖς μὲν τρανέστερον τοῖς δὲ ἀμυδρότερον”, ὥστε καὶ τῇ ὕλῃ.2 καὶ πάλιν “ἐκ τοιαύτης ἄρα ἀρχῆς ἐξήρτηται ὅ τε οὐρανὸς καὶ ὁ κόσμος”, ὥστε καὶ τὸ τοῦ κόσμου ὑποκείμενον) * * * ἐκ τῶν ἐπιχειρημάτων αὐτῶν, ὅτι τὴν κατὰ χρόνον γένεσιν ἀναιρεῖ τῆς ὕλης. τί γάρ φησιν; ὅτι εἰ μὴ εἴη ἀγένητος ἀλλὰ γίνοιτο, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἐξ οὗ γίνεται καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, καὶ ταύτῃ τῇ ὑποθέσει δείξας ἄτοπόν τι ἑπόμενον, ἀναιρεῖ μὲν ταύτην, εἰσάγει δὲ τὴν ἐναντίαν. εἰ δὲ λέγει ὅτι εἰ γενητὴ εἴη ἡ ὕλη, δεῖ τι αὐτῆς πρότερον ὑποκεῖσθαι, δῆλον ὅτι κατὰ χρόνον γενητὴν ὑποτίθεται, εἴ γε καὶ προυποκεῖσθαί τι αὐτῆς ἀνάγκη· ταύτην δὲ τὴν ὑπόθεσιν ἀναιρεῖ· τὸ ἄρα κατὰ χρόνον γενητὸν εἶναι τὴν ὕλην ἀναιρεῖ, οὐ τὸ κατ’ αἰτίαν· τὸ δὲ τῷ κατὰ χρόνον γενητῷ ἀντικείμενον τὸ κατὰ χρόνον ἐστὶν ἀγένητον· κατὰ χρόνον ἄρα ἀγένητον εἶναι βούλεται τὴν ὕλην οὐ κατ’ αἰτίαν. ἔστιν οὖν, φησί, καὶ ἀγένητος καὶ ἄφθαρτος, φθείρεσθαι δὲ καὶ γίνεσθαι λέγοιτο ἄν κατὰ συμβεβηκός· ἐπεὶ γὰρ ἡ στέρησις ἐν τῇ ὕλῃ οὖσα τῇ παρουσίᾳ τοῦ εἴδους φθείρεται καθ’ αὑτό, λέγοιτο ἄν καὶ αὐτὴ κατὰ συμβεβηκὸς φθείρεσθαι· εἰ γὰρ ἀνείδεος ἡ ὕλη, τὸ δ’ ἀνείδεον τοῦτο στερητικόν ἐστι τῶν εἰδῶν, ἐπειδὴ τῶν εἰδῶν παραγινομένων φθείρεται τὸ ἀνείδεον τῆς ὕλης (εἰδοποιεῖται γάρ), διὰ τοῦτο καὶ αὐτὴ κατὰ συμβεβηκὸς λέγεται φθείρεσθαι· οὐ γὰρ αὐτὸ τὸ εἶναι αὐτῆς καί, ἵνα οὕτως εἴπω, οὐχ ἡ φύσις καὶ ἡ οὐσία αὐτῆς φθείρεται, ἀλλὰ μόνον τὸ ἀνείδεον. ὥσπερ καὶ τοῦ κηροῦ καθ’ αὑτὸ ἀσχηματίστου ὄντος, ὅταν σχηματισθῇ, τὸ μὲν ἀσχημάτιστον αὐτοῦ ἔφθαρται (καὶ ταύτῃ λέγοιτο ἄν καὶ ὁ κηρὸς ἐφθάρθαι κατὰ συμβεβηκός), οὐ μέντοι αὐτὴ ἡ τοῦ κηροῦ οὐσία ἔφθαρται, οὕτως καὶ ἐπὶ τῆς ὕλης ἔστιν εἰπεῖν· ὅτι γὰρ ἡ στέρησις ἐν αὐτῇ οὖσα καθ’ αὑτὸ φθείρεται, λέγοιτο ἂν καὶ αὐτὴ κατὰ συμβεβηκὸς φθείρεσθαι, γίνεσθαι δὲ πάλιν, ὅταν ἀποβαλοῦσα τὸ εἶδος προσλάβῃ τὴν στέρησιν. τῷ γὰρ τὴν στέρησιν ἐν αὐτῇ γενέσθαι καὶ αὐτὴ ἄν γίνεσθαι λέγοιτο κατὰ συμβεβηκός, ἐπεὶ καὶ τῷ ἑαυτῆς λόγῳ ἀνείδεός ἐστιν· ὥσπερ ἄν εἰ τὸν ἀμφορέα φθείρεσθαι λέγοι τις φθαρέντος τοῦ ἐν αὐτῷ οἴνου, ἢ τὸν λευκὸν ἵππον φθαρέντος τοῦ λευκοῦ, γίνεσθαι δὲ πάλιν ἐγγινομένου. Οὕτω μὲν οὖν φθείρεσθαι καὶ γίνεσθαι λέγοιτο ἄν ἡ ὕλη οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, καθ’ αὑτὸ δέ, φησί, καὶ ἀγένητόν ἐστι καὶ ἄφθαρτον. καὶ ἵνα τοῦτο δείξῃ, ἀποδίδωσι τὸν τῆς ὕλης ὁρισμὸν ἐξ οὗ δείκνυσιν ἀδύνατον αὐτὴν ἢ γενέσθαι ἢ φθαρῆναι· ὕλην γάρ, φησί, λέγω τὸ πρῶτον ὑποκείμενον ἑκάστῳ, ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός.3 τὸ πρῶτον μὲν εἶπε διὰ τὸ τριχῇ διαστατόν· ἔστι γὰρ καὶ τοῦτο ὑποκείμενον πᾶσι τοῖς λοιποῖς ἀλλ’ οὐ πρῶτον, καὶ ἕτερον ἑτέρῳ μερικώτερόν ἐστιν ὑποκείμενον ἀλλ’ οὐ πρῶτον, πρῶτον δ’ ὑποκείμενον πᾶσιν ἡ ὕλη. τὸ δὲ ἐξ οὗ ἐνυπάρχοντος, ὅτι γίνεται καὶ ἐκ τῆς στερήσεως τὰ γινόμενα, ἀλλ’ οὐκ ἐνυπάρχοντος, ἀλλὰ κατὰ συμβεβηκός, ἐκ τῆς ὕλης δὲ καθ’ αὑτό· ἐνυπάρχον γάρ. καὶ ἔχεις ἐντεῦθεν ἐκ τίνος καθ’ αὑτὸ γίνεται τὰ γινόμενα. τοῦ ὅρου οὖν τῆς ὕλης οὕτως ἔχοντος, δείκνυσι τέως ὅτι ἀγένητος οὕτως· εἰ γὰρ γίνεται, ἐκ τινος ὑποκειμένου γενήσεται (οὐδὲν γὰρ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται), τοῦτο δ’ ἐστὶν ἡ τῆς ὕλης φύσις, ὃ πρῶτόν ἐστιν ὑποκείμενον· ὥστε ἔσται ὕλη πρὶν γενέσθαι ὕλην. καὶ πάλιν εἰ φθείρεται, εἴς τι φθαρήσεται, εἰς ὃ δὲ ἔσχατον φθείρονται τὰ φθειρόμενα ἡ ὕλη ἐστίν· ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι.
“然而[质料]在某种方式下毁灭并生成,但在某种方式下则不然。” 他由此论证了质料既是不生的也是不灭的,然而不生不是按原因而言,而是按时间而言;这一点不仅从他据以论证质料既不生也不灭的论证本身来看是显然的,而且从他在别处所说的内容来看也是显然的(因为在谈到第一始基时,他说“因为万物的存在与生命皆源于彼,对有些事物更明晰,对有些事物更微弱”,因此质料亦是如此;他又说“天与宇宙正是依存于这样的本原”,因此宇宙的基底亦是如此)[……]从论证本身来看,他否定了质料在时间上的生成。因为他说了什么呢?如果质料不是不生的而是生成的,就必定首先有某种事物作为基底存在,它是质料自身而非偶性地由此生成出来的;他指出这一假定会导致荒谬的后果,从而否定了它,并引入了相反的主张。但是,如果他说如果质料是可生成的,就必定有先于它的某种事物作为基底存在,显然,既然必然有某种事物先于它作为基底存在,他就是把质料设定为在时间上可生成的;而他否定了这一假定;因此他否定的是质料在时间上可生成,而不是在原因上可生成;而与时间上可生成相对立的,是在时间上不生;因此他主张质料在时间上不生,而不是在原因上不生。因此他说,质料既是不生的也是不灭的,但被毁灭和生成可以在偶性上说;因为内在于质料的缺失因形式的临在而按自身被毁灭,质料自身也可以被说成是偶性地被毁灭;因为如果质料是没有形式的,而这种无形式正是对诸形式的缺失,既然随着诸形式的到来,质料的无形式便被毁灭了(因为被赋予了形式),由于这个缘故质料自身也被说成是偶性地被毁灭;因为并非质料的存在本身,并且姑且这样说,并非它的本性和实体被毁灭,而唯独是那无形式被毁灭。正如蜡按自身是无定形的,当它被定形时,它的无定形已被毁灭(在这个意义上蜡本身也可以被说成是偶性地被毁灭了),然而蜡自身的实体并未被毁灭,对质料也可以这样说;因为内在于质料的缺失是按自身被毁灭的,所以质料自身也可以被说成是偶性地被毁灭,而当质料脱落形式重新接纳缺失时,又可以被说成是重新生成。因为由于缺失在它之中生成,质料自身也可以被说成是偶性地生成,因为就其自身的定义而言它也是没有形式的;正如有人可以说,当双耳细颈罐中的酒变坏时双耳罐就坏了,或者当白马的白消亡时白马就坏了,而当白重新产生于其中时它又生成了。 那么,质料以这种方式可以被说成不是按自身而是偶性地毁灭与生成,但在自身上,他说,它既是不生的也是不灭的。为了表明这一点,他给出了质料的定义,并由此论证质料既不可能生成也不可能毁灭;因为他说:“我所谓的质料,就是对每一个事物而言第一的基底,在它内在地存在的情况下、某物非偶性地由之生成出来的东西。”他说“第一的”,是由于三维广延之故;因为这也作为基底存在于其余一切事物之下,但并非第一的,并且某物也可以作为更特殊的基底存在于另一事物之下,但也并非第一的,而对万物而言第一的基底则是质料。他说“由之……内在地存在”,是因为生成之物固然也由缺失而生成,但缺失并非内在地存在,而是偶性地,而由质料则是按自身生成;因为质料是内在地存在的。由此你便可以把握,生成之物究竟按自身是由什么生成的。既然质料的定义如此,他暂且按如下方式论证它是不生的:因为如果它生成,它将由某种作为基底之物生成(因为任何事物都不会由完全、绝不存在之物生成),而这正是质料的本性,即第一基底;从而在质料生成之前就将存在着质料。再者,如果它毁灭,它将毁灭为某种东西,而毁灭之物最终所毁灭于其中的那个终极之物就是质料;从而在它被毁灭之前它就已经被毁灭了。
- 1.149ἀγένητος δὲ οὐ κατ’ αἰτίαν, ἀλλὰ κατὰ χρόνον
并列的介词短语“οὐ κατ’ αἰτίαν, ἀλλὰ κατὰ χρόνον”表示限定范围。斐洛庞奴斯以此区分了时间上的无始(ἀγένητος κατὰ χρόνον)与原因上的无始,指出质料在时间上没有起点,但在因果上仍然依赖第一本原。
- 1.149ὥστε καὶ τῇ ὕλῃ
承接前文引文“ἐκεῖθεν γὰρ τοῖς πᾶσι τὸ εἶναί τε καὶ ζῆν”的结果从句。其述语动词及主语部分(如 τὸ εἶναί τε καὶ ζῆν ὑπάρχει)被省略,需补足理解为“因此对质料而言[存在与生命亦源于彼]”。
- 1.149ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός
引用亚里士多德的定义。分词“ἐνυπάρχοντος”既可视为属格独立结构(“在[质料]内在存在的情况下”),也可视为与关系代词“οὗ”的先行词(质料)在格上一致的修饰成分。注疏者紧接着用“τὸ δὲ ἐξ οὗ ἐνυπάρχοντος…… ἐνυπάρχον γάρ”加以阐释,表明它起到规定质料在生成物中持续存在的作用。
