← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§17.20-19.9

普遍与个别认知顺序表面矛盾的解决

本节讨论《物理学》与《后分析篇》关于普遍者和个别事物何者居先且更为可知的表面矛盾。注疏者区分了感觉首先把握的混淆普遍者与严格意义的普遍者,并通过产生个别事物的特异自然与产生共通性的普遍原因之间的区分来调和两部著作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#6

εἰ γὰρ καὶ μὴ ἐπὶ λέξεως οὕτως κεῖται, ἀλλ’ οὖν ἕπεται ἐξ ἀνάγκης· εἰ γὰρ σαφέστερα τῇ φύσει τὰ καθ’ ἕκαστα, καὶ πρῶτα δηλονότι. καὶ ἡμεῖς δὲ ἀρτίως ἐλέγομεν ὅτι ὃ ποιεῖ ἡ φύσις, τοῦτο καὶ γινώσκει μάλιστα, ποιεῖ δὲ τὰ καθ’ ἕκαστα. τὸ μὲν οὖν πρῶτον τῶν ἠπορημένων ἤδη σχεδὸν διελυσάμεθα, ὅτι καθόλου ἐνταῦθα λέγει οὐ τὸ κυρίως καθόλου, ἀλλὰ τὸ μερικὸν καὶ συγκεχυμένον διὰ τὸ πλείοσιν ἐφαρμόζειν· οὐκ ἐναντία οὖν ταῦτα ἐκείνοις. ἀληθὲς μὲν γὰρ ὅτι τὸ καθ’ ἕκαστα τῇ αἰσθήσει γνωριμώτερον (ὅλως γὰρ τοῦ καθόλου ἡ αἴσθησις οὐκ ἀντιλαμβάνεται), ἀλλ’ ἐπειδὴ πᾶσα φύσις ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόεισι, διὰ τοῦτο πρότερον συγκεχυμένως καὶ ἀδιαρθρώτως ἐπιβάλλει τῷ καθ’ ἕκαστα ἡ αἴσθησις, διακρίνειν εὐθὺς τοὺς ἰδικοὺς τοῦ καθ’ ἕκαστα χαρακτῆρας ἀπὸ τῶν λοιπῶν οὐκ ἐξισχύουσα· ὅθεν δι’ αὐτὸ τοῦτο τοῦ καθόλου τὴν τοιαύτην τῆς αἰσθήσεως γνῶσιν προσηγόρευσεν, ἐν δὲ τῇ Ἀποδεικτικῇ τὸ κυρίως καθόλου λαμβάνει. ὥστε σύμφωνα καὶ οὐκ ἐναντία ταῦτα. Ἀλλὰ πῶς τὰ καθ’ ἕκαστα καὶ διηρθρωμένα πρῶτα εἶναι τῇ φύσει ἐνταῦθα λέγεται, ἐκεῖ δὲ τὰ καθόλου; φημὶ τοίνυν ὅτι ὥσπερ ἐπὶ τῶν καθ’ ἕκαστα ζῴων οὐ μόνον ἐν ἑκάστῳ τοῦ ζῴου μέρει φυσική τις ἔστι δύναμις ἡ τὴν τούτου διοίκησιν ἐμπιστευθεῖσα, ἀλλ’ ἔστι τις καὶ ἡ τὸ ὅλον ἐπιτροπεύουσα καὶ μίαν ζωὴν καὶ ἁρμονίαν ἐκ πάντων τῶν μερῶν ἀποτελοῦσα, εἴπερ ὕλης ἔχει πρὸς τὸ ὅλον τὰ μέρη λόγον, οὕτως ἀνάγκη καὶ ἐν τῷ παντί, ὥσπερ ἐστὶν ἡ ἐν ἑκάστῳ μερικὴ φύσις ἡ δημιουργικὴ τούτου καὶ σωστική, οὕτως ἐξ ἀνάγκης καὶ τὴν εἰς μίαν ὁλότητα τὰ καθ’ ἕκαστον ἁρμόζουσαν εἶναι δεῖ.1 ἐπεὶ πόθεν αἱ ἐν τοῖς γένεσί τε καὶ τοῖς εἴδεσι κοινότητες, εἰ μὴ ἦν τι τὸ τῆς κοινωνίας ταύτης αἴτιον; οὐ γὰρ ἐκ ταὐτομάτου, οὐδὲ κατὰ συμβεβηκὸς ἡ κοινωνία. οὐκοῦν τις καὶ ἡ τούτου φυσικὴ αἰτία, εἰ καὶ μὴ καθ’ αὑτό τι τῶν τοιούτων ὑφέστηκεν, ἀλλ’ ἐν τῇ τῶν καθ’ ἕκαστα συνυφίσταται γενέσει, ὡς καὶ ἡ ἐπὶ ἑκάστου ἀτόμου ὁλότης οὐκ οὖσα τῶν μερῶν χωρὶς τῇ τούτων ἅμα πάντων συνυφίσταται γενέσει. ὥστε κἂν λέγωμεν μηδὲν τῶν ὅλων ἁπλῶς γίνεσθαι, ἀληθές· οὐδὲ γὰρ ὡς ὅλον ἁπλῶς αὐτὸ καθ’ αὑτὸ γίνεται, ἀλλὰ τῇ γενέσει τῶν μερῶν συναναφαίνεται. οὕτως οὖν οὔτε γίνεται καθ’ αὑτὸ τῶν καθόλου τι, καὶ τοῖς ὧν ἐστι καθόλου γινομένοις συναναφαίνεται. ἐπεὶ οὖν ἑκάστη φύσις τοῦτο γινώσκει πρῶτον οὗπερ καὶ ἔστιν αἰτία, οὐκοῦν, ὥσπερ ἡ τὸ καθ’ ἕκαστα δημιουργοῦσα τοῦτο καὶ οἶδε πρῶτον κἀκ τοῦδε ὑστέρως ἐπὶ τὰ καθόλου πρόεισιν, οὕτως ἐκ τοῦ ἐναντίου ἡ τῶν καθόλου αἰτία ταῦτά τε γινώσκει πρῶτα καὶ σαφέστερα αὐτῇ ταῦτα τυγχάνει. ἐν μὲν οὖν τῇ Φυσικῇ πραγματείᾳ, ἐπειδὴ σκοπὸς μὴ μόνον ὡς φυσικὰ ἁπλῶς εἰδέναι, ἀλλὰ καὶ ὡς τοιάδε φυσικὰ ζῷα καὶ τοιάδε ζῷα καὶ ὡς τοιάδε μέταλλα, κἀν τοῖς Μετεώροις ὡς βροντὴν ὡς ἀστραπήν, καὶ ἐπὶ τῶν ἄλλων πάντων ὁμοίως, εἰκότως ὑστέραν ἡμῖν τὴν τῶν καθ’ ἕκαστα γίνεσθαί φησι γνῶσιν, πρώτην δὲ τὴν τῶν καθολικωτέρων καὶ συγκεχυμένων, καθ’ ὃν ἤδη τρόπον ἔφθημεν εἰπόντες· ἐν δὲ τῇ Ἀποδεικτικῇ, ἐπειδὴ περὶ ἐπιστήμης ὁ λόγος ἥτις τῶν καθόλου ἐστὶ γνῶσις, πρῶτα εἶναι τῇ φύσει λέγει τὰ καθόλου καὶ γνωριμώτερα, καὶ ὕστερα ἡμῖν ταῦτα παραγίνεσθαι, τὴν αἰτίαν δηλονότι τῶν καθόλου φύσιν ἐκεῖσε λέγων.2 ὥστε σύμφωνα ταῦτα, οὐκ ἐναντία. Πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα. ἐκ τῶν ἡμῖν〈μὲν〉 σαφεστέρων ἀρξάμενοι, φησί, τῇ δὲ φύσει ἀσαφεστέρων, τελευτῶμεν ἐπὶ τὰ ἡμῖν μὲν ἀσαφῆ, τῇ δὲ φύσει σαφῆ. ἐπεὶ οὖν, φησίν, ἡ ὁδὸς ἡ ἐπὶ γνῶσιν τῶν πραγμάτων καθόλου οὕτως πέφυκεν, ἀνάγκη καὶ νῦν ἡμᾶς τὴν τῶν φυσικῶν γνῶσιν ἑλεῖν βουλομένους τούτῳ τῷ τρόπῳ τῆς διδασκαλίας χρήσασθαι.

因为即使字面上并未如此写明,但也必然随之而来;因为如果各个个别事物对自然而言是更为清楚的,那么显然也是第一位的。而且我们刚才也说过,自然所造就的,这也就是它最知晓的,而它造就的是各个个别事物。因此,被提出的第一个难点我们已经几乎解决了:即在这里他所说的“普遍者”并非严格意义上的普遍者,而是由于适用于多数事物因而是特殊的且混淆者;因此这些说法与那些说法并不矛盾。因为个别事物对于感觉而言更为可知确实是真实的(因为感觉根本不把握普遍者),但由于一切自然都是从不完全者向完全者行进,正因如此,感觉起初是以混淆且未分节的方式投射于个别事物,无法立即将该个别事物的特异特征同其余事物区分开来;由此,正是因此缘故,他把感觉的此类认识称为普遍者的认识,而在《后分析篇》中他所取的则是严格意义上的普遍者。因此这些说法是一致的,并不矛盾。 但是,为何在这里说个别事物及已分节的事物在本性上是第一位的,而在那里说是普遍者呢?那么我说:正如在各个个别动物身上,不仅在动物的各个部分中存在着某种被委托管理该部分的自然能力,而且也存在着某种监督整体并从一切部分中造就单一生命与和谐的能力(倘若部分对于整体具有质料的比例),在宇宙整体中也必然如此:正如在各个事物中存在着造就并维系该事物的特殊自然,必然地,也必须存在着将各个事物调谐为单一整体性的[自然]。因为如果不存在导致这种共通性的原因,那么在属和种之中的共通性又是从何而来的呢?因为这种共通性既非出于自发,亦非出于偶性。因此,即使此类事物中没有任何一个自在自立,而是在各个个别事物的生成中共同立存,也同样存在着这一点的某种自然原因,正如各个个体身上的整体性并非脱离部分而存在,而是在这一切部分的同时生成中共同立存一样。所以,即使我们说整体之物绝没有哪个是简单地生成的,这也是真实的;因为它并非作为整体简单地自在生成,而是随着部分的生成而一同显现。因此以这种方式,普遍者中没有任何一个自在地生成,而是在它作为其普遍者的那些事物生成时一同显现。那么,既然各个自然都首先知晓其自身作为原因的那一事物,因此,正如造就各个个别事物的自然首先知晓个别事物、并由此在后向普遍者行进那样,相反地,普遍者的原因首先知晓这些普遍者,并且这些对它而言更为清楚。那么在《物理学》中,由于其目标不仅在于把事物简单地作为自然物来认识,而且作为这般的自然动物、这般的动物、这般的矿物来认识,并在《气象学》中作为雷、作为闪电来认识,并在一切其余事物上同样如此,因此他合乎情理地说,个别事物的认识对我们而言是在后产生的,而更具普遍性且混淆之物的认识是在先产生的,这正是按照我们此前已经说过的途径;而在《后分析篇》中,由于所论述的是科学知识——即关于普遍者的知识,他说普遍者在本性上是第一位的且更为可知的,并且这些对我们而言是在后产生的,在那里显然是将普遍者的原因称为“自然”。因此这些说法是一致的,并不矛盾。“在本性上,道路是从对我们而言更可知且更清楚的事物,通向在本性上更清楚且更可知的事物。”他说,从对我们而言更清楚、但对自然而言不够清楚的事物出发,我们最终到达对我们而言不清楚、但对自然而言清楚的事物。因此他说,既然通向对事物的认识的道路总的来说在本性上就是如此,那么想要把握自然事物的认识的我们,现在也必须采用这种教学方式。

语法注2 条
  1. 1.4τὴν εἰς μίαν ὁλότητα τὰ καθ’ ἕκαστον ἁρμόζουσαν εἶναι δεῖ

    女性冠词与分词短语 τὴν ... ἁρμόζουσαν 的中心词承接前文的 μερικὴ φύσις 省略了女性名词 φύσιν。此外,对应句首的 ἀνάγκη,这里叠用了 ἐξ ἀνάγκης ... δεῖ,构成了统摄不定式 εἶναι 及其宾格主词的无人称句式。

  2. 1.4τὴν αἰτίαν δηλονότι τῶν καθόλου φύσιν ἐκεῖσε λέγων

    分词 λέγων 带双宾格,以 τὴν αἰτίαν τῶν καθόλου 为直接宾语,以 φύσιν 为述语宾格,意为“在那处(《后分析篇》中)显然是将普遍者的原因称为‘自然’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:17.20-19.9