← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§187.18-189.8

对善之形式的渴望与质料同缺失的区分

斐洛波诺斯注解了亚里士多德在192a16处的论述,论证了内在质料的形式是神圣、善且为人渴望的,而缺失则是作恶的。他指出若将质料与缺失等同会导致渴望自身毁灭等荒谬推论,阐明了质料渴望形式,并且质料之所以具有丑陋和雌性只是出于偶性而非出于本质自身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.148

" Ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ." Πῶς κακοποιὸς ἡ στέρησις διὰ τούτων κατασκευάζει. ὄντος γάρ, φησί, θείου τινός, λέγει δὲ τοῦ εἴδους τοῦ ἐνύλου· οὐχ ὡς ἄν τις γὰρ ὑπολάβοι περὶ τοῦ πρώτου φησὶ τοῦ θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ·1 τούτῳ γάρ φησιν ἐναντίον εἶναι, τῷ πρώτῳ δὲ οὐδὲν ἐναντίον. θεῖον οὖν φησι τὸ ἔνυλον εἶδος, θεῖον δ’ ὡς παρὰ θεοῦ προϊόν, ἀγαθοῦ δέ, διότι τὸ εἶναι ἑκάστῳ ἀγαθόν.2 τὴν μὲν στέρησιν ἐναντίον φαμὲν τῷ εἴδει, διότι τοῦ μὴ εἶναι αἰτία ἡ στέρησις, εἰ δὲ τῷ ἀγαθῷ ἐναντίον ἡ στέρησις, κακὸν ἄρα ἡ στέρησις. ἡ δὲ ὕλη οὐκ ἐναντία τῷ εἴδει· ἐφίεται γὰρ αὐτοῦ, φησίν, ὡς αἰσχρὸν καλοῦ καὶ θῆλυ ἄρρενος. ὡς γὰρ μετέχουσα τῆς αἰσχρότητος, λέγω δὴ τῆς στερήσεως, οὕτως ἐφίεται τοῦ καλοῦ· κοσμεῖται γὰρ ὑπ’ αὐτοῦ. εἰ τοίνυν ἐφίεται τοῦ εἴδους ἡ ὕλη, οἱ ἄρα ἓν τὴν ὕλην καὶ τὴν στέρησιν νομίζοντες τὴν στέρησιν λέγουσι τοῦ εἴδους ἐφίεσθαι, εἴ γε ταὐτὸν ἡ ὕλη καὶ ἡ στέρησις· τὸ ἐναντίον ἄρα τοῦ ἐναντίου ἐφίεται. τὸ δ’ ἐφιέμενον τοῦ ἐναντίου τῆς αὑτοῦ φθορᾶς ἐφίεται· φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία· αὐτό τι ἄρα τῆς ἑαυτοῦ φθορᾶς ἐφίεται, ὅπερ ἀδύνατον· οὐδὲν γὰρ τῆς ἑαυτοῦ φθορᾶς ἐφίεται. καίτοι εἰ ἐφετὸν τὸ εἶδος διότι καὶ τοῦ εἶναι αἴτιον, τὸ δ’ εἶναι ἀγαθόν, ἀνάγκη πᾶσα ἢ αὐτὸ ἑαυτοῦ ἐφίεσθαι ἢ τὸ ἐναντίον αὐτοῦ ἐφίεσθαι, τὴν στέρησιν λέγω ἢ τὴν ὕλην· ἀλλ’ οὔτε αὐτὸ ἑαυτοῦ ἐφίεται (ἀνενδεὲς γὰρ ἑαυτοῦ, ἐφίεται δέ τις τοῦ ἀπόντος καὶ ὃ μὴ ἔχει) οὔτε ἡ στέρησις (τῆς ἑαυτῆς γὰρ ἂν φθορᾶς ἐφίοιτο)· λείπεται ἄρα τὴν ὕλην ἐφίεσθαι τοῦ εἴδους· εἰ δὲ ἡ ὕλη τοῦ εἴδους ἐφίεται, ταὐτὸν δὲ τῇ στερήσει ἡ ὕλη, τῆς ἑαυτῆς φθορᾶς ἐφίοιτο ἄν. καὶ ἄλλως εἰ ταὐτὸν ἡ ὕλη τῇ στερήσει, πῶς σῴζοιτο ἂν τὸ τινὸς εἴδους αὐτὴν μεταλαμβάνειν; εἰ μὲν γὰρ ἡ τοῦ ἀνθρώπου ὕλη ταὐτὸν τῇ ἀνθρωπείᾳ στερήσει, καὶ ἁπλῶς εἰ ἡ τὶς ὕλη τῇ τινὶ στερήσει ταὐτόν, φθειρομένης τῆς στερήσεως τοῦ ἀνθρώπου ἐν τῇ γενέσει τοῦ ἀνθρώπου φθαρείη ἂν καὶ ἡ τοῦ ἀνθρώπου ὕλη· τὸ δὲ φθαρὲν πῶς ἂν δέξαιτο τὸ εἶδος; οὐκ ἐν ὕλῃ ἄρα τὸ τοῦ ἀνθρώπου εἶδος. καὶ εἰ ἡ τὶς ὕλη 〈τῇ〉 τινὶ στερήσει ταὐτόν, καὶ ἡ ἁπλῶς ὕλη τῇ ἁπλῶς στερήσει ταὐτόν· καὶ ἔμπαλιν εἰ ἡ ἁπλῶς τῇ ἁπλῶς, καὶ ἡ τὶς τῇ τινί. εἰ τοίνυν ἡ ἁπλῶς ὕλη ταὐτὸν τῇ ἁπλῶς στερήσει, δῆλον ὅτι κἂν τινὸς μὲν εἴδους μεταλάβοι, τινὸς δὲ μή, φθείροιτ’ ἄν καὶ οὐκ ἂν εἴη ἄφθαρτος. ὥστε εἰ ταὐτὸν τῇ ὕλῃ ἡ στέρησις, οὔτε ἄφθαρτος ἂν εἴη, οὔτε τὰ εἴδη ἐν ὕλῃ σχήσουσι τὸ εἶναι διὰ τὸ φθαρτὴν αὐτὴν εἶναι· ὡς γὰρ ἡ στέρησις ὑπεξίσταται τῷ εἴδει, οὕτως καὶ ἡ ὕλη ταὐτὸν οὖσα τῇ στερήσει. θεῖον μὲν οὖν τὸ εἶδος, ὡς παρὰ θεοῦ προϊόν, ἀγαθὸν δέ, ἐπειδὴ τὸ εἶναι ἑκάστῳ ἀγαθόν, δι’ αὐτὸ δὲ καὶ ἐφετόν· καὶ πᾶσι γὰρ ἐφετὸν τὸ ἀγαθόν. πῶς δέ φησι τὸ εἶδος μὴ εἶναι ἐνδεές, τὸ δὲ ἐνδεὲς τῆς ὕλης ὑπάρχει; οὐχ ὅτι οὐ δεῖται τῆς ὕλης πρὸς τὸ εἶναι, ἀλλ’ ὅτι ἡ μὲν ὕλη αἰσχρὰ οὖσα καὶ ἀόριστος δεῖται τοῦ ὁρίζοντος καὶ εἰδοποιοῦντος, τὸ δὲ εἶδος αὐτὸ κάλλος ὂν καὶ ὅρος οὐ δεῖταί τινος εἰς τοῦτο· τὸ γὰρ ἐνδεὲς δεῖ πρῶτον εἶναι, εἶτα ἐνδεὲς ἢ ἀνενδεὲς εἶναι. ἡ μὲν οὖν ὕλη κἂν μὴ δεῖται τοῦ εἴδους εἰς τὸ εἶναι ὅσον ἐπὶ τῷ αὑτῆς λόγῳ, ἀλλ’ οὖν οὖσα ἐνδεής ἐστι3 καὶ δεῖται τοῦ ὁρισθῆναι καὶ κοσμηθῆναι, τὸ δ’ εἶδος ἔστι καὶ οὐκέτι δεῖταί τινος τοῦ εἰς τάξιν ἢ εἰς ὅρον ἄγοντος. οὐ καθ’ αὑτὸ δέ φησι τὴν ὕλην αἰσχράν, ἀλλὰ κατὰ συμβεβηκός· αἰσχρότης μὲν γὰρ ἡ στέρησις, αἰσχρὸν δ’ ἡ ὕλη διὰ τὸ μετέχειν τῆς στερήσεως. αἰσχρὸν δὲ κατὰ συμβεβηκός· οὐ γὰρ τῷ ἑαυτῆς λόγῳ (ἡ γὰρ στέρησις τῷ ἑαυτῆς λόγῳ αἰσχρόν), ἀλλ’ ὅτι συνέβη ἐν στερήσει τῶν εἰδῶν αὐτὴν εἶναι. καὶ εἰ πέφυκε τὰ εἴδη ἐπιδέχεσθαι, οὐκ ἂν εἴη καθ’ αὑτὴν αἰσχρά· οὐ γὰρ ἄν ποτε τὸ ἐναντίον ἐδέξατο. ὡσαύτως δὲ καὶ θῆλυ κατὰ συμβεβηκός, ἐπειδὴ παθητικὸν μὲν τὸ θῆλυ, ποιητικὸν δὲ τὸ ἄρρεν καὶ εἰδοποιόν· καὶ ἡ ὕλη δὲ παθητικόν, ποιεῖ δ’ εἰς αὐτὴν τὸ εἶδος.

“因为存在着某种神圣的、善的、为人渴望的事物”他通过这些话论证了缺失是如何作恶的。因为他说,存在着某种神圣的事物——他指的是内在于质料的形式;因为并不像人们所设想的那样,他是在谈论作为神圣、善且为人渴望的第一始基;因为他说有与此对立者存在,而对第一始基而言则没有任何对立者。因此,他说内在于质料的形式是神圣的,并且作为源于神之流出而是神圣的,他又称其为善的,是因为存在对每一个事物而言都是善。我们说缺失是形式的对立面,因为缺失是不存在的原因,如果缺失与善对立,那么缺失就是恶。但质料并不与形式对立;他说,因为质料渴望形式,正如丑渴望美、雌渴望雄一样。因为作为分有丑陋者——我指的是分有缺失——它正是以这种方式渴望美;因为它是被美所装点和赋予秩序的。那么,如果质料渴望形式,那些把质料和缺失看作同一者的人,在质料与缺失确实为同一的前提下,就是主张缺失渴望形式了;因此对立者渴望其对立者。但渴望对立者也就是渴望自身的毁灭;因为对立物是彼此毁灭的;因此某物自身渴望其自身的毁灭,而这是不可能的;因为没有任何事物渴望自身的毁灭。再者,如果形式为人渴望是因为它也是存在的原因,而存在是善,那么必然要么是形式自身渴望自身,要么是它的对立面——我指的是缺失——渴望它,要么是质料〔渴望它〕;但它既不渴望自身(因为对自己毫无欠缺,而一个人所渴望的是不在场之物和自己不具有之物),缺失也不渴望它(因为那样缺失就会渴望自身的毁灭);因此剩下的就是质料渴望形式;但如果质料渴望形式,而质料又与缺失同一,那么质料就会渴望自身的毁灭。此外,如果质料与缺失同一,它分有某种形式这一事实又如何得以保全呢?因为如果人的质料与人的缺失是同一的,或者普遍而言如果特定的质料与特定的缺失是同一的,那么在人的生成过程中,随着人的缺失的毁灭,人的质料也就会被毁灭;但已经被毁灭之物又如何能接纳形式呢?因此人的形式就不会在质料之中了。并且如果特定的质料与特定的缺失同一,普遍质料也与普遍缺失同一;反过来,如果普遍质料与普遍缺失同一,特定的质料也与特定的缺失同一。那么,如果普遍质料与普遍缺失同一,显然即使它分有了某种形式而未分有另一种形式,它也会毁灭,而不再是不朽不灭的了。因此,如果缺失与质料同一,质料既不会是不灭的,诸形式也不会因其易灭而在质料中保有存在;因为正如缺失在形式面前退避消逝一样,与缺失同一的质料也会同样退避消逝。所以形式是神圣的,因其源于神之流出;形式是善的,因存在对每一个事物而言都是善,也正因如此它是为人渴望的;因为善对万物而言都是渴望的对象。但他怎么能说形式并不欠缺,而欠缺则属于质料呢?并不是说形式为了存在就不需要质料,而是说质料作为丑陋且无定限者,需要那加以定限并赋予形式者,而形式自身就是美与定限,在这方面不需要任何东西;因为欠缺之物必须首先存在,然后才谈得上是欠缺还是不欠缺。质料即便就其自身的定义而言为了存在并不需要形式,但无论如何,只要它存在,它就是欠缺的,并需要被规定和赋予秩序;而形式存在着,不再需要任何将其引向秩序或引向定限的事物。他说质料是丑的,并非就其自身而言,而是偶性上的;因为丑陋是缺失,而质料是因为分有缺失才是丑的。在偶性上是丑的,即不是出于它自身的定义(因为缺失出于其自身的定义是丑的),而是因为恰巧它处于对诸形式的缺失之中。如果它天生适合接纳诸形式,它在自身上就不会是丑的;因为那样它就永远不可能接纳自己的对立面。同样地,它作为雌性也是偶性上的,因为雌性是被动的,而雄性是能动的且赋予形式的;质料也是被动的,而形式则对它施加作用。

语法注3 条
  1. 1.148οὐχ ὡς ἄν τις γὰρ ὑπολάβοι περὶ τοῦ πρώτου φησὶ τοῦ θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ

    包含倒装(hyperbaton)的复杂句结构。主句核心是 οὐ... περὶ τοῦ πρώτου φησὶ...(“他并不是在谈论第一始基……”),中间插入了 ὡς ἄν τις ὑπολάβοι(“正如人们可能设想的那样”)。属格词组 τοῦ θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ 作为介词 περί 之宾语 τοῦ πρώτου 的同位语或说明性补充。

  2. 1.148ἀγαθοῦ δέ, διότι τὸ εἶναι ἑκάστῳ ἀγαθόν

    承接前文 θεῖον οὖν φησι ... θεῖον δ’ ὡς ... 的排比结构,省略了主导动词 λέγει(或 φησί)及其宾语。属格 ἀγαθοῦ 直接引用了引文(lemma)中的词,构成解释性句式:“称其为善[的],是因为对每一者而言存在即是善”。

  3. 1.148ἡ μὲν οὖν ὕλη κἂν μὴ δεῖται τοῦ εἴδους εἰς τὸ εἶναι ὅσον ἐπὶ τῷ αὑτῆς λόγῳ, ἀλλ’ οὖν οὖσα ἐνδεής ἐστι

    由让步从句 κἂν μὴ δεῖται... 与主句 ἀλλ’ οὖν... 构成的呼应结构。κἂν(καὶ ἐάν 的合写)后接陈述式 δεῖται,表达“即使……不需要”的让步。主句中的分词 οὖσα 具有环境或前提性质(“只要存在着/作为存在者”),与谓语 ἐνδεής ἐστι 结合,对比了质料在存在与缺乏规定性上的双重状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:187.18-189.8