- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:186.1-187.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞探讨了柏拉图主义者为何将大和小等同于质料而未能将其与缺失区分开来,解释说质料作为形式的辅助原因和母亲,而缺失因其作恶的本性往往容易被想象为根本不存在。
" Οἱ δὲ τὸ μὴ ὂν τὸ μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἢ τὸ ἓν συναμφότερον ἢ τὸ χωρὶς ἑκάτερον." Ἡμεῖς μέν, φησίν, οὕτως χωρίζομεν τῆς ὕλης τὴν στέρησιν, ἐκεῖνοι δὲ τὴν ὕλην τὸ μέγα καὶ τὸ μικρὸν λέγουσιν, εἴτε δ’ ἕν τι σημαίνει αὐτοῖς ἀμφότερα τὰ ὀνόματα εἴτε διάφορα, ὅμως γοῦν ὕλης σημαντικὰ αὐτοῖς ἐστι τὸ μέγα καὶ τὸ μικρόν. ὥστε, φησίν, ἑτέρως ἡμεῖς τρεῖς ἀρχὰς ὑποτιθέμεθα καὶ ἑτέρως ἐκεῖνοι· ἡμεῖς μὲν γὰρ τρία πράγματά φαμεν ὕλην εἶδος στέρησιν, ἐκεῖνοι δ’ ὀνόματα μὲν τρία, πράγματα δὲ δύο· τὸ γὰρ μέγα καὶ τὸ μικρὸν τῆς ὕλης αὐτοῖς ἐστι σημαντικόν, εἴτε μία αὐτοῖς εἴη ἡ ὕλη εἴτε δύο. μέχρι μὲν γὰρ δεῦρο προῆλθον, ὅτι δεῖ τινα ὑποκεῖσθαι φύσιν.1 μέχρι μέν, φησί, τοῦ ὑποθέσθαι φύσιν τινὰ ὑποκειμένην τοῖς εἴδεσι πᾶσι καλῶς αὐτοῖς προῆλθεν ὁ λόγος, τὸ δ’ ἑξῆς οὐκέτι· ταύτην γὰρ τὴν φύσιν οὐ μίαν ἀριθμῷ μόνον φασίν, ἀλλὰ καὶ λόγῳ, καὶ οὐχ ὡς ἡμεῖς δύο τῷ λόγῳ. ἀναλαμβάνει δὲ τὰς δείξεις ἐφεξῆς, ὅτι ἑτέρα τῆς ὕλης ἡ στέρησις.
“而他们同样把非存在[视为]大和小,要么将两者结合为一,要么将每一者分开。” 他说,我们以这种方式把缺失从质料中分离出来,而他们把质料称为“大和小”;不论这两个名称对他们而言意味着一个东西还是不同的东西,至少“大和小”对他们来说都是指称质料的。因此,他说,我们设定三个始基的方式与他们设定的方式不同;因为我们主张有三样事物——质料、形式、缺失,而他们主张有三个名称,却只有两样事物;因为对他们而言,“大和小”是指称质料的,不论质料在他们看来是一还是二。因为他们确实进展到了这一步,即必须有某种自然本性作为底层基质。他说,直到设定某种为一切形式所承载的自然本性为止,他们的论说都进行得很顺利,但随后的部分就不再如此了;因为他们主张这一自然本性不仅在数目上是一,而且在定义上也是一,并不像我们所主张的那样在定义上是二。随后他重新展开论证,说明缺失是不同于质料的。
"Ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῆς μορφῆς τῶν γινομένων ἐστίν, ὥσπερ μήτηρ." Καλῶς καὶ Πλατωνικῶς τὸ συναιτία· τὸ γὰρ κυρίως αἴτιον ἐξῃρῆσθαι δεῖ τοῦ ἀποτελέσματος, ὥσπερ τὸ ποιητικὸν καὶ τὸ παραδειγματικόν, συναίτιον δ’ ἡ ὕλη, ὡς συντελοῦσα εἰς τὴν γένεσιν καὶ μέρος γινομένη τοῦ πράγματος. μήτηρ δέ, διότι ὥσπερ ἡ μήτηρ δέχεται τὸ σπέρμα καὶ φυλάττει καὶ τελεσφορεῖ, οὕτω καὶ ἡ ὕλη δέχεται τὰ εἴδη καὶ φυλάττει καὶ εἰς τὸ τέλειον ἄγει τῇ ἑαυτῆς χορηγίᾳ, ἀεὶ τῇ παρ’ ἑαυτῆς προσθήκῃ ὑποβάθραν τῷ εἴδει ποιοῦσα τῆς τελείας παρουσίας.
“因为持久持存者就像母亲一样,是生成之物的形式的辅助原因。” “辅助原因”一词用得恰当,且合乎柏拉图的风格;因为严格意义上的原因必须超越于结果之外,就像作用因和范式因一样,而质料作为促成生成并成为事物一部分的要素,是辅助原因。称其为“母亲”,是因为正如母亲接纳种子、保存并使之成熟,质料同样接纳诸形式、保存它们,并凭着自身的供给将它们引向完满,始终通过来自自身的增益为形式的完满临在构筑基座。
"Ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ κακοποιὸν αὐτῆς ἀτενίζοντι τὴν διάνοιαν2 οὐδ’ εἶναι τὸ παράπαν." Ὥσπερ ἀπολογίαν ὑπὲρ Πλάτωνος ταύτην προσέθηκεν, ἀποδιδοὺς τὴν αἰτίαν διὰ τί μὴ διέκρινε τὴν ὕλην τῆς στερήσεως. εἰ γὰρ ἀποβλέψειέ τις, φησίν, εἰς τὸ κακοποιὸν τῆς στερήσεως, δόξειεν ἂν μηδ’ εἶναι τὸ παράπαν· ἣν δὲ δοκεῖ τις μηδ’ εἶναι, πῶς ἂν διακρίνειε τοῦ ὄντος; διακρίσεως γὰρ δεῖ καὶ διαστολῆς ἐν τοῖς οὖσιν, οὐκ ἐν τοῖς μὴ οὖσι. κακοποιὸν δέ φησι τὴν στέρησιν, διότι τῆς φθορᾶς αὕτη ἐστὶν αἰτία, ὥσπερ τὸ εἶδος τῆς γενέσεως καὶ τοῦ εἶναι, ἑκάστῳ δὲ τὸ εὖ καὶ τὸ ἀγαθὸν κατὰ τὸ εἶναι. ἐπεὶ οὖν ἡ κοινὴ πάντων ἀρχὴ τἀγαθόν ἐστι, δῆλον ὅτι πᾶν ὅπερ ἐστὶν ἀγαθόν ἐστιν· οὐδὲν γὰρ δύναται εἶναι μὴ μετέχον τοῦ ἀγαθοῦ. τὸ εἶναι ἄρα ἑκάστῳ ἀγαθόν, ἐπειδὴ τὸ εἶναι ἐκ τῆς πρώτης ἀρχῆς, αὕτη δὲ τἀγαθόν. εἰ δὲ τὸ εἶναι ἀγαθόν, τὸ μὴ εἶναι κακόν· εἰ δὲ τὸ μὴ εἶναι κακόν, τὸ τοῦ μὴ εἶναι αἴτιον κακοποιὸν ἂν εἴη. ἐπεὶ οὖν οὐδὲ εἶναι δύναται τὸ μὴ μετέχον τοῦ ἀγαθοῦ, κακοποιὸς ἄρα οὖσα ἡ στέρησις οὐδ’ ἂν εἴη ὅλως, εἴ γε τὸ ὂν πάντως καὶ ἀγαθόν. διὰ τοῦτο οὖν, φησί, δόξει μηδὲ εἶναι ὅλως ἡ στέρησις, πάλιν δ’ αὖ εἶναι καὶ αὐτὴν ἀνάγκη, ἐπειδὴ οὐκ ἄνευ ταύτης ἡ γένεσις· τῷ γὰρ ὄντι, ὡς ὁ Θεμίστιός φησι, “θαυμαστὸν μὲν εἰ ἔστι φθείρουσα τὸ εἶναι, θαυμαστὸν δὲ εἰ μὴ ἔστι ποιοῦσα τὸ γίνεσθαι· οὐ γὰρ ἂν γίνοιτό τι μὴ φθειρομένου τινός, ἀλλ’ ἦν ἅπαντα ἀΐδια.”3
“而对立的另一部分,在将心智凝注于其作恶性质的人看来,往往会被想象为根本甚至不存在。” 他加上这一句,可以说是为柏拉图作辩护,交代了他为何没有将质料从缺失中区分开来的原因。他说,因为如果有人凝视缺失的作恶性质,它似乎就根本甚至不存在;然而一个人既然认为某物甚至不存在,又如何能将它与存在区分开来呢?因为区分和划界的需要只存在于存在者之中,而不存在于非存在者之中。他说缺失是作恶的,是因为缺失是毁灭的原因,正如形式是生成和存在的原因一样,而对每一个事物而言,福祉与善都在于存在。既然一切事物的共同始基是善本身,显然凡存在者皆为善;因为不分有善的事物无一能够存在。因此,存在对每一个事物而言都是善,因为存在源自第一始基,而这始基正是善本身。但如果存在是善,那么不存在就是恶;如果不存在是恶,那么不存在的原因便当是作恶的。既然不分有善者甚至不可能存在,那么缺失作为作恶者,如果凡存在者必然亦为善的话,便根本甚至不会存在。他说,正因如此,缺失会被认为根本甚至不存在,但反过来,它自身的存在又是必然的,因为没有它生成便无法发生;确实,正如特米斯提乌斯所说:“如果它毁灭存在却又存在,固然令人称奇;但如果它造就生成却又不存在,同样令人称奇;因为若没有某物毁灭,便没有任何事物会生成,而一切事物都将是永恒的了。”
- 1.145μέχρι μὲν γὰρ δεῦρο προῆλθον, ὅτι δεῖ τινα ὑποκεῖσθαι φύσιν.
ὅτι 引导的从句与副词 δεῦρο(“到这里/到这一步”)构成同位语关系,具体说明其内容,即“必须有某种自然本性作为底层基质”。
- 1.147ἀτενίζοντι τὴν διάνοιαν
与格分词 ἀτενίζοντι 修饰 φαντασθείη ἄν,表示判断的主体(参考与格),宾格 τὴν διάνοιαν 则作为 ἀτενίζω 的直接宾语或指定宾格,表示“将心智凝注于……”。
- 1.147οὐ γὰρ ἂν γίνοιτό τι μὴ φθειρομένου τινός, ἀλλ’ ἦν ἅπαντα ἀΐδια.
在后半句 ἀλλ’ ἦν ἅπαντα ἀΐδια 中,直陈式未完成过去时 ἦν 在与事实相反的虚拟条件结果从句中省略了 ἄν,这是一种强调必然结果或直接现实性的古典修辞句式(“一切事物就早都是永恒的了”)。
