← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§184.15-185.29

巴门尼德前提与质料及缺乏的混同批判

斐洛庞努斯注解了亚里士多德《物理学》第一卷第九章开头(191b36–192a2),分析了亚里士多德对前人(柏拉图主义者)的批评:他们由于接受了巴门尼德的前提而将质料视作径直的非存在,从而未能在定义上将质料与缺乏区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.142

" Πρῶτον μὲν γὰρ ὁμολογοῦσιν ἁπλῶς γίνεσθαί τι ἐκ μὴ ὄντος, ᾗ Παρμενίδην ὀρθῶς λέγειν.1" Ὅτι ἥψαντο μὲν τοῦ περὶ τῆς ὕλης λόγου οὐχ ἱκανῶς δέ, πρῶτον μὲν οὖν δείκνυσιν ἐκ τοῦ ἀποδέχεσθαι τοὺς Παρμενίδου λόγους. εἰ γὰρ συνεχώρουν τὸ ὂν ἓν σημαίνειν, τοῦτο δὲ ἀγένητον εἶναι, ἔλεγον δὲ καὶ γίνεσθαί τινα, ἀνάγκη πᾶσα ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι· τὸ γὰρ ὁπωσοῦν ὂν ἓν εἶναι καὶ ἀγένητον. καὶ πάλιν, εἰ συνεχώρουν τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι, τὸ ὂν δὲ ἀγένητον εἶναι, τὸ γινόμενον ἄρα ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἔλεγον γίνεσθαι. ὥστε διὰ μὲν τοῦ τὸ γινόμενον ἐκ μὴ ὄντος λέγειν γίνεσθαι, ἐπειδὴ τὸ μὴ ὂν τὴν ὕλην ἐκάλουν (ἐκ γὰρ τοῦ μηδαμῇ μηδαμῶς ὄντος κοινὴ δόξα τῶν φυσικῶν μηδὲν ἂν γίνεσθαι), εἰς ἔννοιαν2 τῆς ὕλης ἦλθον ἥτις οὐδέν ἐστι τοιοῦτον οἷον τὰ γινόμενα, διὰ δὲ τὸ ἁπλῶς μὴ ὂν καλεῖν τὴν ὕλην οὐ κατωρθωμένην ἔσχον αὐτῆς τὴν ἔννοιαν· οὐ γάρ ἐστιν ἁπλῶς μὴ ὄν, ἀλλὰ πῇ μὴ ὄν (κατὰ συμβεβηκὸς γὰρ μὴ ὂν διὰ τὸ τὴν στέρησιν ἔχειν), καὶ ἐνεργείᾳ μὲν μὴ ὂν δυνάμει δ’ ὄν. ἁπλῶς δὲ μὴ ὂν ἔλεγον τὴν ὕλην, ᾗ συνεχώρουν ταῖς Παρμενίδου προτάσεσι τῇ τε λεγούσῃ τὸ ὂν ἓν σημαίνειν καὶ τῇ λεγούσῃ τὸ παρὰ τὸ ὂν οὐκ ὄν· εἰ γὰρ ἓν τὸ ὂν ἔλεγεν ὁ Παρμενίδης, πᾶν δ’ εἴ τι παρὰ τοῦτο μὴ ὂν εἶναι οὐ τὶ μὴ ὂν ἀλλ’ ἁπλῶς μὴ ὄν, ἀνάγκη πᾶσα τὸν ἀποδεχόμενον τὴν δόξαν ταύτην τὴν λέγουσαν τὸ ὂν ἓν εἶναι καὶ ἀγένητον, λέγοντα δὲ γένεσιν εἶναι, ἐπειδὴ ἐκ τοῦ ὄντος οὐδὲν δύναται γενέσθαι (ἀμετάβλητον γὰρ τοῦτο), ἐκ τοῦ ἀντικειμένου αὐτῷ λέγειν γίνεσθαι, τοῦτο δ’ ἐστὶ τὸ ἁπλῶς μὴ ὄν, κἂν μὴ διαρρήδην τοῦτο λέγῃ. ὥστε οὐ σῴζει Πλάτων τὴν τῆς ὕλης φύσιν ἁπλῶς μὴ ὂν αὐτὴν λέγων ἐξ ἧς γίνεται τὰ γινόμενα, ἥτις πῇ μὲν ἔστι πῇ δ’ οὔ· δυνάμει μὲν γὰρ ἔστιν ἐνεργείᾳ δ’ οὔ, καὶ καθ’ αὑτὸ μὲν ὂν κατὰ συμβεβηκὸς δὲ οὐκ ὂν διὰ τὸ ἔχειν τὴν στέρησιν, ἥτις ἐστὶ καθ’ αὑτὸ οὐκ ὄν. εἴρηται δὲ καὶ περὶ τούτων ἱκανῶς ἐν τοῖς ἔμπροσθεν, ὅτι τὸ ὂν ὁ Πλάτων τὸ νοητὸν ἔλεγεν, καὶ ὅτι οὐ τὸ μηδαμῇ μηδαμῶς ὂν εἰσῆγεν, ἀλλὰ τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν.

“因为首先他们承认某物是径直从非存在生成的,就巴门尼德说得正确而言。” 他们触及了关于质料的论述却未能充分触及,[亚里士多德]首先从他们接受巴门尼德的论证这一点来加以证明。因为如果他们赞同“存在”只意指一,并且这是不生的,却又说有些事物在生成,那么完全必然的是,事物是从径直的非存在生成的;因为无论以何种方式存在,存在者都是一且不生的。再者,如果他们赞同在存在之外的事物是非存在,而存在者是不生的,那么他们就等于在说生成之物是从径直的非存在生成的。因此,一方面由于说生成之物是从非存在生成的——因为他们称质料为“非存在”(因为绝不可能以任何方式从根本不存在之物生成任何东西,这是自然哲学家们的共同意见)——他们达到了质料的概念,即质料绝不是生成之物那样的东西;但另一方面由于将质料称为径直的非存在,他们未能获得关于它的准确概念。因为质料并非径直的非存在,而只是在某一意义上的非存在(因为它是由于具有缺乏而附带地是非存在),在现实态上是非存在,在潜能态上则是存在。他们之所以称质料为径直的非存在,就在于他们赞同巴门尼德的前提命题,即既主张“存在”意指一的前提,又主张在存在之外的事物是非存在的前提。因为如果巴门尼德说存在者是一,而在它之外的一切东西都不是某种非存在而是径直的非存在,那么接受这种主张存在者是一且不生的意见、却又主张存在着生成的人,既然从存在者中不可能生成任何东西(因为它是不可变化的),就完全必然要主张它是从与存在者相对立的东西生成的,而这就是径直的非存在,即使他没有明言此点。因此柏拉图通过将生成之物从中生成的质料称为径直的非存在,并未能保全质料的本性;质料在某一意义上存在而在另一意义上不存在,因为在潜能态上它存在,在现实态上它不存在,就其自身而言它是存在,附带而言它由于具有缺乏而并非存在,而缺乏就其自身而言是非存在。但关于这些事情,在前面也已充分谈及,即柏拉图将可理知之物称为“存在”,并且他引入的并非在任何方面、以任何方式都不存在之物,而是依其相异性而言的非存在。

§1.143

"Εἶτα φαίνεται αὐτοῖς, εἴπερ ἐστὶν ἀριθμῷ μία, καὶ δυνάμει μόνον μίαν εἶναι." Οὐ γὰρ φαίνονται διαστελλόμενοι ταῦτα, ὥσπερ ὁ Ἀριστοτέλης. καὶ ἄλλως εἰ ἔλεγον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γενέσθαι τὰ γινόμενα ἐκ τῆς ὕλης λέγοντες κατὰ τὸν εἰρημένον τρόπον, δῆλον ὅτι διὰ τὸ ἕν τι λαμβάνειν τὴν ὕλην μετὰ τῆς στερήσεως, ἥτις ἡ στέρησις ἁπλῶς μὴ ὄν ἐστι.

“其次在他们看来,如果它在数量上是一,那么在潜能上也仅仅是一。” 因为他们并没有像亚里士多德那样区分这些。换一种方式说,如果他们按照前述方式断言生成之物从质料生成就是从径直的非存在生成,显然是因为他们把质料连同缺乏当作了单个的东西,而这一缺乏正是径直的非存在。

§1.144

"Τοῦτο δὲ διαφέρει πλεῖστον." Οὐ τὸ τυχὸν διαφέρει τὸ λέγειν καὶ ἀριθμῷ καὶ λόγῳ μίαν εἶναι τοῦ λέγειν ἀριθμῷ μὲν μίαν εἶναι λόγῳ δὲ δύο διὰ τὴν στέρησιν,3 ἀλλὰ πολλὴ τούτων ἐστὶν ἡ διαφορά. πόση δ’ ἡ διαφορὰ ἐπιφέρει· καὶ τὴν μὲν ἐγγὺς οὐσίαν πως, τὴν ὕλην, τὴν δὲ στέρησιν οὐδαμῶς. ἐγγὺς οὐσίαν τὴν ὕλην φησίν, ὅτι τε μέρος γίνεται τῆς οὐσίας καὶ ὅτι, ὥσπερ ἡ οὐσία ὑπόκειται ταῖς λοιπαῖς κατηγορίαις, οὕτως καὶ ἡ ὕλη ταῖς οὐσίαις. διὰ τοῦτο οὐσία πως ἡ ὕλη, ἡ δὲ στέρησις οὐδαμῶς, ἐξισταμένη καὶ ὑποχωροῦσα τοῖς εἴδεσιν.

“而这有着极大的不同。” 说它在数量上和定义上都是一,与说它在数量上是一而在定义上由于缺乏则是二,这两者之间的差异绝非泛泛,而是有着巨大的不同。而这个差异有多大,[亚里士多德]接着补充道:“并且一者,即质料,在某种程度上接近于实体,而另一者,即缺乏,则绝非如此。”他说质料接近于实体,既因为质料成为了实体的一部分,也因为正如实体作为其余诸范畴的基底一样,质料同样作为诸实体的基底。由于这个缘故,质料在某种程度上是实体,而缺乏则绝非如此,因为它是随着诸形式的到来而离去并退出的。

语法注3 条
  1. 1.142ᾗ Παρμενίδην ὀρθῶς λέγειν

    关系代词与格 ᾗ 作为连词性用法,意为“在……的限度内”或“就……而言”。其后的不定词 λέγειν 受主句动词 ὁμολογοῦσιν 所构成的“宾格加不定词”句型牵引,其潜在的句法骨架为“就[他们承认]巴门尼德说得正确而言”。

  2. 1.142ὥστε διὰ μὲν τοῦ τὸ γινόμενον ἐκ μὴ ὄντος λέγειν γίνεσθαι, ἐπειδὴ τὸ μὴ ὂν τὴν ὕλην ἐκάλουν (ἐκ γὰρ τοῦ μηδαμῇ μηδαμῶς ὄντος κοινὴ δόξα τῶν φυσικῶν μηδὲν ἂν γίνεσθαι), εἰς ἔννοιαν τῆς ὕλης ἦλθον ἥτις οὐδέν ἐστι τοιοῦτον οἷον τὰ γινόμενα, διὰ δὲ τὸ ἁπλῶς μὴ ὂν καλεῖν τὴν ὕλην οὐ κατωρθωμένην ἔσχον αὐτῆς τὴν ἔννοιαν

    该句为长篇对照句的骨架:在 ὥστε 引导的结果从句中,διὰ μὲν τοῦ ... λέγειν(通过说……)与 διὰ δὲ τὸ ... καλεῖν(通过称呼……)两个介词短语形成对照,分别修饰主要动词 ἦλθον(他们达到了)与 ἔσχον(他们获得了)。中间插入的说明从句 ἐπειδὴ ... 及其括号内的论据 (ἐκ γὰρ ...) 展开了解释,但主干骨架是鲜明的二项对比:“一方面因某理由达到了质料的概念,另一方面因某理由未能获得其准确的概念”。

  3. 1.144Οὐ τὸ τυχὸν διαφέρει τὸ λέγειν καὶ ἀριθμῷ καὶ λόγῳ μίαν εἶναι τοῦ λέγειν ἀριθμῷ μὲν μίαν εἶναι λόγῳ δὲ δύο διὰ τὴν στέρησιν

    由动词 διαφέρει(不同)支配的比较结构。主语是带冠词不定词 τὸ λέγειν(说……),被比较的对象由属格带冠词不定词 τοῦ λέγειν(与说……相比)引导。短语 οὐ τὸ τυχόν 作副词性用法,意为“绝非寻常”、“极其”,用以强调差异之大。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:184.15-185.29