← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§183.11-184.14

关于质料与缺乏之分的柏拉图辩护

在重构亚里士多德在《物理学》191b35中批评柏拉图将缺乏与质料等同的论证之后,斐洛庞奴斯通过柏拉图自身的文本表明质料与缺乏的区别已被预设,并指出亚里士多德清晰的概念界定亦是建立在前人所奠定的基础之上,以此为柏拉图辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.141#2

τὸ μὲν γὰρ νομίζειν, ὅτι οὐδ’ ὅλως εἶναι ἐνόμιζεν ὁ Πλάτων τὴν στέρησιν, εὔηθες· οὗτος γοῦν ἐστιν ὁ λέγων εἶναί τι μὴ ὄν, ὃ μὴ παρ’ ἔλαττόν ἐστι τοῦ ὄντος, καὶ εἰ μηδὲν εἶδός φησιν ἔχειν τὴν ὕλην, ᾔδει δήπου τὴν στέρησιν τῶν εἰδῶν ἐνοῦσαν αὐτῇ, ὥστε οὐκ ἠγνόει ὅτι ἔστιν ἡ στέρησις. πάλιν γοῦν φησιν αὐτὸς εἶναι μὲν πάντα κατὰ τὸ εἶδος, γίνεσθαι δὲ κατὰ τὴν μετάληψιν, φθείρεσθαι δὲ κατὰ ἀποβολήν, ὥστε τὸ ἀποβάλλον τὸ εἶδος στέρησιν ἔχει τοῦ εἴδους. εἰ οὖν ἔστι μὲν ἡ στέρησις, μηδὲν δέ φησι περὶ αὐτῆς, ἤτοι διὰ τὸ τὴν αὐτὴν εἶναι νομίζειν τῷ εἴδει ἢ τὴν αὐτὴν τῇ ὕλῃ·1 ἀλλὰ τῷ μὲν εἴδει οὐκ ἂν εἶναι τὴν αὐτὴν ἐνόμισεν (ἦν γὰρ ἂν ἅμα τὰ ἐναντία), ὥστε εὔλογον τῇ ὕλῃ τὴν αὐτὴν εἶναι νομίζειν. εἰ δὲ τὴν αὐτὴν τῇ ὕλῃ, ἢ καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ τὴν αὐτήν, ἢ λόγῳ μὲν ἑτέραν ὑποκειμένῳ δὲ μόνῳ τὴν αὐτήν. εἰ μὲν οὖν ἑτέραν τῷ λόγῳ αὐτὴν ὑπελάμβανεν, ὥσπερ καὶ ἡμεῖς, ἔδει αὐτὸ τοῦτο διορίσαι καὶ διαστείλασθαι, εἰ δὲ μὴ φαίνεται τοῦτο ποιῶν, δῆλον δήπου ὅτι καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ τὴν αὐτὴν ὑπελάμβανεν εἶναι αὐτὴν τῇ στερήσει. Ὁ μὲν οὖν Ἀριστοτέλης ταῦτα. ὁ δὲ Πλάτων ὅτι μὲν τὴν ὕλην οὐ ταὐτὸν εἶναι τῇ στερήσει ὑπετίθετο, σαφῶς οὕτως οὐκ ἔστιν αὐτὸν εὑρεῖν λέγοντα, ὅτι δὲ ἑτέραν ᾔδει οὖσαν τῆς ὕλης τὴν στέρησιν, σαφὲς ἐκ τῶν εἰρημένων· εἰ γὰρ λέγει τὴν ὕλην μητέρα καὶ τιθήνην καὶ δεξαμενὴν τῶν εἰδῶν καὶ μηδὲν εἶδος ἔχειν τῶν εἰσιόντων, δῆλον ὅτι στέρησιν εἶχε τῶν εἰδῶν. ὅταν οὖν δέχηται τὰ εἴδη, οὐ δήπου ἅμα καὶ τὴν στέρησιν αὐτῶν ὧν δέχεται ἔχειν δύναιτ’ ἄν· συμβήσεται γὰρ τὸ αὐτὸ ἅμα καὶ εἶναι καὶ μὴ εἶναι· ὥστε ἐν τῷ δέχεσθαι τὰ εἴδη ἀποβάλλει τὴν τούτων στέρησιν, εἰ δὲ τοῦτο, ἑτέρα ἂν εἴη παρὰ τὴν στέρησιν. καὶ εἴ φησιν εἶναι πάντα κατὰ τὸ εἶδος, γίνεσθαι μὲν κατὰ τὴν μετάληψιν τοῦ εἴδους, φθείρεσθαι δὲ κατὰ τὴν τούτου ἀποβολήν, τὸ δ’ ἀποβάλλον τὸ εἶδος ἡ ὕλη, καὶ ἡ ἀποβολὴ τοῦ εἴδους οὐδὲν ἕτερόν ἐστιν ἢ στέρησις εἴδους, πρὶν ἄρα ἀποβάλῃ τὸ εἶδος ἐκεχώριστο αὐτῆς ἡ στέρησις· ὥστε ἕτερον εἶναι τὴν ὕλην τῆς στερήσεως ἐνόμιζεν. εἰ δὲ μὴ σαφῶς οὕτως ἐπὶ λέξεως λέγει ὥσπερ ὁ Ἀριστοτέλης, ὅτι ἕτερόν ἐστι τῷ λόγῳ ἡ στέρησις τῆς ὕλης, οὐδὲν θαυμαστόν· αὐτὸς γάρ ἐστιν ὁ Ἀριστοτέλης ὁ εἰπών, ὅτι οὐκ ἂν ἡμεῖς οὕτως διηρθρωμένην περὶ τῶν πραγμάτων ἔχειν τὴν γνῶσιν ἠδυνήθημεν, μὴ παρὰ τῶν παλαιοτέρων τὰς ἀρχὰς καὶ τὰ σπέρματα τῆς ζητήσεως εἰληφότες·2 καὶ οὐδέν γε θαυμαστὸν τῶν ἄλλων ἡμῖν τὰς ἀφορμὰς τῆς τῶν πραγμάτων γνώσεως δεδωκότων αὐτοὺς ἡμᾶς τὰ παρ’ ἐκείνων πλατύνειν καὶ διαρθροῦν.

因为假定柏拉图认为缺乏根本不存在是愚蠢的;至少正是他说过存在着某种非存在,且它丝毫不在存在之下;并且如果他说质料没有任何形式,他大概知道形式的缺乏内在存在于它之中,因此他并非不知道缺乏的存在。至少他自己又说过,一切事物依据形式而存在,依据分有而生成,依据丧失而毁灭,因此丧失形式者便具有形式的缺乏。那么,如果缺乏存在,而他却对它未置一词,[这]要么是因为认为它与形式是同一个东西,要么是因为认为它与质料是同一个东西;但他不可能认为它与形式是同一个东西(因为相反者将同时存在),因此合乎情理的是认为它与质料是同一个东西。如果它与质料是同一个东西,那么要么在底层基质和定义上都是同一个东西,要么在定义上不同而仅在底层基质上是同一个东西。那么,假若他像我们一样认为它在定义上是不同的,他就应当规定并区分这一点;但假若并未见他这样做,那就显然可见,他认为它在底层基质和定义上都与缺乏是同一个东西。亚里士多德方面的论述便是如此。至于柏拉图,即便不可能找到他如此明确地说他设定质料与缺乏并非同一,但他知道缺乏不同于质料,这从前述诸事中是显而易见的。因为假若他称质料为母亲、滋育者以及形式的接受者,并说它不具有任何进入其中的形式,显然它就具有形式的缺乏。因此,当它接受形式时,它绝不可能同时拥有它所接受的那些形式本身的缺乏;因为这样就会导致同一个东西同时存在又不存在;于是在接受形式时它丧失了它们的缺乏,假若是这样,它就应当是不同于缺乏的。此外,如果他说一切事物依据形式而存在,依据形式的分有而生成,依据其丧失而毁灭,而丧失形式者是质料,形式的丧失无非是形式的缺乏,那么在它丧失形式之前,缺乏是与它分离的;由此可见,他认为质料不同于缺乏。而即使他没有像亚里士多德那样在字面上如此明确地说缺乏在定义上不同于质料,这也毫不足怪;因为正是亚里士多德自己说过,若非从前人那里获得了探究的始原和种子,我们就绝不可能对事物拥有如此清晰分明的知识;既然别人为我们提供了认识事物的契机,那么由我们自己来拓展并阐明来自他们的东西,就丝毫没有什么可奇怪的了。

语法注2 条
  1. 1.141ἤτοι διὰ τὸ τὴν αὐτὴν εἶναι νομίζειν τῷ εἴδει ἢ τὴν αὐτὴν τῇ ὕλῃ

    此句是紧接条件从句 εἰ οὖν ἔστι μὲν ἡ στέρησις, μηδὲν δέ φησι περὶ αὐτῆς(那么,如果缺乏存在而他却对它未置一词)的主句后半。主句谓语动词(ἐστί 或 τοῦτό ἐστι)在句法上被省略,介词短语 ἤτοι διὰ τὸ... 作为表语成分说明其原因。

  2. 1.141μὴ παρὰ τῶν παλαιοτέρων τὰς ἀρχὰς καὶ τὰ σπέρματα τῆς ζητήσεως εἰληφότες

    完成时分词 εἰληφότες 带有否定词 μή,作为假设条件分句(相当于 εἰ μὴ εἰλήφειμεν,'若非我们获得了……'),与主句的过去反事实假设 οὐκ ἂν ... ἠδυνήθημεν('我们本不可能……')相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:183.11-184.14