- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:182.7-183.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德191b35的注解:菲洛波庞指出早期的元素论哲学家完全未能把握质料,唯有柏拉图触及了质料的概念;但他因将「大」与「小」均归于质料而未能在定义上区分缺乏与质料,因而未能充分确立本原的三元组合。
" Ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς, ἀλλ’ οὐχ ἱκανῶς." Ἀποδεδωκὼς τὸν περὶ τῆς ὕλης λόγον καὶ δείξας ὅτι ταύτῃ μόνον λύοιντο ἂν αἱ τῶν παλαιῶν περὶ τῆς τῶν φυσικῶν πραγμάτων γενέσεως ἀπορίαι, νῦν βούλεται δεῖξαι ὅτι τῶν πρὸ αὐτοῦ οὐδεὶς διηρθρωμένως οὕτως τὸν περὶ αὐτῆς ἀποδέδωκε λόγον. φησὶν οὖν ὅτι ταύτης τῆς ὕλης, ἧς ἡμεῖς τὸν λόγον ἀποδεδώκαμεν, ἥψαντο μὲν καὶ ἔνιοι τῶν πρὸ ἡμῶν, οὐχ ἱκανῶς δέ. ὅσοι μὲν γὰρ ἓν τὸ στοιχεῖον ὑποτιθέμενοι εἰδοπεποιημένον τοῦτο ἔλεγον ἢ τῶν τεσσάρων ἓν ἢ ἕτερόν τι μεταξὺ τούτων, οὐδ’ ὅλως εἰς ἔννοιαν ἦλθον τῆς ὕλης, Πλάτων δ’ ἦλθεν εἰς τὴν ἔννοιαν τὴν περὶ τῆς ὕλης. εἰ γάρ, φησί, τιθηνὴν αὐτὴν καὶ δεξαμενὴν τῶν εἰδῶν ἑτέραν αὐτὴν πάντων τῶν εἰδῶν εἶναί φησι, σαφῶς οὖν λέγει αὐτὸ τοῦτο· ‘δέχεται γάρ’, φησί, ‘πάντα καὶ μορφὴν οὐδενί ποτε τῶν εἰσιόντων τὴν αὐτὴν εἴληχεν οὐδαμῇ οὐδαμῶς’. ὥστε ἥψατο τῆς φύσεως τῆς ὕλης, ὅτι τὸ ἀνείδεόν ἐστι καὶ πᾶσιν ὑποκείμενον, οὐχ ἱκανῶς δὲ τὸν περὶ αὐτῆς ἀποδέδωκε λόγον· οὐ γὰρ διέκρινεν αὐτὴν τῆς στερήσεως, ὥσπερ ἡμεῖς. ἡμεῖς μὲν γάρ φαμεν, ὅτι εἰ καὶ τῷ ὑποκειμένῳ ταὐτόν ἐστι τῇ στερήσει, ἀλλ’ οὖν τῷ λόγῳ διακρίνεται, καὶ διεκρίναμεν αὐτὴν καὶ ἐκ τῆς ἡμετέρας χρήσεως, καὶ ὅτι ἡ μὲν ὕλη ὑπομένει τὸ εἶδος ἐπιὸν ἡ δὲ στέρησις οὐχ ὑπομένει, ὁ δὲ Πλάτων εἰ καὶ φαίνεται λέγων καὶ αὐτὸς τρεῖς ἀρχὰς τό τε μέγα καὶ τὸ μικρὸν καὶ ἔτι τὸ ἕν, ὅπερ τὸ εἶδος ἔλεγεν, ἀλλ’ οὖν τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τῆς ὕλης ἄμφω ἔφερεν (ὀνόματα γὰρ δύο καθ’ ἑνὸς πράγματος κατηγορεῖ· τὴν γὰρ ὕλην μέγα καὶ μικρὸν ἐκάλει). ὥστε οὐχ ὁμοίως ἡμῖν τὴν τριάδα τῶν ἀρχῶν εἰσέφερεν· ἡμεῖς μὲν γὰρ τὴν ὕλην καὶ τὴν στέρησιν εἰ καὶ τῷ ὑποκειμένῳ τὸ αὐτὸ λέγομεν, ἀλλ’ οὖν τῷ λόγῳ1 διάφορα εἶναί φαμεν, αὐτὸς δὲ τὸ μέγα καὶ τὸ μικρὸν οὐ μόνον τῷ ὑποκειμένῳ ἔλεγεν, ἀλλὰ καὶ τῷ λόγῳ, ὀνόματι δὲ μόνον τὴν διαφορὰν εἶναι, ὡς ἔχει ἐπὶ τῶν πολυωνύμων πραγμάτων. εἰ δέ τις εἴποι μὴ ταὐτὸν σημαίνειν τῷ Πλάτωνι τὸ μέγα καὶ τὸ μικρόν, ἀλλ’ ἐπὶ διαφόρων κατηγορεῖσθαι, οὐ δήπου δείξει ὅτι τὸ μὲν ἕτερον ἐπὶ τῆς ὕλης ἔφερε τὸ δὲ λοιπὸν ἐπὶ τῆς στερήσεως, ἀλλ’ εἰ καὶ συγχωρήσομεν ἕτερον σημαίνειν τῷ Πλάτωνι τὸ μέγα καὶ ἕτερον τὸ μικρόν, ἀλλ’ οὖν πάντως δύο ὑλῶν ἂν εἶεν σημαντικά, ὥστε οὐδὲν ἧττον οὐ διακέκριται τῆς ὕλης ἡ στέρησις.
「因此,另有一些人也触及了它,但不够充分。」 在给出了关于质料的说明,并表明唯有通过这种方式古人关于自然事物生成的疑难才能得到化解之后,他现在想要表明,在他之前没有任何人如此清晰地给出关于质料的说明。因此他说,在我们之前的某些人虽然也触及了这质料(我们已给出了关于它的说明),但不够充分。因为那些设定单一元素并称之为具有特定形式者的人——无论是四元素之一,还是居于它们之间的某种其他事物——根本没有形成关于质料的概念;但柏拉图形成了关于质料的概念。因为他说,假若柏拉图称它为「滋育者」和「形式的接受者」,并说它与一切形式都不同,那么他显然就是在说正是这个东西;因为他说:「它接受一切事物,且绝未以任何方式拥有与任何进入其中的事物相同的形式。」因此[柏拉图]触及了质料的本性,即它是无形式的且作为一切事物的底层基质,但他并未充分地给出关于它的说明;因为他没有像我们那样将它与缺乏区分开来。因为我们主张,质料即使在底层基质上与缺乏是同一的,但在定义上也是有分别的,并且我们不仅依据我们的用法,而且依据质料经受得住到来之形式而缺乏经受不住这一事实,区分了质料;然而柏拉图即便表面上也谈论三个本原,即「大」和「小」以及他称之为形式的「一」,但他却把「大」和「小」二者都归于质料(因为他对同一个事物述谓了两个名称;他称质料为「大和小」)。因此他并未像我们那样引入本原的三元组合;因为我们虽然说质料和缺乏在底层基质上是同一个东西,但却主张它们在定义上是不同的,而他谈论「大」和「小」[作为同一者],不仅是在底层基质上,而且在定义上亦然,并且认为差别仅在名称上,正如多名同实的事物那样。而且,假若有人说在柏拉图那里「大」和「小」并非意指同一事物而是述谓于不同的事物,他也绝不可能表明〔柏拉图〕把其中之一归于质料而把其余归于缺乏;相反,即使我们承认在柏拉图那里「大」意指一物而「小」意指另一物,它们无论如何也是指两种质料,因此缺乏依然没有同质料区分开来。
- 1.141αὐτὸς δὲ τὸ μέγα καὶ τὸ μικρὸν οὐ μόνον τῷ ὑποκειμένῳ ἔλεγεν, ἀλλὰ καὶ τῷ λόγῳ
动词 ἔλεγεν 之后,依前文的对照从句(我们认为质料与缺乏在底层基质上为同一,但在定义上不同)省略补充了表语不定式/形容词「同一」(ταὐτὸν εἶναι)。即柏拉图认为「大」和「小」不仅在基底上而且在定义上[都是同一的];后文紧接着的「差别仅在名称上(ὀνόματι δὲ μόνον τὴν διαφορὰν εἶναι)」确证了这一解读。
