- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:181.1-182.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解《物理学》191b26–29,阐明肯定生成既从存在者又从非存在者并不违背矛盾律,并指出依潜能与现实的区分(详见《形而上学》卷九)可以彻底化解早期自然哲学家关于生成的疑难。
" Ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν." Ἐπειδὴ εἶπεν ‘οὔτε ἐξ ὄντος γίνεται οὔτε ἐκ μὴ ὄντος’, δοκεῖ δὲ τοῦτο τὸ ἀξίωμα τῆς ἀντιφάσεως ἀναιρεῖν, οὐκ ἀναιροῦμεν, φησί, τοῦτο· λέγομεν γὰρ καὶ ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος, καὶ οὐκ ἀντιφάσει περιπίπτομεν. οὐ γὰρ κατὰ ταὐτὰ ἢ ἐξ ὄντος1 καὶ μὴ ὄντος λέγομεν, ἢ μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος· ἐξ ὄντος μὲν γάρ, ἐπειδὴ ἕτερόν τί ἐστιν ἐξ οὗ γίνεται, ἐκ μὴ ὄντος δέ, ἐπειδὴ μὴ ἔστι τοῦτο ὃ γίνεται. καὶ συντόμως εἰπεῖν, διὰ τὴν στέρησιν οὔτε ἐξ ὄντος ᾗ ὂν γίνεται, διότι συνυπάρχει τῇ ὕλῃ ἡ στέρησις καὶ ταύτῃ ἐκ μὴ ὄντος (καθ’ αὑτὸ γὰρ μὴ ὂν ἡ στέρησις), οὔτε ἐκ μὴ ὄντος ᾗ μὴ ὄν, διότι οὐκ ἔστι συνουσιωμένη ἡ στέρησις τῇ ὕλῃ, ἀλλ’ ὑποχωρεῖ τὸ εἶδος ἐπιόν.
「此外,我们也没有取消一切事物非是即不是的原则。」 既然他曾说「既非从存在者生成,亦非从非存在者生成」,而这似乎取消了矛盾公理,他说:我们并不取消这一点;因为我们既说从存在者生成,也说从非存在者生成,并且并没有陷入矛盾。因为我们说要么既从存在者又从非存在者,要么既非从存在者又非从非存在者,并不是在相同的方面说的;因为一方面是从存在者,乃由于生成所由之物是另一特定之物;另一方面是从非存在者,乃由于正在生成的这一事物并不存在。简而言之,由于缺乏,它并不是在其作为存在者的意义上从存在者生成,因为缺乏与质料共存,在此意义上它是从非存在者生成的(因为缺乏是依自身的非存在);它也不是在其作为非存在者的意义上从非存在者生成,因为缺乏并非与质料同本质,而是在形式到来时退避。
"Εἷς μὲν δὴ τρόπος οὗτος, ἄλλος δὲ ὅτι ἐνδέχεται τὰ αὐτὰ λέγειν κατὰ τὴν δύναμιν καὶ ἐνέργειαν." Ἐλέγξας ἐκ τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκὸς τὰς περὶ τῆς γενέσεως φερομένας ἀπορίας, νῦν ἐλέγχει καὶ ἐκ τοῦ δυνάμει καὶ ἐκ τοῦ ἐνεργείᾳ. λέγομεν γὰρ ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος, τοιοῦτον δ’ ἡ ὕλη, ὥστε εἰ λέγομεν ἐξ ὄντος γίνεσθαι, οὔ φαμεν εἶναι τὸ γινόμενον πρὶν γενέσθαι· οὐ γὰρ ἐκ τοῦ ἐνεργείᾳ ὄντος φαμὲν τὸ ἐνεργείᾳ ὂν γίνεσθαι, ἀλλ’ ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος. οὕτως κἂν ἐκ μὴ ὄντος λέγωμεν, οὐκ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος φαμέν, ἀλλ’ ἐκ τοῦ ἐνεργείᾳ μὲν μὴ ὄντος δυνάμει δὲ ὄντος. ὥστε διὰ τούτων οὔτε τὴν γένεσιν ἀναιροῦμεν, καὶ τὰς ἀπορίας δι’ ὧν ἀναιρεῖσθαι ἐδόκει ἡ γένεσις ἐπιλυόμεθα.
「这是一种方式,另一种方式则是,可以按照潜能和现实来谈论相同的事情。」 在他依据「依自身」和「依偶性」驳斥了关于生成的诸种疑难之后,现在他又依据潜能和依据现实来进行驳斥。因为我们说生成之物从存在者生成,即从潜能上存在而在现实上不存在者生成,质料正是如此,因此即使我们说从存在者生成,我们也不是说生成之物在生成之前就已存在;因为我们并不是说现实的存在者是从现实的存在者生成的,而是说它是从潜能上存在而在现实上不存在者生成的。同样,即使我们谈论「从非存在者」,我们也不是指从无论如何绝不存在者生成,而是指从现实上不存在而潜能上存在者生成。因此,通过这些区分,我们既没有取消生成,而且也解决了原本似乎据以取消生成的那些疑难。
"Τοῦτο δ’ ἐν ἄλλοις διώρισται δι’ ἀκριβείας." Ἐν τῷ Θ τῆς Μετὰ τὰ φυσικά· ὅλον γὰρ τὸ βιβλίον ἐκεῖνο εἰς τοῦτο ἀνάλωσε, λέγων τί ποτέ ἐστι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. ὥστε (ὅπερ ἐλέγομεν) αἱ ἀπορίαι λύονται δι’ ἃς ἀναγκαζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια. τῶν εἰρημένων, τῶν φυσικῶν πραγμάτων, ἔνια ἀναιροῦσι, τὰ γενητὰ καὶ τὰ φθαρτά. αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις πᾶσαν ἔλυσεν αὐτῶν τὴν ἀπορίαν.2 αὐτὴ ἡ φύσις ἡ τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκὸς καὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ ἀναφανεῖσα· εἰ γὰρ ἐπέστησαν τῇ διαιρέσει ταύτῃ τῶν πραγμάτων, λελυκότες ἦσαν ἂν τὰς ἀπορίας δι’ ἃς τὴν γένεσιν ἀνῄρουν.
「而这在其他著作中已被精确地规定。」 在《形而上学》卷九中;因为他将那一整卷书都用于此,论述潜能与现实究竟为何。因此(正如我们所说),促使他们不得不取消所说诸事物中的一部分的那些疑难得以化解。「所说诸事物」即自然事物,他们取消其中的「一部分」,即生成与毁灭之物。「因为这一本性若是被洞见,本会化解他们的全部疑难。」这一本性本身,即「依自身」与「依偶性」以及潜能与现实的本性,若是显明的话;因为假若他们注意到事物的这种划分,他们本会化解据以取消生成的那些疑难。
- 1.138οὐ γὰρ κατὰ ταὐτὰ ἢ ἐξ ὄντος καὶ μὴ ὄντος λέγομεν, ἢ μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος
否定词 οὐ 统摄由 ἢ... ἢ...(「或者……或者……」)构成的整个选言结构。它表示在相同的方面(κατὰ ταὐτά)否定这两种情况:既不是在同一方面说它同时来自存在者与非存在者,也不是在同一方面说它既不来自存在者也不来自非存在者。
- 1.140αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις πᾶσαν ἔλυσεν αὐτῶν τὴν ἀπορίαν
过去反事实条件句结构。小词 ἄν 与过去直陈式 ἔλυσεν 构成归结分句,而与主语一致的第一不定过去式被动分词 ὀφθεῖσα 则充当条件分词,相当于条件从句(即 εἰ ὤφθη,「如果它被洞见的话」)。
