← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§179.25-180.30

从动物到动物的生成与昆虫变态的例证

菲洛波诺斯讨论了亚里士多德关于非偶性生成不能来自存在者或动物的论述(191b23),批评了此前关于死马生黄蜂等例子的不妥之处(因为动物已经消亡),并提出由毛虫和蛆虫变为飞虫的变态过程才是动物在不消亡的前提下从动物生成的恰当例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.137

" Εἰ δέ τι μέλλει γίνεσθαι ζῷον μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζῴου ἔσται." Εἰ γίνεται, φησίν, ἔκ τινὸς ζῴου μὴ κατὰ συμβεβηκὸς ἐξ ἐκείνου ἀλλὰ καθ’ αὑτό, οὐκ ἐκ ζῴου ἔσται γινόμενον ἀλλ’ ἐκ μὴ ζῴου, οἷον ἐκ τοῦ σπέρματος ἢ ἐκ τῆς ὕλης. ὥσπερ οὖν, φησίν, ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ ὄντος εἰ γίνοιτό τι ἁπλῶς ὄν, οὐκ ἐξ ὄντος γενήσεται (ἤδη γὰρ ἔστιν), ἀλλ’ ἐκ τοῦ πάντῃ μὴ ὄντος. ἀλλ’ οὐδὲ ἐκ μὴ ὄντος ἁπλῶς δυνατὸν γενέσθαι· τὸ γὰρ κυρίως ἐκ μὴ ὄντος εἴπομεν σημαίνειν τὸ ᾗ μὴ ὄν, τὸ δὲ καθ’ αὑτὸ εἴρηται τὸ μέρος γινόμενον τοῦ ὑποκειμένου·1 ἀδύνατον ἄρα γενέσθαι τὸ ἁπλῶς ὄν, ἀλλὰ τὸ τὶ ὂν γίνεται ἐκ τινὸς μὴ ὄντος οὐ καθὸ μὴ ὂν (οὐδὲ γὰρ ὑπομένει τὸ ὂν τὸ μὴ ὄν), ἀλλ’ ᾗ κατὰ συμβεβηκὸς μόνον. ζητήσεις δ’ εἰ καλῶς εἴρηται τὸ ἐκ τοῦ ζῴου ζῷον γίνεσθαι, οἷον εἰ ἐξ ἵππου κύων γίνοιτο ἢ σφῆκες ἢ ἐκ ταύρων μέλισσαι· οὐδὲ γὰρ ἐκ ζῴων ὄντων ταῦτα γίνεται, ἀλλ’ ὥσπερ καὶ ἐξ ἄλλης τινὸς ὕλης φθαρέντος τοῦ ζῴου καὶ τῆς ὕλης αὐτοῦ ἀναλυθείσης καὶ οὕτως ἄλλο εἶδος προσλαβούσης ζῴου. ὥστε ἐπὶ τούτων πάντων οὐχ ὡς ἐκ ζῴου ζῷον γέγονεν, ἀλλ’ ἐκ μὴ ζῴου ζῷον. ὥστ’ ἐπὶ τούτων περιττὴ [ἡ] ἐπεξεργασία τὸ λέγειν ὅτι οὐχ ᾗ ζῷον γέγονεν2 (ἐνυπῆρχε γάρ), ἀλλ’ ᾗ τὶ ζῷον, οἷον ἵππος. καὶ γὰρ ἀληθῶς καὶ ᾗ ζῷον ἐκ τούτων γέγονεν· οὐ γὰρ ἐκ ζῴου γέγονεν. εἰ δὲ λέγοι τις ὅτι ποτὲ γέγονε ζῷον, τί μᾶλλον ἐπὶ τούτου ἐρεῖς ἢ ἐφ’ ἡστινοσοῦν ἄλλης ὕλης; ἕκαστον γὰρ δύναταί ποτε ὕλη γεγενῆσθαι ζῴου. εἰ οὖν δεῖ πρὸς τὰ νῦν λεγόμενα οἰκειοτέροις χρήσασθαι παραδείγμασι, χρησόμεθα τοῖς ἐκ σκωλήκων καὶ καμπῶν γινομένοις πτηνοῖς· κάμπαι γάρ τινες πρότερον οὖσαι καὶ σκώληκες μὴ φθαρεῖσαι ἐξ εἴδους εἰς εἶδος μεταβάλλουσι. καὶ ἔστιν ἐνταῦθα γένεσις ἐκ ζῴου εἰς ζῷον· μεῖναν γὰρ ζῷον γέγονεν ἕτερον ζῷον.3 καὶ δῆλον ὅτι ἐνταῦθα οὐχ ᾗ ζῷον ἡ γένεσις. ἦν γὰρ ζῷον μηδὲν παρατρέψαν τῆς τοῦ ζῴου οὐσίας· τὸν γὰρ αὐτὸν ὁρισμὸν τοῦ ζῴου καὶ ὅτε ἦν κάμπη ἢ σκώληξ ἐπεδέχετο, καὶ μετὰ ταῦτα ὅτε γέγονε πτηνόν. γέγονεν οὖν οὐκ ἐκ ζῴου ζῷον οὐδ’ ᾗ ζῷον, ἀλλ’ ἐκ τινὸς ζῴου τὶ ζῷον. τινὸς δὲ ὅταν εἴπω, τὸ εἶδος λέγω· οἷον ἐκ τοιοῦδε εἴδους ζῴου τοιόνδε εἶδος ζῴου. εἰ δὲ ᾗ ζῷόν ἐστιν ἐγένετο, ἐξ οὐ ζῴου ἂν ἐγένετο (οὐδὲ γὰρ ἔστι πρὶν γενέσθαι), οἷον ὡς οἱ ἐκ τῶν σπερμάτων γινόμενοι σκώληκες· γίνονται γὰρ ᾗ ζῷα, ἀλλ’ οὐκ ἐκ ζῴων.

「但若某物不是依偶性而成为动物,它将不是从动物而成的。」 他说:如果某物从某种动物生成,不是依偶性从它生成而是依自身,那么它将不是从动物生成,而是从非动物生成,如同从种子或从质料生成那样。因此他说,正如在这些情形中那样,对于存在者也是如此:若某物要成为无条件的存在者,它将不是从存在者生成(因为它已经存在),而是从完全的非存在者生成。然而,无条件地从非存在者生成也是不可能的;因为我们说过,严格意义上的「从非存在者」意味着在其作为非存在者的意义上,而「依自身」则被说成是成为底层主体的组成部分;因此,无条件的存在者生成是不可能的,相反,特定的存在者是从某种非存在者生成的,不是在其作为非存在者的意义上(因为存在者并不容留非存在者),而仅仅是在其作为偶性的意义上。 但你会探究,说动物从动物生成(例如假若狗或黄蜂从马生成,或蜜蜂从公牛生成)是否说得妥当;因为这些东西并不是从作为动物存在着的东西生成的,而是如同从任何其他质料生成一样,是在动物消亡、其质料分解并以此方式接受了动物的另一形式之后生成的。因此在所有这些情形中,并不是动物作为从动物生成,而是动物从非动物生成。所以,在这些情形中,去说它不是作为动物生成的(因为动物性早已内在于其中),而是作为某种特定的动物(例如马)生成的,这种繁琐的发挥是多余的。因为事实上,它也确实是作为动物从这些东西生成的;因为它并不是从动物生成的。但如果有人说它曾经是动物,那么你在这件事上凭什么比在任何其他质料上说得更多呢?因为任何东西都可能曾经成为某种动物的质料。 因此,如果应当对当下的论述使用更恰当的例子,我们将使用那些由蛆虫和毛虫生成的飞虫;因为某些东西先前是毛虫和蛆虫,在不消亡的情况下从一个形式转变为另一个形式。在此处便有从动物到动物的生成;因为在保持为动物的同时,它变成了另一种动物。并且显然,在此处生成并不是在其作为动物的意义上的。因为它一直都是动物,丝毫没有偏离动物的实体;因为无论当它是毛虫或蛆虫时,还是在此之后当它变成飞虫时,它都接受动物的同一定义。因此,并不是动物从动物生成,也不是在其作为动物的意义上,而是某种动物从某种动物生成。当我说是「某种」时,我指的是形式;例如从这种形式的动物生成那种形式的动物。但如果是作为动物而生成的,它就会是从非动物生成的(因为在生成之前它并不存在),如同从种子生成的蛆虫那样;因为它们作为动物而生成,但并不是从动物生成的。

语法注3 条
  1. 1.137τὸ δὲ καθ’ αὑτὸ εἴρηται τὸ μέρος γινόμενον τοῦ ὑποκειμένου

    主语是带冠词的中性短语 τὸ καθ’ αὑτό(「依自身[生成]」),而带冠词的分词短语 τὸ μέρος γινόμενον τοῦ ὑποκειμένου(「成为底层主体的组成部分」)作被动动词 εἴρηται 的谓语补足成分。

  2. 1.137ὥστ’ ἐπὶ τούτων περιττὴ [ἡ] ἐπεξεργασία τὸ λέγειν ὅτι οὐχ ᾗ ζῷον γέγονεν

    在由 ὥστε 引导的结果从句中,述语是 περιττὴ [ἡ] ἐπεξεργασία(「多余的发挥/繁琐的处理」),而语法主语是带冠词的不定式短语 τὸ λέγειν ὅτι...(「说……」),系动词 ἐστί 被省略。

  3. 1.137μεῖναν γὰρ ζῷον γέγονεν ἕτερον ζῷον

    中性单数不定过去时分词 μεῖναν 与暗含的主语(回指 πτηνόν 或一般的中性主体)一致。ζῷον 作分词 μεῖναν 的谓语补足语(「在保持为动物的同时」),而 ἕτερον ζῷον 作主句动词 γέγονεν 的谓语名词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:179.25-180.30