- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:178.1-179.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐洛庞劳阐明了何以从缺失(依自身的非存在者)和质料生成、以及存在者从存在者生成(如动物从动物生成的例子),均非依自身而是依偶性发生。
" Ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθ’ αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος1 γίνεται τι." Λέγομεν, φησί, καὶ ἡμεῖς ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἀλλ’ οὐ καθ’ αὑτὸ ἐκ μὴ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός· γίνεται γὰρ ἐκ τῆς στερήσεως, ἥτις ἐστὶ καθ’ αὑτὸ μὴ ὄν, ἀλλ’ οὐ καθ’ αὑτὸ ἐκ τῆς στερήσεως γίνεται (οὐκ ἐνυπάρχει γὰρ ἐν τῷ γινομένῳ ἡ στέρησις), ἀλλὰ κατὰ συμβεβηκός· καθ’ αὑτὸ γὰρ μόνως ἐκ τῆς ὕλης. δύναται δὲ καὶ ἐκ μὴ ὄντος ἐκ τῆς ὕλης γίνεσθαι λέγεσθαι, διότι κατὰ συμβεβηκὸς μὴ ὂν ἡ ὕλη διὰ τὸ ἐνυπάρχειν αὐτῇ τὴν στέρησιν. οὕτως δὲ δύναται καὶ ἐνυπάρχειν τὸ μὴ ὂν τοῖς γινομένοις, ἀλλ’ οὐ τὸ καθ’ αὑτὸ μὴ ὂν ἀλλὰ τὸ κατὰ συμβεβηκὸς μὴ ὄν, ἡ ὕλη, ᾧ συμβέβηκε τὸ μὴ ὄν.2 θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτως δοκεῖ, γίνεσθαι ἐκ μὴ ὄντος. ἐπειδὴ εἶπεν ὅτι ‘λέγομεν ἐκ μὴ ὄντος καὶ ἡμεῖς γίνεσθαι, ἐκ μὴ ὄντος δ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός’, τοῦτο, φησίν, αὐτὸ θαυμαστὸν δοκεῖ εἶναι καὶ ἀδύνατον, τὸ γίνεσθαί τι ἐκ μὴ ὄντος, ἀλλ’ οὐκέτι ἀδύνατον δόξειεν εἶναι κατὰ τὰς ἡμετέρας ὑποθέσεις. ὡσαύτως δὲ οὐδὲ ἐξ ὄντος οὐδὲ τὸ ὂν γίνεσθαι, πλὴν κατὰ συμβεβηκός. τοῦτο συνεχὲς πρὸς τὸ ἄνω “ἡμεῖς δέ φαμεν γίνεσθαι μὲν οὐδὲν ἁπλῶς ἐκ τοῦ μὴ ὄντος, ὅμως μέντοι γίνεσθαι καὶ ἐκ μὴ ὄντος κατὰ συμβεβηκός”, εἶτα ἐφεξῆς ὡσαύτως δὲ οὐδ’ ἐξ ὄντος οὐδὲ τὸ ὂν γίνεσθαι, πλὴν κατὰ συμβεβηκός. ὥσπερ, φησίν, ἐκ τοῦ μὴ ὄντος λέγομεν γίνεσθαι, ἀλλ’ οὐ καθ’ αὑτὸ ἐκ τοῦ μὴ ὄντος ἀλλὰ κατὰ συμβεβηκός, οὕτως καὶ ἐκ τοῦ ὄντος κατὰ συμβεβηκὸς γίνεται τὰ γινόμενα. τοῦτο δ’ ἐπὶ τῆς προσεχοῦς γενέσεως· γίνεται γὰρ ἐξ ὄντος τοῦ ἀέρος τὸ πῦρ, ἀλλὰ κατὰ συμβεβηκός, ἐξ ὄντος δέ, διότι συνέβη ἀέρα εἶναι τὸν εἰς πῦρ μεταβάλλοντα. πῶς δὲ κατὰ συμβεβηκὸς εἴπομεν, διὰ τὸ μηδὲν συντελεῖν τὸ ἀέριον εἶδος εἰς τὴν τοῦ πυρὸς γένεσιν (γίνεται γοῦν καὶ ἐκ τῶν ἄλλων πάντων), καὶ ὅτι οὐ γίνεται μέρος τοῦ πυρὸς ὁ ἀὴρ ἀλλ’ ὑπεξίσταται. οἷον εἰ ἐκ τοῦ ζῴου ζῷον γίγνοιτο καὶ τινὸς ζῴου τὶ ζῷον. ὅτι τὸ ὂν ὅταν λέγωμεν ἐξ ὄντος γίνεσθαι, οὐ καθὸ ὄν ἐστιν ἐξ οὗ γίνεται οὕτως λέγομεν ἐξ αὐτοῦ γίνεσθαι αὐτό, ἀλλὰ κατὰ συμβεβηκὸς ἐξ ὄντος, πιστοῦται νῦν διὰ τῶν παραδειγμάτων. λέγομεν γάρ, φησί, ζῷον ἐκ ζῴου γίνεσθαι, ἐκ ζῴου δὲ νῦν λέγομεν, ὡς ἐξ ὑλικοῦ αἰτίου· περὶ τούτου γὰρ νῦν ὁ λόγος. οὐδὲ γὰρ ὡς ἐξ ἀνθρώπου ἄνθρωπον, ὡς ἐκ ποιητικοῦ αἰτίου, ἀλλ’ ὡς ἐξ ἵππου μὲν σφῆκας, ἐκ ταύρου δὲ μελίσσας· ἵπποι μὲν σφηκῶν γενέσεις, ταῦροι δὲ μελισσῶν. ὅταν οὖν λέγωμεν ζῷον ἐκ ζῴου γίνεσθαι, οἷον ἐξ ἵππων σφῆκες, οὐ δήπου τοῦτο λέγομεν, ὅτι ᾗ ζῷον ὁ ἵππος μεταβάλλει εἰς ζῷα τοὺς σφῆκας (οὐδὲ γὰρ ὑπόκειται τοῖς σφηξὶν ὡς ὕλη ὁ ἵππος), ἀλλὰ τοῦτο λέγομεν, ὅτι ἔκ τινος ᾧ συμβέβηκε ζῴῳ εἶναι ἄλλο τι γίνεται ᾧ καὶ αὐτῷ ζῴῳ εἶναι ὑπάρχει. οὕτως οὖν καὶ εἰ γίνοιτο ὕδωρ ἐξ ἀέρος, τὸ ὂν ἐξ ὄντος γίνεσθαι λέγομεν, οὐχ ὅτι τὸ ἤδη ὂν γίνεται, οὐδ’ ὅτι τὸ γινόμενον ἔστι πρὶν γενέσθαι, ἀλλ’ ὅτι ἔκ τινος οὗ τὸ ὂν κατηγορεῖται, κατὰ συμβεβηκὸς γίνεται ἕτερόν τι ὃ καὶ αὐτὸ ὂν ὑπάρχει. εἰπὼν δὲ εἰ ἐκ ζῴου ζῷον γίνοιτο, ἐπειδὴ οὐδὲν ἁπλῶς ὡς ζῷον γίνεται, ἀλλὰ τὸ γινόμενον πάντως τὶ ζῷόν ἐστιν, ἐπήγαγε καὶ τινὸς ζῴου τὶ ζῷον. γίνοιτο γὰρ ἂν οὐ μόνον ἐκ τινὸς ζῴου κύων, ἀλλὰ καὶ ἐκ ζῴου· οὐχ ᾗ γὰρ ζῷον· ὑπάρχον γὰρ ἤδη τοῦτο.3 ὥσπερ γὰρ ἀληθές ἐστι τὸ εἰπεῖν ὅτι γίνεται ἐξ ἵππου κύων τυχὸν ἢ σφῆκες ἢ ἕτερόν τι, οὕτως ἐστὶν ἀληθὲς εἰπεῖν ὅτι καὶ ἐκ ζῴου γέγονε κύων. ἀλλ’ εἰ καὶ λέγομεν ἐκ ζῴου ζῷον γεγονέναι, οὐχ ᾗ ζῷον λέγομεν τὸ ἐξ οὗ γίνεται, οὕτως γεγονέναι ἐξ αὐτοῦ τὸ ζῷον. εἰ γὰρ ᾗ ζῷον τὸ ἐξ οὗ οὕτως γίνεται, οὐδ’ ἂν ἐγένετο· ἤδη γὰρ ὑπάρχον ἐν τῷ ἐξ οὗ τὸ ζῷον. δῆλον ἄρα ὅτι οὐχ ᾗ ζῷον τὸ ἐξ οὗ, οὕτως ἐξ αὐτοῦ γίνεται ζῷον, ἀλλὰ κατὰ συμβεβηκὸς ἐκ ζῴου, ὥσπερ εἴπομεν.
「因为某物是从缺失生成的,而缺失是依自身而言的非存在者,它并不内在于其中。」 他说:我们也说生成是从非存在者而来的,但不是依自身从非存在者而来,而是依偶性;因为它是从缺失生成的,而缺失是依自身而言的非存在者,但它并不是依自身从缺失生成(因为缺失并不内在于生成物之中),而是依偶性;因为依自身而言,唯独是从质料生成的。然而也可以说,从质料生成就是从非存在者生成,因为质料由于缺失内在于它,因而是依偶性的非存在者。如此一来,非存在者也可以内在于生成物之中,但不是依自身而言的非存在者,而是依偶性的非存在者,即质料,非存在作为偶性附加于它。「而这一点为人惊异,且如此看来是不可能的,即从非存在者生成。」他说,既然他说了「我们也说生成是从非存在者而来,但不是依自身从非存在者而来,而是依偶性」,那么这件事情本身,即某物从非存在者生成,似乎是令人惊异且不可能的,但根据我们的假说,它就不再显得是不可能的了。 「同样地,存在者既不从存在者生成,存在者也不生成,除非是依偶性。」这与上文相连:「但我们主张,无条件而言没有任何东西从非存在者生成,然而无论如何,某物确实也依偶性从非存在者生成」,随后便是「同样地,存在者既不从存在者生成,存在者也不生成,除非是依偶性」。他说,正如我们说生成是从非存在者而来,但不是依自身从非存在者而来,而是依偶性,同样地,生成物也是依偶性从存在者生成的。而这是就直接的生成而言的;因为火是从属于存在者的空气生成的,但是依偶性,而说是从存在者而来,是因为发生转变成为火的那个东西凑巧是空气。我们为何说是依偶性,是因为空气的形式对火的生成毫无贡献(火横竖也从所有其余之物生成),并且因为空气并不成为火的一部分,而是让位退出了。 「例如,假若动物从动物生成,并且某种动物从某种动物生成。」当我们说存在者从存在者生成时,我们并不是说在其生成的源头作为存在者的意义上如此从它生成,而是依偶性从存在者生成,这一点现在通过例子得到了确证。他说,因为我们说动物从动物生成,而现在我们说「从动物」,是作为从质料因;因为现在的论述是关于质料因的。因为这不是像人从人生成那样作为从动力因,而是像黄蜂从马生成、蜜蜂从公牛生成那样;因为马是黄蜂生成的源泉,公牛是蜜蜂生成的源泉。因此,当我们说动物从动物生成时(例如黄蜂从马生成),我们绝不是说,马作为动物转变为作为动物的黄蜂(因为马并不作为质料居于黄蜂之下),而是说:从某个偶性地具有是动物之属性的东西,生成了另一个自身也同样具有是动物之属性的东西。因此,即便水从空气生成,我们说存在者从存在者生成,也不是因为已经存在的东西在生成,亦非因为生成物在生成之前就已经存在,而是因为从某个被述说为存在者的东西,依偶性生成了另一个自身也作为存在者而存在的不同之物。 在说了「假若动物从动物生成」之后,由于没有任何东西是无条件地作为动物而生成的,相反,生成物无论如何都是某种特定的动物,因此他补充道「并且某种动物从某种动物生成」。因为狗不仅可以从某种动物生成,也可以说从动物生成;因为并不是作为动物而生成,因为这已经预先具备了。正如说狗(碰巧)或黄蜂或别的某种东西从马生成是真实的,同样说狗从动物生成也是真实的。但是,即使我们说动物从动物生成,我们也不是在它所由之生成的那个东西作为动物的意义上,说动物如此从它生成。因为如果按照所由之生成的那个东西作为动物的意义如此生成,它甚至根本就不会生成;因为动物性已经预先存在于它所由之生成的那个东西之中了。因此显然,动物并不是在其所由之生成的源头作为动物的意义上如此从它生成,而是如我们所说,依偶性从动物生成。
- 1.136οὐκ ἐνυπάρχοντος
属格独立结构,以其前的 τῆς στερήσεως 为逻辑主语。缺失并不存留于生成物之中,故作「它并不内在于其中」解。
- 1.136ᾧ συμβέβηκε τὸ μὴ ὄν
中性与格关系代词 ᾧ 在语法性上与其前同位的中性短语 τὸ κατὰ συμβεβηκὸς μὴ ὄν(或一般性的底层中性概念)一致,而非与其同位的阴性名词 ἡ ὕλη 一致。
- 1.136οὐχ ᾗ γὰρ ζῷον· ὑπάρχον γὰρ ἤδη τοῦτο.
前半句省略了动词(γίγνεται),意为「并非作为动物而生成」。后半句中的分词 ὑπάρχον 带有 ἦν 的省略(或作主格绝对结构),用作表语,说明其理由在于动物性这一规定早已预先存在于始基之中。
