- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:176.20-177.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解了亚里士多德《物理学》第一卷第八章(191b2–191b6)的内容,阐释了如何在「做/遭受」中区分「依自身」与「依偶性」并将其运用于从存在者或非存在者生成的论述,指出爱利亚学派之所以否定生成,是因为混淆了本真含义(作为基底存续)与偶性含义。
" Ὥστε ἐπειδὴ τοῦτο διχῶς λέγεται." Τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν·1 λέγεται γὰρ ἢ καθ’ αὑτὸ ποιεῖν ἢ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ τὸ πάσχειν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός· ἀμφότερα γὰρ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν τοῦ αὐτοῦ ἐστι παραδείγματα, τοῦ καθ’ αὑτὸ λέγω καὶ τοῦ κατὰ συμβεβηκός. ὥσπερ οὖν ἐπὶ τοῦ ἰατροῦ τὸ ποιεῖν ἢ τὸ πάσχειν διχῶς λέγεται ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, οὕτως καὶ τὸ ἐξ ὄντος γίνεσθαι ἢ ἐκ τοῦ μὴ ὄντος, καὶ τὸ μὴ ὂν γίνεσθαι ἢ τὸ ὂν διχῶς ἂν λέγοιτο ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός.
「因此,既然这是依两种方式说的」[他所谓的「这」是指]医生做某事或遭受某事;因为据说他要么依自身、要么依偶性做某事,同样遭受也是要么依自身、要么依偶性;因为做和遭受两者都是同一事物的例证,我指的是依自身者和依偶性者的例证。因此,正如在医生的情形下,做或遭受依两种方式说,要么依自身要么依偶性,从存在者或从非存在者生成,以及非存在者或存在者生成[变成某物],也同样可以依两种方式说,要么依自身要么依偶性。
"Ἐπεὶ δὲ μάλιστα λέγομεν κυρίως τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν." Εἰπὼν ὅτι διχῶς λέγεται τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι, ὥσπερ καὶ τὸ ἐξ ἰατροῦ γίνεσθαί τι, διαστέλλεται νῦν ποῖον μάλιστα τῶν δύο σημαινομένων κυριώτατον λέγεται ἐπὶ τοῦ προκειμένου. καί φησιν· ὥσπερ κυρίως μάλιστα λέγεται ὁ ἰατρὸς ποιεῖν τι ἢ πάσχειν, ὅταν ᾗ ἰατρὸς ποιῇ τι ἢ πάσχῃ (οἷον ἰατρεύει ἢ ἀνίατρος γίνεται), οὕτως, φησί, καὶ τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίνεσθαί τι ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν γίνεσθαι κυρίως ἂν λέγοιτο, ὅταν μὴ ὂν ᾗ μὴ ὂν γίνηταί τι, τουτέστιν ὅταν ὑπομένον καὶ μένον ἕτερον τι γίνηται.2 τότε οὖν κυρίως ἐκ μὴ ὄντος γίνοιτο ἄν τι, ὅταν ὑπομένον τὸ μὴ ὂν οὕτως δέχοιτο τὸ ὄν, ὅπερ ἐστὶν ἀδύνατον· οὐκέτι δὲ κυρίως ἐκ μὴ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός, ὅταν ὑποχωρῇ τὸ μὴ ὂν τῷ ὄντι. οἱ οὖν πρότεροι τὰ διττὰ ταῦτα σημαινόμενα μὴ διελόντες ἐνόμισαν, φησίν, ὅταν λέγηταί τι ἐκ μὴ ὄντος γίνεσθαι, κυρίως ἐκ μὴ ὄντος γενέσθαι· οὐδὲν γὰρ ἄλλο τί ἐστι σημαινόμενον τοῦ ἐκ μὴ ὄντος ἢ τὸ κυρίως. διὰ τοῦτο καί, φησίν, ἀπέστησαν τοῦ ὅλως γένεσιν εἶναι ὑποτίθεσθαι,3 καὶ ἀπεφήναντο μηδὲν γίνεσθαι. δῆλον ὅτι καὶ τὸ μὴ ἐξ ὄντος γίνεσθαι τοῦτο σημαίνει. [ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν γίνεσθαι κυρίως ἂν λέγοιτο, ὅταν μὴ ὂν γίνηταί τι ᾗ μὴ ὄν.] οὐ μόνον τὸ κυρίως μὴ ὂν τοῦτο σημαίνει τὸ ᾗ μὴ ὄν, ἀλλὰ καὶ τὸ κυρίως ὂν τὸ ᾗ ὄν. ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν. μὴ διελόντες τὸ ὂν εἰς τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτό. μηδὲν τῶν ἄλλων, τουτέστι μὴ εἶναι πλῆθός τι, ἀλλ’ ἓν εἶναι μόνον τὸ ὂν καὶ μηδὲν εἶναι τῶν ἄλλων τι τῶν παρὰ τὸ ὄν. ταῦτα δὲ εἶεν ἄν τὰ τινὰ μὴ ὄντα, ἅπερ οὐκ εἶναί φασιν.
「但由于我们最本真地说是医生做或遭受某事」在说了从存在者或从非存在者生成依两种方式说(正如某物从医生而来一样)之后,他现在区分在当前论题下两种含义中哪一种是最为本真的。他说:正如当医生作为医生而做或遭受某事时(例如进行医治或变成失去医术者),人们最本真地说是医生在做或遭受某事,同样地,他说,某物从存在者或从非存在者生成,或者存在者或非存在者生成[变成某物],当非存在者作为非存在者而变成某物时,也就是说当它保持并存续着而变成某种别的东西时,人们才可以说是本真地如此说。因此,唯有当非存在者以此种方式保持着并接受存在者时,某物才是本真地从非存在者生成,而这是不可能的;但当非存在者向存在者让位时,就不再是本真地从非存在者生成,而是依偶性。因此,他说,古人因未能区分这两种含义,便认为当说某物从非存在者生成时,它是本真地从非存在者生成;因为[在他们看来]「从非存在者」除了本真的含义之外别无其他含义。他说,正因如此,他们甚至放弃了设定生成从根本上存在,并断言没有任何东西生成。显然,不从存在者生成也是指这一点。[或者:存在者或非存在者生成,当非存在者作为非存在者而变成某物时,才会被本真地述说。]不仅「本真的非存在者」意指「作为非存在者」,而且「本真的存在者」也意指「作为存在者」。那些人正是因为没有区分这一点而放弃了[设定生成];他们没有把存在者区分为依偶性者和依自身者。「绝无其余之物」,这就是说没有任何多数存在,而唯独存在者是一,在存在者之外没有任何其余之物。而这些就是他们所说的不存在的某些非存在者。
- 1.134Τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν
带有中性单数定冠词的动词不定式短语,用以解释和具体说明前文引文(lemma)中的指示代词 τοῦτο。它独立置于句首,构成省略主谓语的解释性结构,即「[所谓『这』是指]医生做某事或遭受某事」。
- 1.135ὅταν ὑπομένον καὶ μένον ἕτερον τι γίνηται
分词 ὑπομένον 和 μένον 作方式或伴随情态分词,修饰主语,规定了本真意义上生成的逻辑条件:即「非存在者」作为基底存续并保持的同时变成另一种事物,而这正是绝不可能的事情。
- 1.135ἀπέστησαν τοῦ ὅλως γένεσιν εἶναι ὑποτίθεσθαι
动词 ἀπέστησαν(放弃、退避)要求表示分离的属格,因此定冠词不定式 τοῦ ὑποτίθεσθαι(从设定……)采用了属格。进而,不定式 ὑποτίθεσθαι 本身又支配一个带宾格不定式短语 ὅλως γένεσιν εἶναι(生成从根本上存在)作为其宾语,构成了嵌套式的不定式结构。
