← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§175.3-176.19

医生的比喻与依自身和依偶性的生成

菲洛波诺斯解释了亚里士多德如何通过「依自身」与「依偶性」的区别来消解生成的疑难,借助医生施加和遭受动作的比喻加以说明,并阐明了经文字句将论题从实体生成扩展至一般变化的结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.133

" Ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν." Ἡμεῖς, φησίν, ἐπιλυόμενοι τὴν ἀπορίαν φαμὲν ὅτι τὸ ὂν καὶ μὴ ὂν διττῶς λέγεται, ἢ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ἢ δυνάμει καὶ ἐνεργείᾳ. καὶ τίθησι τοῦ πρώτου τρόπου παράδειγμα τοιοῦτον. λέγομεν, φησί, τὸν ἰατρὸν ἰατρεύειν, λέγομεν δὲ πάλιν τὸν ἰατρὸν οἰκοδομεῖν, ἀλλὰ τὸ μὲν ἰατρεύειν τὸν ἰατρὸν καθ’ αὑτό φαμεν (καθὸ γὰρ ἰατρὸς ἰατρεύει), τὸ δὲ τὸν ἰατρὸν οἰκοδομεῖν κατὰ συμβεβηκός, διότι συνέβη τῷ ἰατρῷ οἰκοδόμῳ εἶναι· οὐ γὰρ ᾗ ἰατρὸς οἰκοδομεῖ, ἀλλ’ ᾗ οἰκοδόμος. ὥσπερ δὲ ἐπὶ τοῦ ποιεῖν τι τὸν ἰατρὸν τὸ μέν ἐστι καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτως καὶ ἐπὶ τοῦ πάσχειν· λέγομεν γὰρ τὸν ἰατρὸν ἀνίατρον1 γενέσθαι, λέγομεν δὲ πάλιν λευκαίνεσθαι τὸν ἰατρόν, ἀλλ’ ἀνίατρος μὲν γίνεται καθ’ αὑτό (καθὸ γὰρ ἰατρός ἐστιν ἀνίατρος γίνεται), λευκαίνεται δὲ οὐ καθὸ ἰατρὸς ἀλλὰ καθὸ μέλας, διότι συνέβη τῷ ἰατρῷ μέλανι εἶναι· διὰ τοῦτο τοῦ μέλανος λευκαινομένου ὁ ἰατρὸς κατὰ συμβεβηκὸς λέγεται λευκαίνεσθαι. ὥσπερ οὖν ἐπὶ τοῦ ἰατροῦ ἔχει, οὕτω καὶ ἐπὶ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος· λέγομεν γὰρ ἐξ ὄντος γίνεσθαι καὶ ἐκ μὴ ὄντος, ἀλλ’ οὐ καθ’ αὑτὸ οὔτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός· οὐδὲν ἄτοπον τὸ γίνεσθαι τὸ ὂν ἐξ ὄντος ἐξ ἄλλου ὄντος ἄλλο ὄν (πολλαχῶς γὰρ τὸ ὄν), ἀλλ’ οὐ καθὸ ὄν ἐστιν, ἀλλὰ καθὸ κατὰ συμβεβηκὸς ὄν. ὁμοίως δὲ καὶ ἐκ μὴ ὄντος οὐχ ᾗ μὴ ὄν, ἀλλ’ ᾗ κατὰ συμβεβηκὸς μὴ ὄν. τὸ αὐτὸ μὲν γὰρ ὂν ἐκ τοῦ αὐτοῦ ὄντος οὐδὲ κατὰ συμβεβηκὸς γένοιτ’ ἄν, οἷον ὕδωρ ἐξ ὕδατος, ἐξ ἄλλου μέντοι ὄντος ἄλλο ὂν γένοιτο ἂν κατὰ συμβεβηκός. εἴρηται δὲ ἡμῖν περὶ τούτου ἀκριβέστερον ἤδη. ἡ μὲν οὖν διάνοια τῶν ῥητῶν αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν,2 ἐπειδὴ εἴρηται ἐν τοῖς ἔμπροσθεν ὅτι ἐπὶ μὲν τῆς στερήσεως φέρομεν ἀμφότερα τὰ προσρήματα καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε, ἐπὶ δὲ τῆς ὕλης ἀμφότερα μέν, ἀλλ’ οὐκ ἐπὶ τοῦ αὐτοῦ, ἀλλ’ ἐπ’ ἄλλου μὲν τὸ ἐκ τοῦδε (ἐκ γὰρ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου φαμὲν τὸν ἄνθρωπον γενέσθαι, οὐ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἄνθρωπον γενέσθαι, τὸν δὲ χαλκόν φαμεν ἀνδριάντα γενέσθαι οὐκ ἐκ τοῦ χαλκοῦ τὸν ἀνδριάντα) * * * ἐπεὶ οὖν καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε φέρομεν ἐπὶ τῆς ὕλης καὶ ἐπὶ τῆς στερήσεως, διὰ τοῦτο νῦν αὐτὸς καὶ ἐπὶ τοῦ ὄντος καὶ ἐπὶ τοῦ μὴ ὄντος ἀμφοτέροις ἐχρήσατο τοῖς προσρήμασιν. νῦν γὰρ λέγομεν, φησίν, ὅτι τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος· ἰδοὺ ἐπὶ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος τὸ ἐκ τοῦδε. πάλιν δὲ καὶ τὸ τόδε ἐπήγαγεν ἐπὶ τῶν αὐτῶν· ἢ τὸ μὴ ὂν γάρ φησιν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν. εἰπὼν δὲ ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίνεσθαι, ἐπὶ τὸ καθολικώτερον προάγει τὸν λόγον· ἢ τὸ μὴ ὂν γάρ φησιν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν. ἐπὶ πλέον γὰρ τοῦ γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν.3 καὶ γὰρ τὸ γίνεσθαι πάσχειν τί ἐστιν, αἱ δὲ κατὰ τὰς ἄλλας κατηγορίας μεταβολαὶ γενέσεις μὲν οὐκ εἰσί, ποιήσεις δέ τινες καὶ παθήσεις μόνον· μόνη γὰρ ἡ κατὰ τὴν οὐσίαν μεταβολὴ γένεσις. ἀλλ’ ἐπειδὴ λέγεται καὶ κοινότερον ἡ γένεσις ἐπὶ πάσης μεταβολῆς (λέγομεν γὰρ καὶ λευκὸν γίνεσθαι, ἢ ἄνω ἢ κάτω γίνεσθαι), διὰ τοῦτο πάλιν προϊὼν ἐπὶ τὸ καθολικώτερον προῆλθεν· εἰπὼν γὰρ ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν ποιεῖν τι ἢ πάσχειν ἐπήγαγεν ἢ ὁτιοῦν τόδε γίνεσθαι, ἵνα μὴ μόνον ἐπὶ τῆς κατ’ οὐσίαν γενέσεως, ἀλλὰ καὶ ἐπὶ τῆς κατὰ ποσὸν καὶ ποιὸν καὶ ἐπὶ τῆς κατὰ τόπον ἀκούσωμεν τῶν εἰρημένων.

「而我们则说,从存在者或从非存在者生成,或者非存在者或存在者做某事或遭受某事」他说,我们在消解这一疑难时主张,「存在者」与「非存在者」有两种说法:要么依自身与依偶性,要么在潜能中与在现实中。他为第一种方式给出了如下的例子:他说,我们说医生医治,又说医生盖房,但我们说医生医治是依自身的(因为他作为医生而医治),而医生盖房则是依偶性的,因为对医生来说恰好具有建房者的身份;因为他不是作为医生盖房,而是作为建房者。正如在医生做某事的情形下一者依自身而另一者依偶性一样,在遭受的情形下也是如此:因为我们说医生变成了失去医术的人,又说医生变白;但他变成失去医术的人是依自身的(因为正是作为医生他才变成失去医术的人),变白则不是作为医生,而是作为黑肤色者,因为对医生来说恰好是黑肤色;正因如此,当黑肤色者变白时,医生被依偶性地说成变白。因此,正如医生的情形那样,存在者和非存在者的情形也是如此:因为我们说[事物]从存在者生成以及从非存在者生成,但既不是依自身从存在者也不是依自身从非存在者,而是依偶性。存在者从存在者生成、一个存在者从另一个存在者生成绝无荒谬之处(因为「存在者」有多种述说方式),但这并非在它是存在者的意义上,而是在它是依偶性的存在者的意义上。同样地,从非存在者生成也不是在它作为非存在者的意义上,而是在它作为依偶性的非存在者的意义上。因为相同的存在者即便依偶性也不可能从相同的存在者生成(例如水从水),但一个存在者依偶性地从另一个存在者生成则是可能的。关于这一点,我们此前已作了更精确的论述。经文的意思就是如此;至于在字句方面:由于前面已经说过,就缺失而言我们兼用「从这个」和「这个」这两种称谓,而就质料而言虽兼用两者,却不是对同一事物而言,而是对一者用「从这个」(因为我们说是人从精子与经血中生成,而不是说精子与经血变成了人;但我们说是青铜变成了雕像,而不是说雕像从青铜中[生成])* * * 既然我们对质料和对缺失都使用「从这个」和「这个」,因此他本人现在就对存在者和非存在者都使用了这两种称谓。因为他现在说,「我们说,从存在者或从非存在者」:看哪,这就是用于存在者和非存在者的「从这个」。但他紧接着又对相同的事物加上了「这个」:因为他说「或者非存在者或存在者做某事或遭受某事」。在说了从存在者或从非存在者生成之后,他把论述推进到更为普遍的层面;因为他说「或者非存在者或存在者做某事或遭受某事」。因为做和遭受的外延比生成更广。因为生成也是遭受的一种,而依其他范畴的变化虽然不是生成,却仅仅是某种作为和遭受;因为唯有依实体的变化才是生成。但是,由于生成也更宽泛地用于指称任何变化(因为我们也把变白,或者变到上方或下方说成生成[变成]),正因如此,他继续推进,走向了更普遍的层面;因为在说了「存在者或非存在者做某事或遭受某事」之后,他接着补充了「或者任何这般的某个事物生成」,以便我们不仅就依实体的生成,而且也能够就依数量、性质以及空间的[变化]来理解所说的事情。

语法注3 条
  1. 1.133ἀνίατρον

    该形容词通常意为「不可救治的」,但在此处作剥夺性复合词使用(否定前缀 α- 加上 ἰατρός),意为「失去医术的人」或「不再是医生的人」。紧随其后的逻辑对比 καθὸ γὰρ ἰατρός ἐστιν ἀνίατρος γίνεται(因为正是作为医生他才变成失去医术的人)表明了这一特定用法。

  2. 1.133τὰ δὲ κατὰ τὴν λέξιν

    此短语通过 δέ 与前面的 ἡ μὲν οὖν διάνοια τῶν ῥητῶν αὕτη(经文的意思就是如此)构成对比。省略了谓语动词,作为标示主题的宾格(或标目性主格)短语,需补充理解为「至于在字句方面[则是如下情况]」。

  3. 1.133ἐπὶ πλέον γὰρ τοῦ γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν

    介词短语 ἐπὶ πλέον(更宽泛地、在更大范围上)在此作表语使用,构成比较结构,表明主语 τὸ ποιεῖν καὶ τὸ πάσχειν(作用与遭受)在外延上比属格项 τοῦ γίνεσθαι(生成)更宽广。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:175.3-176.19