- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:174.13-175.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解《物理学》191a24及以下内容,阐明早期哲学家(如巴门尼德与梅利索斯)由于缺乏辩证法经验,未能分清存在、非存在、潜能与现实的多重含义,从而走入否定生成并主张极端一元论的荒谬结论。
" Ζητοῦντες γὰρ οἱ κατὰ φιλοσοφίαν πρῶτοι τὴν ἀλήθειαν." Πρώτους φησὶ κατὰ φιλοσοφίαν οὐ τῷ ἀξιώματι πρώτους, ἀλλὰ τῷ χρόνῳ, τὴν δὲ ἀλήθειάν φησι καὶ τὴν φύσιν ἀντὶ τοῦ τὴν ἐν τῇ φύσει ἀλήθειαν. ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην1 ἀπωσθέντες ὑπὸ ἀπειρίας. ὑπὸ ἀπειρίας, φησί, διαλεκτικῆς ἐκ τῆς ἐπὶ τὴν ἀλήθειαν ὁδοῦ ἐξετράπησαν· εἰ γὰρ ᾔδεισαν διαστείλασθαι τὸ ὂν ποσαχῶς λέγεται καὶ τὸ μὴ ὄν, καὶ ἔτι τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός, καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐκ ἂν ἐνόμισαν ἀδύνατον εἶναι γενέσθαι τι καὶ ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος. ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖ. δεῖ ἀεὶ τῷ γινομένῳ ὑποκεῖσθαί τι ἐξ οὗ γίνεται, τὸ δὲ μὴ ὂν οὐ δυνατὸν ὑποκεῖσθαι τῷ ὄντι· ἐν ταὐτῷ γὰρ ἂν εἴη τὸ ὂν καὶ τὸ μὴ ὄν. καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμβαῖνον αὔξοντες. τῷ δοθέντι, φησίν, ἀτόπῳ ἀεὶ τὰ ἐπισυμβαίνοντα αὔξοντες (ἑνὶ γὰρ δοθέντι ἀτόπῳ μυρία ἀκολουθεῖ), καὶ τὸ πλῆθος ἐκ τῶν ὄντων ἀναιροῦσιν ἓν εἶναι μόνον λέγοντες τὸ ὄν, οἵτινες ἦσαν οἱ περὶ τὸν Παρμενίδην καὶ Μέλισσον. ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα. τὴν δόξαν τήν τε λέγουσαν μὴ εἶναι γένεσιν καὶ τὴν τὸ πλῆθος ἀναιροῦσαν ἐκ τῶν ὄντων, διὰ τὸ νομίσαι τὸ μὴ ὂν μηδαμῇ μηδαμῶς δύνασθαι ὕπαρξιν ἔχειν· διὰ γὰρ τοῦτο οὔτ’ ἂν γενέσθαι τι ἐκ τοῦ μὴ ὄντος, μήτε πλῆθος εἶναι ἐν τοῖς οὖσι διὰ τὸ τὸ αὐτὸ συμβαίνειν καὶ ὂν εἶναι καὶ μὴ ὄν.2
「因为在哲学上的最初探索者们寻求真理」他所说的「在哲学上最初」,并非在尊贵上居先,而是在时间上居先;他所说的「真理与自然」,则是用来代替「自然中的真理」。「他们受缺乏经验所迫,仿佛被拐向了某条歧路」。他说,由于在辩证法上的缺乏经验,他们从通向真理的道路上被拐开了;因为他们若是懂得区分「存在者」以多少种方式被述说、「非存在者」以多少种方式被述说,再者区分「依自身」与「依偶性」,以及「在潜能中」与「在现实中」,他们就不会认为任何事物既不可能从存在者生成也不可能从非存在者生成了。「而且从非存在者不可能生成任何事物;因为必定有某种东西作为基底」。对于生成的事物而言,必须始终有某种作为它从中生成的东西作为基底,但非存在者不可能作为存在者的基底;因为这样一来存在者与非存在者就会在同一事物中了。「并且如此这般扩大接踵而来的结论」。他说,通过不断扩大那已被承认的荒谬前提所接踵而至的后果(因为只要承认一个荒谬,就会随之引出成千上万个荒谬),他们甚至主张存在者仅仅为一个,从而将多数从存在者中取消——这些人就是巴门尼德和梅利索斯一派。「于是,那些人由于上述原因采取了这一意见」。他们采取了断言不存在生成、并将多数从存在者中取消的意见,是因为他们认为非存在者无论以何种方式都绝不可能具有持存性;因为正因如此,他们认为既不可能有任何事物从非存在者生成,在存在者之中也不可能有多,因为这会导致同一事物既是存在者又是非存在者。
- 1.132ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην
不及物动词 ἐξετράπησαν(被拐离、偏向)在此带有名词短语宾格 ὁδόν τινα ἄλλην(向某条歧路),作表示运动路径或方向的内制宾格(准同族宾格)。
- 1.132διὰ τὸ τὸ αὐτὸ συμβαίνειν καὶ ὂν εἶναι καὶ μὴ ὄν
介词 διά 支配带有冠词的不定式 τὸ ... συμβαίνειν,其宾格逻辑主语为 τὸ αὐτό,从而形成两个中性单数冠词并置的结构(τὸ τὸ αὐτό)。同时,συμβαίνειν 支配补充不定式短语 καὶ ὂν εἶναι καὶ μὴ ὄν(既是存在者又是非存在者)。
