← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§173.4-174.12

通过潜能与偶性的组合解决生成的疑难

约翰·斐洛庞诺举例阐明了潜能/现实与依自身/依偶性的四种组合,以此化解生成的疑难,同时辨析了质料与缺乏的差异,并解释了为何此处缺乏能够转变为形式,而不同于《范畴篇》。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.131#4

οὐκ ἔστι δὲ ταὐτὸν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός· ἔστι γὰρ καὶ δυνάμει εἶναι καὶ καθ’ αὑτό, καὶ δυνάμει καὶ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ ἐνεργείᾳ καὶ καθ’ αὑτό, καὶ ἐνεργείᾳ καὶ κατὰ συμβεβηκός. ὅταν γὰρ εἴπω ὅτι ὁ ἰατρὸς ἰατρεύει, ἐνεργείᾳ εἶπον καὶ καθ’ αὑτό, ὅταν δὲ ὁ ἰατρὸς ἰατρεύσει, δυνάμει εἶπον καὶ καθ’ αὑτό· καὶ πάλιν ὅταν μὲν εἴπω ὅτι ὁ ἰατρὸς οἰκοδομεῖ, ἐνεργείᾳ εἶπον καὶ κατὰ συμβεβηκός (οὐ γὰρ ᾗ ἰατρὸς οἰκοδομεῖ, ἀλλ’ ᾗ συνέβη οἰκοδόμον ὄντα αὐτὸν καὶ ἰατρὸν εἶναι· τοῦ οἰκοδόμου οὖν καθ’ αὑτὸ οἰκοδομοῦντος λέγεται κατὰ συμβεβηκὸς ὁ ἰατρὸς οἰκοδομεῖν, διότι ἕν εἰσι τῷ ὑποκειμένῳ ὁ ἰατρὸς καὶ ὁ οἰκοδόμος), ὅταν δὲ εἴπω ὅτι ὁ ἰατρὸς οἰκοδομήσει, δυνάμει εἶπον καὶ κατὰ συμβεβηκός. ὥστε ἐκ μὲν τῆς ὕλης καθ’ αὑτὸ μὲν ὄντος γίνεται τὰ γινόμενα, δυνάμει δ’ ὄντος καὶ οὐκ ἐνεργείᾳ, διότι καθ’ ἑαυτὴν οὐχ ὑφέστηκεν ἡ ὕλη ἐνεργείᾳ ἐκτὸς εἰδῶν, ἀλλὰ κατὰ τὸν ἴδιον λόγον δυνάμει ἐστὶ πάντα ἐνεργείᾳ δὲ οὐδέν, ἐπειδὴ ἐνεργείᾳ ὑπάρχειν λέγεται τὸ εἰδοπεποιημένον. πάλιν καὶ ἐκ τῆς στερήσεως ἐξ ἐνεργείᾳ μὲν μὴ ὄντος γίνεται, δυνάμει δ’ ὄντος. τίς οὖν ἡ διαφορὰ τῆς ὕλης πρὸς τὴν στέρησιν, εἴ γε ἐξ ἀμφοῖν ἐκ δυνάμει μὲν ὄντων γίνεται, ἐνεργείᾳ δὲ μὴ ὄντων; ὅτι ἐπὶ μὲν τῆς ὕλης τὸ μὲν ὂν καθ’ αὑτό ἐστι (καθ’ αὑτὸ γὰρ ὂν ἡ ὕλη, τὸ δὲ μὴ ὂν κατὰ συμβεβηκός,1 διότι συνέβη τὴν στέρησιν αὐτὴν ἔχειν), ἐπὶ δὲ τῆς στερήσεως ἔμπαλιν2 ἐπὶ μὲν τοῦ μὴ ὄντος τὸ καθ’ αὑτό, ἐπὶ δὲ τοῦ ὄντος τὸ κατὰ συμβεβηκός· καθ’ αὑτὸ γὰρ μὴ ὂν ἡ στέρησις, κατὰ συμβεβηκὸς δὲ ὄν, διότι συνέβη αὐτὴν ἐν τῇ ὕλῃ εἶναι. ὥστε εἰ τὸ γινόμενον γίνεται ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος, οὐκ ἄρα τὸ γινόμενον ἦν πρὶν γενέσθαι· οὐ γὰρ ἦν ἐνεργείᾳ. καὶ πάλιν ὅταν ἐκ μὴ ὄντος λέγωμεν γίνεσθαι τὸ ὄν, οὐκ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος λέγομεν, ἀλλ’ ἐκ τοῦ ἐνεργείᾳ 〈μὲν〉 μὴ ὄντος δυνάμει δὲ ὄντος. ὥστε καὶ διὰ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ ἐπιλέλυνται αἱ ἀπορίαι, καὶ τούτου δὲ τοῦ τρόπου τῆς ἐπιλύσεως οἱ ἀποδεδομένοι περὶ τῶν ἀρχῶν λόγοι αἴτιοι· ἡ γὰρ στέρησις ἐνυπάρχουσα τῇ ὕλῃ δυνάμει αὐτὴν εἶναι ποιεῖ καὶ οὐκ ἐνεργείᾳ. ἐπειδὴ γὰρ τὸ δεχόμενον τὸ εἶδος τοῦτο καὶ τὴν στέρησιν πέφυκε δέχεσθαι, καὶ οὐκ ἂν δέξαιτο τὴν στέρησιν τὸ μηδὲ τὸ εἶδος πεφυκὸς δέχεσθαι, ὡς εἴρηται ἐν Κατηγορίαις, διὰ τοῦτο ἐπειδὴ ἔστιν ἐν τῇ ὕλῃ ἡ στέρησις, πέφυκε δήπου καὶ τὸ εἶδος εἶναι ἐν αὐτῇ. ἐπειδὴ οὖν πέφυκε μὲν ἐν αὐτῇ εἶναι, οὔπω δὲ ἔστιν (ἀδύνατον γὰρ ἅμα εἶναι τὴν στέρησιν καὶ τὸ εἶδος), διὰ τοῦτο δυνάμει λέγεται εἶναι καὶ οὐκ ἐνεργείᾳ. πρόδηλον δὲ δήπου ἐκεῖνο, ὅτι καὶ τὴν στέρησιν ἐνταῦθα λαμβάνομεν μεταβάλλουσαν εἰς τὸ εἶδος, καὶ οὐχ ὡς ἐν Κατηγορίαις τὴν ἕξιν μόνην εἰς τὴν στέρησιν, οὐκέτι δὲ καὶ ἔμπαλιν· τοῦτο δὲ διότι ἐκεῖ μὲν ἕξιν καὶ στέρησιν ἐν εἰδοπεποιημένῳ πράγματι ἐλαμβάνομεν γινόμενα, ἐνταῦθα δὲ περὶ τὸ ἀνείδεον καὶ πρῶτον ὑποκείμενον τὸ εἶδος γινόμενον καὶ τὴν στέρησιν θεωροῦμεν.

潜能者与现实者,同自身者与偶性者并非同一事物;因为事物既可以潜能地且自身地存在,也可以潜能地且依偶性存在,同样既可以现实地且自身地存在,也可以现实地且依偶性存在。因为当我说道医生正在医治时,我说的是现实地且自身地;而当我说医生将要医治时,我说的是潜能地且自身地。再次,当我说道医生正在盖房时,我说的是现实地且依偶性(因为他并非就其作为医生而言盖房,而是就恰好作为建筑工人的他同时也是医生而言;因此在建筑工人自身盖房的同时,医生被说成依偶性盖房,是因为医生与建筑工人在基底上为一);而当我说医生将要盖房时,我说的是潜能地且依偶性。因此,生成的事物固然来自质料作为自身存在者,但却是来自潜能的存在者而非现实的存在者,因为质料自身绝非在形式之外现实地自立,而是按照其自身的定义潜能上是一切事物,现实上却什么也不是,因为被赋予形式者被说成现实地存在。再次,来自缺乏的生成也是来自现实上非存在但在潜能上存在者。那么,如果事物来自二者都是来自潜能上存在而在现实上非存在者,质料与缺乏的区别究竟何在呢?在于就质料而言,「存在」是依自身(因为质料是自身存在者,而「非存在」则是依偶性,因为恰好是它具有缺乏);而就缺乏而言则相反,关于「非存在」是依自身,关于「存在」是依偶性;因为缺乏乃是自身非存在者,但依偶性是存在者,因为恰好是它存在于质料之中。因此,如果生成的事物来自潜能上存在而在现实上非存在者,那么生成的事物在生成之前就并不存在;因为它并非现实地存在。再次,当我们说存在者来自非存在者生成时,我们并不是指来自在任何方面、以任何方式都不存在者,而是指来自现实上非存在但在潜能上存在者。因此,疑难通过潜能与现实也得到了化解,并且这种化解方式的原因同样是关于诸本原所给出的说明;因为内在存在于质料中的缺乏,使得质料是潜能的而非现实的。因为正如在《范畴篇》中所说,既然接受形式之物本性上也适合接受缺乏,而本性上不适合接受形式之物也不会接受缺乏,正因如此,既然缺乏存在于质料中,形式按本性自然也能够存在于质料中。既然它按本性能够存在于其中,却尚未存在(因为缺乏与形式不可能同时存在),正因如此它被说成潜能地存在而非现实地存在。而下述一点当然是显而易见的:在这里我们将缺乏也理解为向形式转变,而非如《范畴篇》中那样仅仅理解为具有向缺乏转变而不再反向转变;这是因为,在那里我们是将在已被赋予形式的事物中产生的具有和缺乏作为对象,而在这里我们所考察的形式与缺乏的产生,乃是关涉无形式的第一基底。

语法注2 条
  1. 1.131ἐπὶ δὲ τῆς στερήσεως ἔμπαλιν ἐπὶ μὲν τοῦ μὴ ὄντος τὸ καθ’ αὑτό, ἐπὶ δὲ τοῦ ὄντος τὸ κατὰ συμβεβηκός

    此句承接前文 ἐπὶ μὲν τῆς ὕλης τὸ μὲν ὂν καθ’ αὑτό ἐστι...,省略了系词 ἐστί,构成高度紧凑的对应句式。介词短语 ἐπὶ μὲν τοῦ μὴ ὄντος 与 ἐπὶ δὲ τοῦ ὄντος 表明所属层面(就非存在而言/就存在而言),而 τὸ καθ’ αὑτό 与 τὸ κατὰ συμβεβηκός 则作为对称的表语要素。

  2. 1.131καὶ οὐχ ὡς ἐν Κατηγορίαις τὴν ἕξιν μόνην εἰς τὴν στέρησιν, οὐκέτι δὲ καὶ ἔμπαλιν

    紧接前文 ὅτι καὶ τὴν στέρησιν ἐνταῦθα λαμβάνομεν μεταβάλλουσαν εἰς τὸ εἶδος,在 οὐχ ὡς ἐν Κατηγορίαις 之后,宾格短语 τὴν ἕξιν μόνην 和介词短语 εἰς τὴν στέρησιν 依赖于省略的动词及分词(λαμβάνομεν 和 μεταβάλλουσαν),意即“并非如在《范畴篇》中那样[理解为]仅有具有向缺乏[转变]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:173.4-174.12