- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:171.27-173.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
费罗波诺斯分析了来自非存在者(缺乏)的生成,指明其属于偶性生成,并详细阐明了关于生成的疑难如何通过两种方式得以化解:其一是通过自身与偶性,其二是通过潜能与现实。
πάλιν καὶ ὅταν ἐκ μὴ ὄντος λέγωμεν γίνεσθαι, οὐχ ᾗ μὴ ὄν ἐστιν οὕτως γίνεται ἐξ αὐτοῦ γινόμενον· οὐ γὰρ ἡ στέρησις τοῦ πυρὸς μέρος αὐτοῦ γίνεται. λέγομεν οὖν τὸ πῦρ ἐκ μὴ ὄντος γίνεσθαι, ἀλλ’ οὐχ ἁπλῶς ἐκ μὴ ὄντος, ἀλλ’ ἐκ τινὸς μὴ ὄντος (γίνεται γὰρ ἐξ οὐ πυρός), ἀλλ’ οὐ καθ’ αὑτὸ ἐκ τοῦ οὐ πυρὸς γίνεται, ἀλλὰ καθ’ αὑτὸ μὲν ἐκ τοῦ ὑποκειμένου, ἐπειδὴ δὲ τοῦτο ἔχει τὴν στέρησιν τοῦ πυρός, ὅπερ ἐστὶ καθ’ αὑτὸ μὴ ὄν,1 λέγομεν τὸ πῦρ ἐκ μὴ ὄντος γίνεσθαι, κατὰ συμβεβηκὸς δὲ ἐκ τοῦ μὴ ὄντος. κἂν τὴν προσεχῆ δὲ γένεσιν σκοπήσωμεν, ἔστι δηλονότι ἐν τῷ ἀέρι ἡ τοῦ πυρὸς στέρησις· ἔστι γὰρ ὁ ἀὴρ οὐ πῦρ, τουτέστι τὶ μὴ ὄν. γίνεται οὖν ἐκ τοῦ τὶ μὴ ὄντος οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, μόνως δὲ καθ’ αὑτὸ ἐκ τοῦ ὑποκειμένου καὶ τῆς ὕλης γίνεται. ἀλλ’ εἰ καὶ ἐκ καθ’ αὑτὸ ὄντος τῆς ὕλης γίνεται καὶ καθ’ αὑτὸ ὡς ἐξ ὄντος, 〈οὐ〉 συνάγεται ἄτοπον τὸ τὸ γινόμενον ἤδη εἶναι πρὶν γενέσθαι·2 οὐδὲ γὰρ τοῦτο γίνεται ὅπερ ἤδη ἐστίν, ἀλλὰ ἄλλο μέν ἐστιν ἄλλο δὲ γίνεται. ὥσπερ ὁ χαλκὸς γινόμενος ἀνδριὰς οὐ τοῦτο γίνεται ὅπερ ἦν, ἀλλὰ ἄλλο μέν ἐστιν ἄλλο δὲ γίνεται, οὕτως καὶ ἐπὶ πάντων τῶν φύσει γινομένων, ὅταν τὴν ἐκ τῆς ὕλης καὶ τοῦ τριχῇ διαστατοῦ γένεσιν αὐτῶν θεωρήσωμεν, τοῦτο συμβαίνει. ἔστιν οὖν ἐπὶ πάσης γενέσεως καὶ ἐκ τῆς πρώτης καὶ ἐκ τῆς προσεχοῦς καὶ τὸ ἐξ ὄντος καὶ τὸ ἐκ μὴ ὄντος, καὶ τοῦτο οὐκ ἔστιν ἀντίφασις· οὐ γὰρ κατὰ τὸ αὐτὸ ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος, ἀλλ’ ἐξ ὄντος μέν, ἐπειδὴ ἕτερόν τί ἐστιν, ἐκ μὴ ὄντος δέ, ἐπειδὴ τοῦτο οὐκ ἔστιν ὃ γίνεται. ἀλλ’ ἐπὶ μὲν τῆς ἐκ τῆς ὕλης γενέσεως ἐκ καθ’ αὑτὸ μὲν ὄντος γίνεται, οὐχὶ δὲ ἐκ καθ’ αὑτὸ μὴ ὄντος (οὐ γὰρ μέρος γίνεται ἡ στέρησις τοῦ γινομένου, ὥσπερ ἡ ὕλη), ἐπὶ δὲ τῆς προσεχοῦς γενέσεως, οἷον ὅταν γίνηται ἐξ ἀέρος πῦρ, οὔτε ὡς ἐκ καθ’ αὑτὸ ὄντος γίνεται, οὔτε ὡς ἐκ καθ’ αὑτὸ μὴ ὄντος (οὔτε γὰρ ὁ ἀὴρ οὔτε ἡ στέρησις τοῦ πυρὸς μέρος γίνεται τοῦ πυρός), ἀλλὰ καὶ ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος καὶ κατὰ συμβεβηκὸς γίνεται ἐκ τοῦ ἀέρος τὸ πῦρ, ἐξ ἄλλου δέ τινος ὄντος γίνεται καθ’ αὑτὸ τῆς ὕλης κατὰ τὸν εἰρημένον τρόπον. Καθ’ ἕνα μὲν οὖν τρόπον οὕτως ἐπιλύεται τὰς ἀπορίας, ἐκ τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, ἅπερ ἐν τῷ τῶν ἀρχῶν λόγῳ παρείληφεν· εἶπε γὰρ τῶν ἀρχῶν τὰς μὲν εἶναι καθ’ αὑτὸ τὴν ὕλην καὶ τὸ εἶδος, τὴν δὲ κατὰ συμβεβηκὸς τὴν στέρησιν. ὥστε ἐξ οὗ γίνεται οὐ πάντως ἐκ καθ’ αὑτὸ ὄντος γίνεται, ἀλλὰ καὶ ἐκ τοῦ κατὰ συμβεβηκὸς ὄντος. ἐλύθησαν οὖν αἱ ἀπορίαι ἐκ τοῦ περὶ τῶν ἀρχῶν ἀποδεδομένου λόγου, ἐπιλύεται δ’ αὐτὰς καὶ ἐκ τοῦ δυνάμει καὶ ἐκ τοῦ ἐνεργείᾳ. ἐπεὶ γάρ ἐστι τῶν πραγμάτων τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ, ὅταν λέγωμεν ἐξ ὄντος γίνεσθαι, ἐκ δυνάμει μὲν ὄντος λέγομεν ἐνεργείᾳ δὲ μὴ ὄντος. ὁμοίως καὶ ὅταν ἐκ τοῦ μὴ ὄντος, οὐκ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἀλλ’ ἐκ τοῦ ἐνεργείᾳ μὲν μὴ ὄντος δυνάμει δ’ ὄντος· δυνάμει γάρ ἐστιν ἡ ὕλη πάντα τὰ φυσικὰ εἴδη, ἐνεργείᾳ δ’ οὐδέν, διότι οὐδὲ χωρὶς τῶν εἰδῶν ὑπάρξειέν ποτε.
再次,当我们说生成之物来自非存在者时,也并非就其作为非存在者而言如此来自它;因为火的缺乏并不会成为火的一部分。因此我们说火来自非存在者,但并非单纯来自非存在者,而是来自某种特定的非存在者(因为它来自非火);然而它并非自身来自非火,而是自身来自基底之物,而由于这基底具有火的缺乏——缺乏乃是自身非存在者——我们遂说火来自非存在者,但这乃是依偶性来自非存在者。即使我们考察近接的生成,显而易见在空气中也存在着火的缺乏;因为空气是非火,即某种特定的非存在者。因此它来自某种特定的非存在者并非依自身,而是依偶性,且仅依自身来自基底之物与质料。然而,即使火来自质料作为自身存在者,且自身作为来自存在者,也〈不〉会推论出这荒谬之点:生成之物在生成之前就已经存在;因为并非这已经存在者本身生成,而是〔它〕一方面是某一物,另一方面变成另一物。正如青铜变成雕像时并非变成它原本所是之物,而是一方面是某一物,另一方面变成另一物,同样,在一切依自然生成的事物中,当我们考察它们从质料以及三维延展中的生成时,情况也是如此。因此,在一切生成中,无论来自第一[质料]还是来自近接者,既存在着来自存在者,也存在着来自非存在者,并且这并不构成矛盾;因为并非就同一方面而言既来自存在者又来自非存在者,而是因为它是另一物所以来自存在者,因为并非就是那生成之物所以来自非存在者。然而在来自质料的生成中,它是来自自身存在者,而非来自自身非存在者(因为缺乏并不像质料那样成为生成之物的一部分);而在近接的生成中,例如当火从空气生成时,它既非作为来自自身存在者生成,亦非作为来自自身非存在者生成(因为无论是空气还是火的缺乏,都不成为火的一部分),火来自空气既来自存在者又来自非存在者乃是依偶性,而它来自另一存在者即质料,则是按所言的方式依自身生成的。 因此,按照一种方式,他正是这样化解疑难的:依据自身者与偶性者,这是他在本原的说明中采纳的;因为他说在本原中,质料与形式是自身本原,而缺乏是偶性本原。因此就生成所来自之物而言,〔生成之物〕并非一概来自自身存在者而生成,而是也来自偶性存在者。因此疑难依据关于本原所给出的说明得到了化解;但他还依据潜能者与现实者来化解它们。因为在事物中既然有些是潜能的,有些是现实的,当我们说来自存在者生成时,我们是指来自潜能的存在者,但现实上是非存在者。同样,当我们说来自非存在者时,并非指来自绝无无论何种方式存在的非存在者,而是指来自现实上非存在但在潜能上存在的非存在者;因为质料在潜能上是一切自然形式,但在现实上绝非任何形式,因为它绝不可能脱离形式而存在。
- 1.131ὅπερ ἐστὶ καθ’ αὑτὸ μὴ ὄν
关系代词 ὅπερ 为中性单数,指代阴性先行词 τὴν στέρησιν τοῦ πυρός 所表达的概念内容,表述缺乏本身实质上是“自身非存在者”。
- 1.131〈οὐ〉 συνάγεται ἄτοπον τὸ τὸ γινόμενον ἤδη εἶναι πρὶν γενέσθαι
校勘者补入的否定词〈οὐ〉被采纳以替代写本的 συνάγεται,因为上下文要求否定该荒谬推论。双重定冠词 τὸ τὸ γινόμενον 中,外层的 τὸ 将整个不定式从句 τὸ γινόμενον ἤδη εἶναι πρὶν γενέσθαι 名词化,与 ἄτοπον 作同位语(或充当主语)。
