← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§170.18-171.27

通过非存在的区分与本原论化解生成疑难

斐洛庞努斯通过对“非存在者”的划分(单纯的非存在与特定的非存在)以及亚里士多德的本原学说(作为自身本原的质料与形式,以及作为偶性本原的缺乏),阐明生成并非来自单纯的虚无,而是来自特定的非存在并通过偶性而发生,从而化解了古人否定生成的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.131#2

ὁμοίως οὐδὲ τὸ μὴ ὂν ἕν τι καὶ ἁπλοῦν σημαίνει, ἀλλ’ ἤτοι τὸ ἁπλῶς μὴ ὄν, ὅπερ μηδὲν τῶν ὄντων ἐστίν, ἢ τὸ τὶ μὴ ὄν· ἡ γὰρ οὐσία τὶ μὴ ὄν· οὐδὲ γάρ ἐστιν ὅπερ τὸ ποσὸν ἢ τὸ ποιόν. ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον καὶ ὄν ἐστι καὶ μὴ ὂν κατὰ ἄλλο καὶ ἄλλο, ἄλλο μὲν ὄν τι ἄλλο δὲ μὴ ὄν. Ἐκεῖνοι μὲν οὖν διὰ τὴν ἀπειρίαν τῆς διαιρετικῆς μεθόδου εἰς ταύτην τὴν ἀτοπίαν ἐξέκλιναν, ὥστε τὰ ἐναργῆ οὕτως ἀνελεῖν βιαζόμενοι ὑπὸ τοῦ λόγου, τήν τε γένεσίν φημι καὶ τὸ πλῆθος. ἐπιλύεται δὲ ὁ Ἀριστοτέλης τὰς ἀπορίας ἐκ τῶν ἀποδεδομένων λόγων περὶ τῶν ἀρχῶν· εἴρηται γὰρ ὅτι τῶν ἀρχῶν αἱ μέν εἰσι καθ’ αὑτὸ ἀρχαὶ ἡ ὕλη καὶ τὸ εἶδος, ἡ δὲ κατὰ συμβεβηκὸς ἡ στέρησις. καὶ ἐκ τοῦ καθ’ αὑτὸ οὖν καὶ ἐκ τοῦ κατὰ συμβεβηκὸς ἐπιλύεται τὴν ἀπορίαν, καὶ ἐκ τοῦ δυνάμει καὶ ἐκ τοῦ ἐνεργείᾳ. εἰ μὲν γὰρ ἁπλῶς ἐγίνετό τι, δῆλον ὅτι καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἐγίνετο ἄν· νῦν δὲ τὸ γινόμενον τὶ ἐστίν (οὐδὲν γὰρ ἁπλῶς γίνεται)· εἰ δὲ τὸ γινόμενον τί ἐστιν, δῆλον ὅτι καὶ ἐκ τινὸς μὴ ὄντος γίνεται· ὡς γὰρ τὸ ἁπλῶς ὂν ἐξ ἁπλῶς μὴ ὄντος γίνεται, οὕτω καὶ τὸ τὶ ὂν ἐκ τινὸς μὴ ὄντος γίνεται. τὸ μὲν οὖν ἁπλῶς ὂν ἀδύνατον γενέσθαι· γένοιτο γὰρ ἂν ἐκ τοῦ πάντῃ μὴ ὄντος, καὶ ἐνταῦθα ὑγιὴς ὁ παρ’ αὐτῶν λεγόμενος λόγος. ἐπειδὴ δὲ τὸ γινόμενον οὐχ ἁπλῶς γίνεται ἀλλὰ τὶ, καὶ τὸ ἐξ οὗ γίνεται τὶ μὴ ὂν ἔσται· τὸ δὲ τὶ μὴ ὂν καὶ τὶ ὄν ἐστι, τοῦτο δὲ σύνθετόν ἐστιν ἐξ ὕλης καὶ εἴδους· πᾶν γὰρ τὸ ἐνεργείᾳ ὂν τοιοῦτον. ὅταν οὖν λέγωμεν ὅτι γίνεται τὸ γινόμενον ἐξ ὄντος, οἷον τὸ πῦρ ἐξ ἀέρος, ἐκ καθ’ αὑτὸ μὲν ὄντος τοῦ ἀέρος δηλονότι λέγομεν γίνεσθαι τὸ πῦρ (καθ’ αὑτὸ γὰρ ὂν ὁ ἀήρ), ἀλλ’ οὐ καθ’ αὑτὸ ὡς ἐξ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός·1 καθ’ αὑτὸ γὰρ ἔμπροσθεν ἐλέγομεν εἶναι ἀρχὴν τοῦτο ὃ μέρος γίνεται τοῦ γινομένου, ὡς ἡ ὕλη καὶ τὸ εἶδος. εἰ οὖν ὁ ἀὴρ οὐ γίνεται μέρος τοῦ πυρός, δῆλον ὅτι οὐ καθ’ αὑτὸ ἐξ ὄντος τοῦ ἀέρος γίνεται τὸ πῦρ, ἀλλ’ ὅτι συνέβη τὸ ἐξ οὗ καθ’ αὑτὸ γίνεται, λέγω δὴ τὴν ὕλην, τὸ τοῦ ἀέρος εἶδος ἔχειν. οὐδὲν γὰρ συμβάλλεται εἰς τὴν τοῦ πυρὸς γένεσιν τὸ ἀέριον εἶδος· γίνεται γοῦν οὐδὲν ἧττον καὶ ἐξ ὕδατος καὶ γῆς καὶ ἐκ πάντων τῶν συνθέτων πῦρ. εἰ μὲν οὖν ἐκ τῆς ὕλης θεωροῦμεν γινόμενον, ἐκ ταύτης ὡς ἐκ καθ’ αὑτὸ ὄντος γίνεται (καθ’ αὑτὸ γὰρ ἦν ἡ ὕλη καὶ καθ’ αὑτὸ ὡς ἐξ ὄντος· μέρος γὰρ αὐτοῦ γίνεται ἡ ὕλη. καὶ οὐδέν γε ἄτοπον· οὐ γὰρ ὅπερ ἐστὶν ἡ ὕλη τοῦτο γίνεται, ἀλλὰ ἄλλο μέν ἐστιν, ἄλλο δὲ γίνεται), ἀλλ’ ἐκεῖνοι τὴν ἐκ τῆς ὕλης γένεσιν οὐδ’ ἐνενόουν, ἀλλ’ ἐκ τῶν μερικῶν γενέσεων τὰς ἀπορίας ἔφερον, ὅτι φαίνεται ὁ ἀὴρ γινόμενος πῦρ· εἰ οὖν ἔστιν ὁ ἀήρ, οὗτος δὲ γίνεται πῦρ, τὸ ὂν ἄρα γίνεται. φαμὲν οὖν ἡμεῖς πρὸς τὴν αὐτῶν ἀπορίαν ἀπαντῶντες, ὅτι εἰ καὶ ἐξ ἀέρος γίνεται, ἀλλ’ οὐχ ᾗ ἀὴρ οὕτως ἐξ αὐτοῦ γίνεται, ἀλλὰ κατὰ συμβεβηκός, ἐπειδὴ συνέβη τὸ ὑποκείμενον τὸ ἀέριον εἶδος ἔχειν· ὥστε εἰ καὶ ἐξ ὄντος γίνεται τὸ γινόμενον, ἀλλ’ οὐχ ᾗ ὄν ἐστιν, ἀλλ’ ᾗ συμβέβηκε τὸ ἐξ οὗ καθ’ αὑτὸ γίνεται [τουτέστιν ἡ ὕλη] ὂν εἶναι, τουτέστιν εἰδοπεποιῆσθαι.2

同样,“非存在者”也不意味着某种单一且单纯的东西,而是要么意味着单纯的非存在者,即存在者中的无物,要么意味着某种特定的非存在者;因为实体就是某种特定的非存在者,因为它并非就是量或质本身。同样,其余各项中的每一者也因不同的方面既是存在者又是非存在者,就一方面而言是某种存在者,就另一方面而言则不是。那些人由于对划分方法的缺乏经验,遂偏离到这种荒谬之中,以致在论证的逼迫下取消了如此明晰可见的事物——我指的是生成与复多性。然而亚里士多德根据关于诸本原所提出的说明化解了这些疑难;因为已经说过,在诸本原中,质料与形式是自身本原,而缺乏则是偶性本原。因此,他既依据自身者又依据偶性者,既依据潜能者又依据现实者来化解疑难。因为如果有某物单纯地生成,显而易见它也将从单纯的非存在者中生成;但实际上生成之物乃是某种特定的东西(因为没有任何事物是单纯地生成的);若生成之物是某种特定的东西,显而易见它也是从某种特定的非存在者中生成的;因为正如单纯的存在者来自单纯的非存在者,某种特定的存在者也同样来自某种特定的非存在者。因此,单纯的存在者是不可能生成的;因为那样它就必须来自完全的非存在者,而在这点上他们所言的论述是健全的。然而,既然生成之物并非单纯地生成,而是作为某种特定之物生成,那么它从中生成之物也将是某种特定的非存在者;而某种特定的非存在者也是某种特定的存在者,且这是由质料和形式构成的复合体;因为一切现实存在之物皆是如此。因此,当我们说生成之物来自存在者时,例如火来自空气,显而易见我们是说火来自自身作为存在者的空气(因为空气是自身存在者),但并非自身作为来自存在者,而是依偶性;因为我们此前曾说过,自身的本原乃是成为生成之物的一部分之物,如质料与形式。因此,若空气并不成为火的一部分,显而易见火并非自身来自作为存在者的空气,而是因为那自身从中生成之物(我指的是质料)恰好具有空气的形式。因为空气的形式对火的生成毫无贡献;无论如何,火同样可以从水、土以及一切复合体中生成。因此,如果我们把生成视为来自质料,那么它来自质料就像来自自身存在者一样(因为质料是自身存在的,且自身作为来自存在者;因为质料成为它的一部分。这绝无荒谬之处;因为质料本身之所是并非生成之物,而是一方面是某一物,另一方面生成另一物);然而那些人甚至没有想到来自质料的生成,而是从个别的生成实例中提出疑难,说空气显现为正在变成火;因此若空气存在,而它变成火,那么存在者就生成了。因此我们在回应他们的疑难时说,即使火来自空气,也并非就其作为空气而言如此来自它,而是依偶性,因为基底之物恰好具有空气的形式;因此,即使生成之物来自存在者,也并非就其作为存在者而言,而是就那自身从中生成之物[即质料]恰好是存在者而言,即被赋予了形式。

语法注2 条
  1. 1.131ἐκ καθ’ αὑτὸ μὲν ὄντος τοῦ ἀέρος δηλονότι λέγομεν γίνεσθαι τὸ πῦρ ... ἀλλ’ οὐ καθ’ αὑτὸ ὡς ἐξ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός

    前一个 καθ’ αὑτὸ ὄντος 指空气本身作为实体是“自身存在者”,而随后的 οὐ καθ’ αὑτὸ ὡς ἐξ ὄντος 则指生成的方式:火并非以自身的方式来自存在者,而是依偶性。同一个 καθ’ αὑτό 在前半句充当修饰空气的名词性定语,在后半句则充当修饰整个介词短语的副词性状语。

  2. 1.131ἀλλ’ ᾗ συμβέβηκε τὸ ἐξ οὗ καθ’ αὑτὸ γίνεται [τουτέστιν ἡ ὕλη] ὂν εἶναι, τουτέστιν εἰδοπεποιῆσθαι

    此句是由非人称动词 συμβέβηκε 支配的“宾格加不定式”结构。不定式 εἶναι 的逻辑主语是充当名词性短语的关系从句 τὸ ἐξ οὗ καθ’ αὑτὸ γίνεται(即质料),ὂν 则是其表语。句末的 τουτέστιν εἰδοπεποιῆσθαι 构成同位语,用于诠释 ὂν εἶναι 的含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:170.18-171.27