← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§169.3-170.17

早期哲人对生成的否定与不完全划分

针对亚里士多德在《物理学》191a23预告解决古代人疑难之处,菲洛波庞梳理了早期哲学家基于存在与非存在的二难推论而取消生成与复多性的论证,并指出其谬误在于未能把握存在与非存在的歧义性而进行了不完全的划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.131#1

" Ὅτι δὲ μοναχῶς οὕτως λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία, λέγομεν μετὰ ταῦτα." Τεκμήριόν ἐστι τῶν καλῶς καὶ ἐπιστημονικῶς ἀποδεδομένων λόγων, ὅταν τοιοῦτοι ὦσιν οἱ ἀποδοθέντες περὶ τοῦ πράγματος λόγοι, ὡς καὶ τὴν αὐτοῦ τοῦ πράγματος φύσιν ἱκανῶς παραστῆσαι καὶ τὰς φερομένας πρὸς αὐτὸ ἀπορίας ἐπιλύσασθαι. τοιοῦτοί εἰσι καὶ οἱ ἀποδοθέντες λόγοι περὶ τῶν ἀρχῶν τῶν φυσικῶν πραγμάτων ὑπὸ Ἀριστοτέλους· τάς τε γὰρ ἀρχὰς τὰς κοινοτάτας τῶν φυσικῶν πραγμάτων ἱκανῶς ἡμῖν παρέστησε, καὶ τὰς φερομένας ἀπορίας πρὸς αὐτὰ δι’ αὐτῶν ἐπιλυσόμεθα, ὅπερ καὶ νῦν ὁ Ἀριστοτέλης ποιεῖ. φέρονται δὲ ἀπορίαι περὶ τῶν φυσικῶν πραγμάτων, ὧν ἤδη ἐμνήσθημεν ἐν τοῖς πρὸς Ἀναξαγόραν λόγοις, εἰσὶ δ’ αὗται αἱ τὴν γένεσιν ἀναιροῦσαι. Ζητοῦντες γάρ, φησίν, οἱ πάλαι τὴν τῶν πραγμάτων ἀλήθειαν, ὑπὸ ἀπειρίας διαλεκτικῆς ἐξετράπησαν τῆς ἀληθείας καὶ ἐνόμισαν μηδ’ ὅλως εἶναι γένεσιν. εἰ γὰρ γίνοιτό τι, φασίν, ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος· ἀλλ’ οὔτε ἐξ ὄντος δυνατὸν γενέσθαι (πῶς γὰρ ἂν τὸ ὂν γένοιτο; ἔσται γὰρ πρὶν γενέσθαι), οὔτε ἐκ μὴ ὄντος (ἀδύνατον γὰρ ἐκ μὴ προϋποκειμένου τινὸς γενέσθαι τι). καὶ κοινὴ δόξα ἐστὶν αὕτη πάντων τῶν φυσικῶν τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι· δεῖ γὰρ τὸ γενησόμενόν τι πρὶν γενέσθαι δύναμίν τινα καὶ ἐπιτηδειότητα ἔχειν εἰς τὸ γενέσθαι· εἰ γὰρ πρὶν γένοιτό τι μὴ δύναιτο γενέσθαι, οὐδ’ ἂν γένοιτο. ἀνάγκη οὖν πρὶν γενέσθαι ἔχειν δύναμιν τοῦ γενέσθαι· τὸ δὲ δυνάμενον γενέσθαι ὄν τί ἐστι, καὶ αὐτὴ ἡ δύναμις· οὐδὲν ἄρα ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται. ἔοικεν οὖν μηδ’ ὅλως εἶναι ἡ γένεσις. διὰ τοῦτο οὖν τὴν γένεσιν ἀναιροῦντες, ἐκκρίσει καὶ συγκρίσει καὶ θέσει τοῖς τοιούτοις τὰ πράγματα ἐποίουν. ἐκ δὲ ταύτης, φησί, τῆς ἀρχῆς ὁρμώμενοι, καὶ τὸ πλῆθος ἀνήρουν ἐκ τῶν ὄντων· “ἑνὸς γὰρ ἀτόπου δοθέντος”, ὡς αὐτός φησι, μυρία ἕψεται. ἐξ οὗ γὰρ ἀνῄρουν τὴν γένεσιν τῷ μὴ δύνασθαι τὸ μὴ ὂν ὑποκεῖσθαι τοῖς γινομένοις ἐξ οὗ γίνονται (εἰ γὰρ ὑποκέοιτο αὐτοῖς τὸ μὴ ὄν, συμβήσεται τὸ μὴ ὂν εἶναι), ἐκ τούτου καὶ τὸ πλῆθος ἀνῄρουν. εἰ γὰρ ἔστι πλῆθος, ἔστι καὶ ἑτερότης, εἰ δὲ τοῦτο, ἔστι καὶ τὸ μὴ ὄν· οὐκ ἔστι γὰρ Σωκράτης ὅπερ Πλάτων. ὥστε ἐστὶ Σωκράτης μὴ ὄν· οὐ γάρ ἐστι Πλάτων. ἔστι δὲ καὶ ὄν· Σωκράτης γάρ ἐστι. τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ μὴ ὄν ἔσται, ὅπερ ἀδύνατον. εἰ δὲ τοῦτο ἀδύνατον, καὶ πλῆθος εἶναι ἐν τοῖς οὖσιν ἀδύνατον. ἓν ἄρα τὸ ὂν καὶ ἀκίνητον. ἐκεῖνοι μὲν οὖν ἐκ τούτων ἀνῄρουν τὴν γένεσιν δι’ ἀπειρίαν τῆς διαλεκτικῆς μεθόδου· καλῶς μὲν γὰρ περὶ γενέσεως ζητοῦντες ἐκ διαιρέσεως προήγαγον τὸν λόγον καὶ διαιρέσεως τῆς κατ’ ἀντίφασιν,1 λέγοντες ὅτι εἰ γίνεταί τι ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος (ἀντίφασις γὰρ τὸ ὂν καὶ τὸ μὴ ὄν), κακῶς δ’ ὅτι ἀτελῶς ἐχρήσαντο τῇ διαιρέσει· οὐδὲ γὰρ τὸ ἓν ἑνός τινος πράγματός ἐστι σημαντικόν,2 ὁμοίως δὲ οὐδὲ τὸ μὴ ὄν. ἔδει οὖν καὶ τούτων ἐπιδιαίρεσιν ποιήσασθαι, καὶ οὕτως πάντα τὰ μόρια τῆς διαιρέσεως ἐπισκοπῆσαι, εἰ ἐνδέχεται κατά τι αὐτῶν γενέσθαι τὴν γένεσιν· ὁμώνυμος γὰρ φωνὴ καὶ τὸ ὄν, ὁμοίως δὲ καὶ τὸ μὴ ὄν. ἁπλῶς μὲν γὰρ ὂν οὐδέν ἐστιν· οὐδὲ γὰρ ἔστι κοινή τις φύσις τοῦ ὄντος, ἀλλ’ ἔστιν ὁμώνυμος φωνὴ κατὰ πλειόνων γενῶν κατηγορουμένη· ἢ γὰρ οὐσία ἐστὶ τὸ ὂν ἢ ποσὸν ἢ ποιὸν ἤ τι τῶν ἄλλων.

“而古代人的疑难也唯有以这种方式得以解决,我们在此之后予以说明。” 优良且具科学性的说明的证据在于,当就事物所提出的说明能够充分展示该事物自身的本性,并能化解针对它所提出的疑难时。亚里士多德就自然事物的本原所提出的说明也正是如此;因为他不仅向我们充分展示了自然事物最共通的本原,而且通过它们我们将化解针对它们所提出的疑难,而这正是亚里士多德现在所做的事情。而就自然事物提出了疑难,对此我们在针对阿那克萨哥拉的论述中已经提及,而这些疑难就是取消生成的那些疑难。他说,因为古人在探求事物的真理时,由于缺乏辩证经验而偏离了真理,并认为根本不存在生成。因为他们说,如果有任何事物生成,它要么来自存在者,要么来自非存在者;但它既不可能来自存在者(因为存在者又怎能生成呢?因为它在生成之前就已经存在了),也不可能来自非存在者(因为绝不可能从任何预先并不奠基于下的事物中生成某物)。而“没有任何事物产生自无论在何方面、以何种方式都不存在的东西”,乃是所有自然哲学家的共同见解;因为将要成为某物的东西,在生成之前必须具有某种生成的潜能与合宜性;因为如果在某物生成之前它不能生成,它甚至根本不会生成。因此,在生成之前必然具有生成的潜能;而能够生成者乃是某种存在者,且这潜能本身也是存在者;因此没有任何事物产生自无论在何方面、以何种方式都不存在的东西。因此看来根本不存在生成。于是由于这个缘故,他们取消了生成,而通过分离、结合与位置等类似方式来解释事物。他说,他们从这一本原出发,也从存在者中取消了复多性;因为正如他自己所言,“一旦承认了一个荒谬”,就会招致无数荒谬。因为他们取消生成的依据,是由于非存在者无法作为生成物从中生成的基底而奠基于下(因为若非存在者作为基底奠基于它们之下,就会得出非存在者存在的结果),从这一依据出发,他们也取消了复多性。因为若有复多性,也就有相异性,若有相异性,也就有非存在者;因为苏格拉底并非就是柏拉图。因此苏格拉底是非存在者,因为他不是柏拉图。但他也是存在者,因为他是苏格拉底。因此同一事物将既是存在者又是非存在者,而这是不可能的。若这不可能,在存在者之中存在复多性也是不可能的。因此存在者是一且不动的。所以那些人由于对辩证方法缺乏经验,遂基于这些理由取消了生成;因为在探求生成时,他们从划分出发推进论证,而且是从依据矛盾的划分出发,说如果有某物生成,它要么来自存在者,要么来自非存在者(因为存在者与非存在者是一对矛盾),这固然是好的,但错误的是他们不完全地使用了这种划分;因为“一”并非指示某种单一的事物,同样“非存在者”也不是。因此本应当对这些也进行再次划分,并以此考察这种划分的所有各个部分,看看生成是否可能依循其中的某一部分而发生;因为“存在者”这一名称是同名异义的,同样“非存在者”也是如此。因为根本不存在单纯的存在者;因为不存在某种存在者的共通本性,而是一个就多个属被述说的同名异义名称;因为存在者要么是实体,要么是量,要么是质,要么是其余范畴中的某种东西。

语法注2 条
  1. 1.131ἐκ διαιρέσεως προήγαγον τὸν λόγον καὶ διαιρέσεως τῆς κατ’ ἀντίφασιν

    第二个短语“καὶ διαιρέσεως...”是对前文“ἐκ διαιρέσεως”进行补充限定的说明性用法(καὶ explicativum),构成“从划分出发推进论证,而且是从依据矛盾的划分出发”的句法结构。

  2. 1.131οὐδὲ γὰρ τὸ ἓν ἑνός τινος πράγματός ἐστι σημαντικόν

    由于前文讨论的是“存在者(τὸ ὄν)与非存在者(τὸ μὴ ὄν)的矛盾划分”,且紧接着指出“‘存在者’这一名称是同名异义的(ὁμώνυμος γὰρ φωνὴ καὶ τὸ ὄν)”,底本中的“τὸ ἓν”极有可能是“τὸ ὄν”的传抄讹误,但亦可理解为暗指爱利亚学派的“一者”学说(ἓν ἄρα τὸ ὄν)。此处依底本字面译作“一”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:169.3-170.17