← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§15.29-17.20

质料的多样性与普遍者认识次序的难问

阐明质料的多样性以及第一质料的性质,确认此处的教学乃是从在本性上次后的普遍者出发,并提出关于普遍者与个别者的认识次序在此处与《后分析篇》第一卷之间表面矛盾的难问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#5

ἄλλη γὰρ ἡ τοῖς οὐρανίοις καὶ ἀϊδίοις ὑποκειμένη ὕλη καὶ ἄλλη 〈ἡ〉 τοῖς ἐν γενέσει· καὶ ἐν τούτοις ἄλλη μὲν ἡ τοῖς μετεώροις, ἄλλη δὲ ἡ τοῖς ἐν γῇ· καὶ ἄλλη μὲν φυτῶν, ἄλλη δὲ ζῴων. ὥστε κἂν περὶ τῆς ὕλης διδάσκῃ ἡμᾶς ἐν τούτοις, ἀλλὰ περὶ τῆς κοινότερον καλουμένης ὕλης, ἥτις ἐπὶ πάσης ὕλης κατηγορεῖσθαι δύναται. οὐ μία δὲ ἡ τῆς ὕλης φύσις οὐδὲ τῆς πρώτης· ἄλλη μὲν γὰρ ἡ τῶν οὐρανίων, ἄλλη δὲ ἡ τῶν ἐν γενέσει. ῥᾴδιον δὲ ἐπιβλέψειεν ἄν τις, ὅτιπερ ἐν τοῖς πράγμασιν ἄλλο μέν τί ἐστι τὸ ὑποκείμενον καὶ ὥσπερ ὕλη ὑπεστρωμένον, ἄλλο δὲ τὸ εἶδος καὶ ἡ μορφὴ ἡ ἐγγινομένη ἐν αὐτῇ (ὥσπερ ἐπὶ τῶν ξυλίνων τε καὶ κηρίνων σκευῶν καὶ πάντων τῶν τοιούτων ἔχει), καὶ ὅτι ἡ αὐτή ἐστιν ἐπὶ πάντων ἀναλογία, εἰ τῇ ἰδίᾳ ἑκάστου ἀρχῇ τις ἐπιστήσειεν,1 ὅτι τοῖς μὲν μετεώροις ἡ ξηρὰ καὶ ὑγρὰ ἀναθυμίασις ὑπόκειται, τοῖς δὲ οὐρανίοις πέμπτη τις οὐσία· τῷ γὰρ ὄντι πολλῆς ἐπιβλέψεως χρεία εἰς τὸ τὰς ἰδικὰς ἑλεῖν ἀρχὰς τῶν πραγμάτων. ἴσως δὲ ἀπορήσειέ τις ὅτι, εἰ περὶ τῆς ἀνειδέου καὶ πρώτης ὕλης ἐνταῦθά ἐστιν αὐτῷ ὁ λόγος, πῶς φαμεν ὡς ἐκ τῶν ὑστέρων τῇ φύσει ποιεῖται τὴν διδασκαλίαν; πρώτη γὰρ πάντων ἀρχὴ αὐτή. φημὶ δὲ ἐγὼ ὅτι πρῶτον μὲν ἡ πρωτίστη ὕλη ὡς μὲν σωμάτων τῷ ὄντι ἐστὶ πρώτη ἀρχή, ὡς μέντοι ζῴων ἢ φυτῶν2 ἢ μετάλλων ἢ τῶν ἐν τοῖς μετεώροις συνισταμένων ἢ τῶν οὐρανίων ἄλλη τίς ἐστιν ἰδικωτέρα ἀρχή. ὅταν οὖν ὡς μετεώρων πρώτην ἀρχὴν ζητῶμεν, οὐ δυνάμεθα λέγειν τὴν ἀνείδεον ὕλην· αὕτη γὰρ οὐδὲν μᾶλλόν ἐστι τῶν μετεώρων ἀρχὴ ἢ πάντων ἁπλῶς τῶν σωμάτων· ἀλλὰ δεῖ ζητεῖν τὴν ἰδίως αὐτοῖς ὑποκειμένην καὶ ὡς μετεώρων πρωτίστην ἀρχήν. ἄλλως τε κἂν διδάσκῃ περὶ τῆς ἀνειδέου ὕλης, οὐδὲν ἧττον κοινοτέρα ἐστὶ καὶ συγκεχυμένη ἡ διδασκαλία· συγκεχυμένη μέν, διότι οὐδὲν ἧττον ἡ τῶν οὐρανίων ἀνείδεός ἐστιν ἢ ἡ τῶν ἐν γενέσει, καὶ ταύτῃ οὐδὲν ἴδιον περὶ τῆς ἰδίας ἢ τούτων ἢ ἐκείνων ὕλης εἴρηκεν, ἀλλὰ κοινόν τινα λόγον ἀποδέδωκε περὶ αὐτῶν· τὸ δὲ κοινὸν τοῦτο δηλονότι ὕστερόν ἐστι τῇ φύσει, ἐπειδὴ ἡ φύσις, ὡς εἴπομεν, οὐδὲν τῶν κοινῶν ποιεῖ, ἀλλὰ τὰ καθ’ ἕκαστα ἐξ ὧν συλλέγεται τὸ κοινόν. ἀλλ’ οὐδὲ ὅλως τὴν πρώτην ὕλην ἡ φύσις ποιεῖ. γίνεται μὲν γάρ, ὡς πολλάκις εἶπον, τὰ καθ’ ἕκαστα, τούτων δὲ προσεχὴς ἑκάστου ἡ ὕλη ἣν ἡ δημιουργὸς ἑκάστου φύσις ποιεῖ. τὴν οὖν πρώτην ὕλην οὐδεμία φύσις ποιεῖ· ἐκ τοῦ πρώτου γὰρ παρῆκται, οὐχ ὑπὸ φύσεως. εἰ οὖν ἔγνωσται τῇ φύσει τὰ πρῶτα λεγόμενα ἃ ποιεῖ, τὴν δὲ ἀνείδεον ὕλην ἡ φύσις οὐ ποιεῖ, οὐκ ἄρα περὶ τῆς ἀνειδέου διδάσκων ὕλης περὶ τῶν τῇ φύσει πρώτων διδάσκει καὶ γνωριμωτέρων,3 εἰ μὴ ἁπλῶς τῇ καθόλου καὶ περιεκτικῇ τῶν ὅλων φύσει λέγοι τις γνωριμωτέραν εἶναι τὴν ἀνείδεον ὕλην. Ἐπιστάσεως δὲ ἄξιον, πῶς οὐκ ἐναντία ἐστὶ τὰ ἐνταῦθα λεγόμενα τοῖς ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς. ἐνταῦθα μὲν γὰρ εἰπὼν ὅτι πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα, τὰ καθόλου φησὶν ἡμῖν εἶναι γνωριμώτερα, τὰ δὲ καθ’ ἕκαστα ἀσαφέστερα μὲν ἡμῖν, τῇ δὲ φύσει γνωριμώτερα (διό, φησίν, ἐκ τῶν καθόλου ἐπὶ τὰ καθ’ ἕκαστα δεῖ προϊέναι· τὸ γὰρ ὅλον, φησί, κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστι)· ταῦτα οὖν εἰπὼν ἐνταῦθα, τἀναντία λέγει ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς. τὴν γὰρ τῶν καθόλου γνῶσιν ὑστέραν ἡμῖν φησι παραγίνεσθαι· “λέγω” γάρ φησι “πρὸς ἡμᾶς πρότερα καὶ γνωριμώτερα τὰ ἐγγυτέρω τῆς αἰσθήσεως· ἔστι δὲ πορρωτάτω μὲν τὰ καθόλου μάλιστα, ἐγγύτατα δὲ τὰ καθ’ ἕκαστα.” τὰ οὖν ζητούμενά ἐστι δύο, πῶς ἐνταῦθα μὲν τὰ καθόλου φησὶ γνωριμώτερα τῇ αἰσθήσει, καὶ διὰ τοῦτο δεῖν ἐκ τῶν καθόλου ἀρξαμένους ἐπὶ τὰ καθ’ ἕκαστα προϊέναι, ἐν δὲ τῇ Ἀποδεικτικῇ ἐγγυτέρω φησὶ τῆς αἰσθήσεως εἶναι τὰ καθ’ ἕκαστα, πορρωτέρω δὲ τὰ καθόλου· καὶ πῶς ἐν μὲν τῇ Ἀποδεικτικῇ πρῶτά φησιν εἶναι τῇ φύσει τὰ καθόλου, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα τῇ φύσει πρῶτα.

因为作为处于天界且永恒之物的基底的质料是一回事,而处于生成之中的事物的质料则是另一回事;且在这些[处于生成中的事物]之中,气象现象的质料是一回事,而陆地之物的质料是另一回事;植物的质料是一回事,而动物的质料是另一回事。因此,即使他在这些篇章中向我们传授质料,也只是传授在更普遍意义上所谓的质料,即能够陈述于一切质料之上的质料。而且质料的本性并不是单一的,即使第一质料的本性也不是;因为天界之物的质料本性是一回事,而处于生成之中的事物的质料本性是另一回事。人们可以轻易观察到:在事物之中,作为基底并在下方如同质料般铺陈的是一回事,而在其中产生的形式与形态则是另一回事(正如在木制和蜡制器皿以及一切此类事物中的情况那样);并且如果在各个事物固有的本原上留意,即干燥和潮湿的蒸发物作为气象现象的基底,而某种第五实体作为天界之物的基底,那么在一切事物上都成立同样的比例关系;因为实际上,为了把握事物的特异本原,需要大量的深入观察。 然而,或许有人会产生困惑:如果他在这里的论述是关于无形式且第一的质料,我们怎能说他是从在本性上次后的事物出发进行传授的呢?因为第一质料自身就是万物的第一本原。对此我说:首先,最第一的质料作为物体[的本原]诚然是第一本原,然而作为动物、植物、矿物、在气象现象中构成之物或天界之物的本原,存在着另一种更特异的本原。因此,当我们探求作为气象现象的第一本原时,我们不能说是无形式的质料;因为比起单纯地作为一切物体的本原,它并不更是气象现象的本原;相反,应当探求固有地作为它们基底的、且作为气象现象的第一本原。此外,即使他传授关于无形式质料的知识,这种教学也同样是更普遍且混淆的;说是混淆的,是因为天界之物的质料绝不比处于生成之中的事物的质料更缺少无形式性,并且在这方面他关于这些或那些事物的固有质料没有说出任何特异的内容,而是给出了关于它们的某种共同理路;而这种共同之物在本性上显然是在后的,因为正如我们所说,自然绝不造就共同之物,而是造就从中汇集出共同之物的各个个别事物。而且自然根本就不造就第一质料。因为正如我屡次所说,生成的是各个个别事物,而各个事物的创造性自然所造就的质料乃是这些事物各自的直接〔质料〕。因此没有任何自然造就第一质料;因为它是从第一者那里被导出的,而不是由自然所造就。那么,如果自然认识作为被它所造就的所谓第一者,而自然并不造就无形式质料,那么他在传授关于无形式质料时,就不是在传授在本性上居先且更为可知的事物,除非有人单纯地说无形式质料对于涵括万物的普遍自然而言是更为可知的。 然而值得探讨的是,这里所说的与《后分析篇》第一卷中所说的为何并不矛盾。因为在这里,他在陈述了“在本性上,道路是从对我们而言更可知且更清楚的事物,通向在本性上更清楚且更可知的事物”之后,他说普遍者对我们而言是更可知的,而各个个别事物对我们而言是不够清楚的,但对本性而言是更可知的(他说,因此必须从普遍者向各个个别事物前进;因为他说,整体根据感觉是更可知的,而普遍者是一种整体);然而在这里说了这些之后,他在《后分析篇》第一卷中却说了相反的话。因为他说关于普遍者的认识对我们而言是在后产生的;因为他说:“我所谓相对于我们而言居先且更可知的,是更接近感觉的事物;而最普遍的事物是距离最远的,各个个别事物是最近的。”因此,有待探究的问题有两个:其一,为何在这里他说普遍者对于感觉是更可知的,并且正因如此必须从普遍者出发向各个个别事物前进,而在《后分析篇》中他说各个个别事物更接近感觉,普遍者距离更远;其二,为何在《后分析篇》中他说普遍者在本性上是第一位的,而在这里各个个别事物在本性上是第一位的。

语法注3 条
  1. 1.4ῥᾴδιον δὲ ἐπιβλέψειεν ἄν τις, ὅτιπερ ἐν τοῖς πράγμασιν ἄλλο μέν τί ἐστι τὸ ὑποκείμενον ... καὶ ὅτι ἡ αὐτή ἐστιν ἐπὶ πάντων ἀναλογία, εἰ τῇ ἰδίᾳ ἑκάστου ἀρχῇ τις ἐπιστήσειεν

    主句带有潜在可能语气(ἄν 搭配希求法 ῥᾴδιον ... ἐπιβλέψειεν ἄν),统辖两个由 ὅτιπερ 和 καὶ ὅτι 引导的并列名词性从句。在后一个从句中嵌套了一个条件从句 εἰ ... ἐπιστήσειεν,其后又接一个具体的说明性 ὅτι 从句(ὅτι τοῖς μὲν μετεώροις ...),形成了多层嵌套结构。

  2. 1.4ὡς μὲν σωμάτων τῷ ὄντι ἐστὶ πρώτη ἀρχή, ὡς μέντοι ζῴων ἢ φυτῶν

    ὡς 用作表示视角或资格的副词(相当于“作为……”),直接与属格名词 σωμάτων 及 ζῴων 等连用,意为“作为物体的[本原]”、“作为动物的[本原]”。在后一个分句(ὡς μέντοι ζῴων ...)中省略并承前补充了表语 ἀρχή。

  3. 1.4οὐκ ἄρα περὶ τῆς ἀνειδέου διδάσκων ὕλης περὶ τῶν τῇ φύσει πρώτων διδάσκει καὶ γνωριμωτέρων

    这是由 εἰ οὖν ἔγνωσται 开始的条件句的归结从句。分词 διδάσκων 具有时间或条件含义(“在传授……时”),与主动词 διδάσκει 的主语呼应。句中两个由 περί 引导的介词短语形成对仗:περὶ τῆς ἀνειδέου ... ὕλης 作分词 διδάσκων 的宾语,而 περὶ τῶν τῇ φύσει πρώτων ... 作定式动词 διδάσκει 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:15.29-17.20