- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:167.3-169.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德对质料与形式诸本原的清点以及将形式与基底何者为实体的问题推延至《形而上学》(191a12–191a20),斐洛庞努斯解释了“这个”与“一”对质料和形式的归属、双冠词连用(ἡ ὁ λόγος)的句法,并对全篇的本原学说进行了总结概括。
" Μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτως μία οὖσα οὐδὲ ἓν ὡς τὸ τόδε τι." Ἀπαρίθμησιν πάλιν τῶν ἀρχῶν ποιεῖται. ἔστιν οὖν τέως ἡ ὕλη ἀρχὴ μία, ἀλλ’ εἰ καὶ λέγεται μία, οὐχ οὕτως ἔχει τὸ εἶναι ἕν τι καὶ ἀριθμητὴ ὥσπερ τὸ τόδε τι, τοῦτο δ’ ἐστὶ τὸ σύνθετον (τοῦτο γάρ ἐστι καὶ τὸ μερικὸν καὶ τὸ κυρίως ἀριθμητόν)· εἰ γὰρ καὶ τῷ συνθέτῳ ὑπάρχειν ἐλέγομεν τὸ τόδε τι ἐκ τῆς ὕλης, ἀλλ’ οὖν μᾶλλον τόδε τι καὶ ἀριθμητὸν τὸ σύνθετον. καὶ θαυμαστόν γε οὐδέν, ἐπεὶ 〈εἰ〉 καὶ τὸ παθητικὰ εἶναι τὰ σώματα ἐκ τῆς ὕλης ἔχει (διὰ γὰρ τὴν τῆς ὕλης ἐπιτηδειότητα τοιαῦτά ἐστι τὰ σώματα), ἀλλ’ οὖν αὐτὴ καθ’ αὑτὴν θεωρουμένη ἡ ὕλη πάντῃ ἐστὶν ἀπαθής. δυνατὸν δὲ καὶ τὸ οὐχ οὕτως μία οὖσα οὐδὲ ἓν ὡς τὸ τόδε τι ἐπὶ τοῦ εἴδους λαμβάνειν, ἵνα τόδε τι λέγῃ τὸ εἶδος (ἑκάστου γὰρ τὸ εἶναι κατὰ τὸ εἶδος), ἵνα τὸ ἓν καὶ τὸ τόδε τι ἐπὶ τοῦ εἴδους μᾶλλον φέρῃ. τοῦτο δὲ διότι τὸ μὲν εἶδος ἕν ἐστιν ἀεὶ καὶ τὸ αὐτὸ οὐδεμίαν ἀλλοίωσιν ἐπιδεχόμενον, ἡ δ’ ὕλη ποικίλως ἀλλοιοῦται καὶ μεταβάλλεται κατὰ τὴν διάφορον ὑποδοχὴν τῶν εἰδῶν. τῷ οὖν τὸ μὲν εἶδος τὸ αὐτὸ μένειν, τὴν δ’ ὕλην ποικίλως ἀλλοιοῦσθαι, ταύτῃ μᾶλλον τῆς ὕλης ἓν τὸ εἶδος εἶπεν· ἀνωτέρω δ’ ἡμεῖς κατὰ ἄλλον τρόπον μᾶλλον εἶναι τόδε τι τὴν ὕλην τοῦ εἴδους,1 καθὸ οὐ δεῖται ἡ ὕλη ἑτέρου ὑποκειμένου πρὸς τὸ εἶναι, ὥσπερ τὸ εἶδος τῆς ὕλης, ἀλλ’ αὐτάρκης ἐστὶ καθ’ ἑαυτὴν ὑποστῆναι. εἴρηται δὲ καὶ ἐν τοῖς ἔμπροσθεν κατὰ τίνα μὲν τρόπον ἡ ὕλη μᾶλλον τόδε τι, κατὰ τίνα δὲ πάλιν τὸ εἶδος. μία δὲ ἡ ὁ λόγος.2 τὸ ἡ καὶ τὸ ὁ ἀμφότερα ἄρθρα ἅμα ἐστί, λόγον δ’, ὡς πολλάκις εἴρηται, τὸ εἶδός φησιν. εἰπὼν οὖν τὴν ἀρχὴν τὴν ὑλικήν, λέγει καὶ τὴν εἰδικήν, καί φησιν ὅτι ἐστὶ καὶ τὸ εἶδος μία ἀρχή. ἔταξε δὲ τὰ δύο ἄρθρα κατὰ τοῦ αὐτοῦ, καθότι ὁ λόγος ὡς μὲν ἀρχὴ θηλυκόν ἐστιν, ὡς δὲ λόγος ἀρσενικόν. διὰ τοῦτο οὖν τὰ δύο ἄρθρα κατὰ τοῦ αὐτοῦ ἔταξε τό τε θηλυκὸν καὶ τὸ ἀρσενικόν, τὸ μὲν θηλυκὸν πρὸς τὴν ἀρχὴν τὸ δὲ ἀρσενικὸν πρὸς τὸν λόγον, ὡς ἂν εἰ ἔλεγεν ‘ἡ δ’ ἑτέρα ἀρχὴ ὁ λόγος ἐστί, τουτέστι τὸ εἶδος’.
“因此这[奠基于下的自然]是一个本原,但并不像‘这个’那样是一个,也不是一。” 他再次对本原进行计数。因此,暂且质料是一个本原,但即使它被称为一,它也不像“这个”那样具有作为某一事物和可数性的存在,而“这个”即是复合体(因为这才是特定的个别事物和严格意义上的可数者);因为纵然我们曾说作为“这个”是由于质料而属于复合体,但无论如何复合体才更是“这个”和可数的。并且这绝非不可思议,因为纵然物体具有受动性是由质料得来的(因为由于质料的合宜性,物体才是这样的),然而就其自身而被考察的质料本身完全是无受动性的。但也可以把“并不像‘这个’那样是一个,也不是一”理解在形式上,从而使他将形式称为“这个”(因为每一事物的存在都是按照形式的),以便使他将“一”和“这个”更多地归于形式。这是因为形式始终是一且同一的,不接纳任何变质,而质料则根据对各种形式的不同接受而以多种方式发生变质与变化。因此,基于形式保持同一而质料以多种方式变质,从这个角度看他说形式比质料更是一;但此前我们以另一种方式[曾说]质料比形式更是一个“这个”,因为质料为了存在并不需要另一个奠基于下者,如同形式需要质料那样,而是足以凭自身持存。而在前面的内容中也已经谈过,按照哪种方式质料更是“这个”,而按照哪种方式形式又是如此。“而另一个[本原]是理路。”这里的“ἡ”与“ὁ”同时都是冠词,并且正如屡次谈到的,他将形式称为“理路”。因此在谈了质料性的本原之后,他也谈了形式性的本原,指出形式也是一个本原。而他将这两个冠词置于同一事物之上,是因为理路就其作为本原而言是阴性的,而就其作为理路而言则是阳性的。正是由于这个缘故,他将阴性与阳性这两个冠词置于同一事物之上,阴性指向“本原”,阳性指向“理路”,正如若他说“而另一个本原是理路,也就是形式”一样。
"Πρῶτον μὲν οὖν ἐλέχθη ὅτι ἀρχὴ τὰ ἐναντία." Ἐντεῦθεν ἀνακεφαλαιοῦται πάντα τὰ εἰρημένα. καὶ πῶς ἔχουσιν αἱ ἀρχαὶ πρὸς ἀλλήλας.3 ὅτι αἱ μὲν αὐτῶν εἰσι καθ’ αὑτὸ ἀρχαί, αἱ δὲ κατὰ συμβεβηκός· καὶ ἡ μὲν ὕλη καὶ ἡ στέρησις ἀριθμῷ μὲν ἓν λόγῳ δὲ δύο, τὸ δὲ εἶδος καὶ τῷ λόγῳ καὶ τῷ ἀριθμῷ ἕν· καὶ ἡ μὲν θηλείᾳ ἀναλογεῖ τὸ δὲ ἄρρενι, καὶ ὅσα ἄλλα περὶ αὐτῶν εἶπε.
“首先,对立者被说是本原。” 由此,所有谈过的内容都被概括起来。以及诸本原相互之间具有怎样的关系[也被概括]:它们之中有些是自身本原,有些是偶性本原;质料与缺失在数目上是一而在理路上是二,而形式无论在理路上还是在数目上都是一;前者类比于雌性,后者类比于雄性,以及关于它们所说过的其他一切。
"Πότερον δ’ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον." Τὴν περὶ τούτων θεωρίαν ἐν τῇ Μετὰ τὰ φυσικὰ ὑπερτίθεται, ἔνθα ζητεῖ εἴτε οὐσία ἐστὶ τὸ εἶδος εἴτε μή, καὶ ὅπως τὸ εἶδος ἀρχή, καὶ εἴτε πᾶν ἄφθαρτον εἴτε ἔστι τι καὶ φθαρτόν, καὶ εἰ μὴ ἅπαν εἶδος ἄφθαρτον, πῶς ἅπαν ἀρχή. καὶ ἵνα συντόμως εἴπωμεν τὰ ἐκεῖσε αὐτῷ περὶ τούτου εἰρημένα, φησὶν ὅτι ἑκάτερον ἔχει τι πλεονέκτημα κατὰ τοῦ λοιποῦ εἰς τὸ εἶναι μᾶλλον οὐσία· μᾶλλον μὲν γὰρ οὐσία τοῦ εἴδους ἡ ὕλη, διότι ἡ μὲν ὕλη αὐθυπόστατόν τι πρᾶγμά ἐστι, τὸ δ’ εἶδος ἄνευ ὕλης εἶναι οὐ δύναται, τῆς ὕλης μηδὲν δεομένης τοῦ εἴδους εἰς τὸ εἶναι· μᾶλλον δὲ πάλιν τὸ εἶδος οὐσία ἤπερ ἡ ὕλη, διότι ἡ μὲν κοσμεῖται καὶ τάττεται καὶ ὁρίζεται τῇ παρουσίᾳ τοῦ εἴδους, τὸ δ’ ὁρίζει καὶ κοσμεῖ, καὶ ὅτι ἕκαστον τῶν ὄντων οὐ κατὰ τὴν ὕλην ἀλλὰ κατὰ τὸ εἶδος χαρακτηρίζεται. ὥστε κατά τι μὲν μᾶλλον οὐσία ἡ ὕλη ἤπερ τὸ εἶδος, κατά τι δὲ πάλιν μᾶλλον οὐσία τὸ εἶδος ἤπερ ἡ ὕλη.
“然而形式与奠基于下者究竟哪一个是实体,尚不明显。” 他将关于这些问题的考察推延至《形而上学》,他在那里探究形式是否是实体,形式如何是本原,是否所有形式都是不灭的,抑或也有某种可灭的形式,以及若非所有形式都不灭,形式又如何全都是本原。简短地说一下他在那里就此所言,他说两者各自在更成其为实体方面都相对于另一者具有某种优势:一方面质料比形式更是实体,因为质料是某种自身持存的事物,而形式没有质料便无法存在,质料为了存在对形式毫无所求;另一方面形式又比质料更是实体,因为质料因形式的临在而被装饰、被排布并被规定,而形式则施加规定与装饰,并且存在之物中的每一者不是依质料而是依形式被刻画的。因此,从某一角度看质料比形式更是实体,而从另一角度看形式又比质料更是实体。
"Ἀλλ’ ὅτι αἱ ἀρχαὶ τρεῖς καὶ πῶς τρεῖς." Τὸ πῶς τρεῖς ἀντὶ τοῦ ποῖαι τρεῖς, ὅτι [ἡ] ὕλη εἶδος στέρησις. καὶ τίς ὁ τρόπος αὐτῶν. εἴπομεν ὅτι αἱ μὲν καθ’ αὑτὸ ἀρχαὶ αἱ δὲ κατὰ συμβεβηκός, καὶ ὅτι ἡ μὲν ὕλη τὸ ὑποκείμενον τὸ δὲ εἶδος τὸ κοσμοῦν καὶ ὁρίζον αὐτήν, ὥσπερ τὸ τοῦ ἀνδριάντος εἶδος τὸν χαλκόν.
“但本原是三个,以及如何是三个[是清楚的]。” “如何是三个”代替了“是哪三个”,即质料、形式与缺失。以及“它们的方式是怎样的”[也被概括]。我们曾说,有些是自身本原,有些是偶性本原,质料是奠基于下者,而形式是装饰和规定它的东西,正如同雕像的形式装饰和规定青铜一样。
- 1.127ἀνωτέρω δ’ ἡμεῖς κατὰ ἄλλον τρόπον μᾶλλον εἶναι τόδε τι τὴν ὕλην τοῦ εἴδους
省略了主要的话语动词(如 εἰρήκαμεν)。不定式从句 μᾶλλον εἶναι τόδε τι τὴν ὕλην τοῦ εἴδους 充当其内容:“此前我们以另一种方式[曾说]质料比形式更是一个‘这个’”。
- 1.127μία δὲ ἡ ὁ λόγος
注解者在此分析亚里士多德原文(191a13-14)中阴性冠词 ἡ 与阳性冠词 ὁ 连置的句法。正如斐洛庞努斯所解析的,ἡ 指涉省略的阴性名词 ἀρχή(呼应前面的 μία),而 ὁ 则直接修饰阳性名词 λόγος,整体意为“而另一个[本原]是理路”。
- 1.128καὶ πῶς ἔχουσιν αἱ ἀρχαὶ πρὸς ἀλλήλας
由前文动词 ἀνακεφαλαιοῦται(被概括)所统摄的间接疑问从句,与 πάντα τὰ εἰρημένα 并列充当被概括的对象。
