- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:165.4-167.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了为何自然事物的本原依不同观点既可说是两个(形式与质料)又可说是三个(对立者与奠基于下者),通过与天界事物及人为事物的对比界定了自然学本原的范围,并论述了通过类比认识奠基于下的自然(质料)的方式。
" Διὸ ἔστι μὲν λεκτέον ὡς δύο εἶναι τὰς ἀρχάς,1 ἔστι δὲ ὡς τρεῖς." Δύο μέν, ἤτοι τὴν ὕλην καὶ τὸ εἶδος, ὡς εἴρηται, ἢ τὰ ἐναντία. καὶ εἰ τὰ ἐναντία, δόξειεν ἂν σύμφωνον εἶναι τὸ ἐπαγόμενον καὶ ἔστι μὲν ὡς τὰ ἐναντία, ἔστι δὲ ὡς οὔ· διότι μὲν γὰρ ἡ γένεσις καὶ ἡ φθορὰ τῷ ποιεῖν καὶ πάσχειν γίνεται, δόξει τὰ ἐναντία ἀρχαὶ εἶναι (τὰ γὰρ ἐναντία τὰ ποιοῦντα καὶ πάσχοντα), ὥστε δύο ἀρχαὶ τὰ ἐναντία. δόξει δὲ πάλιν μὴ εἶναι τὰ ἐναντία ἀρχαί, διότι αὐταὶ καθ’ ἑαυτὰς αἱ ἐναντιότητες οὐ πεφύκασι ποιεῖν εἰς ἀλλήλας. ἀλλὰ καὶ ταύτην, φησί, τὴν ἀπορίαν ἐλύσαμεν ὑποθέντες τρίτην τινὰ φύσιν τοῖς ἐναντίοις, περὶ ἣν τὰ πάθη καὶ αἱ γενέσεις καὶ αἱ φθοραὶ μὴ οὖσαν αὐτὴν ἐναντίαν· ὥστε δῆλον ἐκ τούτων ὅτι κατά τι μὲν τρεῖς ἀρχαὶ τὰ ἐναντία καὶ τὸ ὑποκείμενον, κατά τι δὲ δύο τὸ εἶδος καὶ ἡ ὕλη, ὅπερ εἶδος τῇ ἀπουσίᾳ καὶ τῇ παρουσίᾳ ποιήσει τὴν γένεσιν καὶ τὴν φθοράν.
“因此应当说,本原在某种方式上是二,而在另一种方式上是三。” 所谓二,一方面正如已经说过的,要么是质料与形式,要么是对立者。而如果说是对立者,接着引出的话便显得吻合了:“并且在某种方式上是对立者,但在另一种方式上则不然”;因为生成与消灭是通过施加作用与承受作用而发生的,所以对立者将被认为是本原(因为施加作用与承受作用的东西是对立者),从而对立者是两个本原。但另一方面,对立者又将被认为不是本原,因为对立性本身就其自身而言并非天然地相互作用。但他指出,我们通过在对立者之下假定第三种自然,亦即假定自身并非对立、而承受以及各种生成与消灭均围绕着它发生的那种自然,也解决了这个疑难;因此由这些显而易见,从一个方面看,本原是三个,即对立者与奠基于下者;而从另一个方面看,则是两个,即形式与质料,形式正是通过其缺席与临在而造成生成与消灭。
"Ὥστε οὔτε πλείους τῶν ἐναντίων αἱ ἀρχαὶ τρόπον τινά." Οὐ τοῦτό φησιν ὅτι τὰ ἐναντία μόνον ἀρχαί, ἀλλ’ ὅτι κατὰ τὸν ἀριθμὸν πλείους τῶν ἐναντίων οὐκ ἔσονται αἱ ἀρχαὶ κατά τινα τρόπον, τουτέστι κατὰ τὸ ποσόν. πλείους ἀντὶ τοῦ πλείω δύο2 κατά τινα τρόπον οὐκ εἰσί. καὶ ὅτι τοῦτό φησι, δῆλον ἐξ ὧν ἐπήγαγεν ἀλλὰ δύο μόνον ὡς εἰπεῖν τῷ ἀριθμῷ, οὔτε παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς· εἰ γὰρ καὶ δύο ἀρχαὶ ἡ ὕλη καὶ τὸ εἶδος, ἀλλ’ οὖν, ἐπειδὴ τὸ εἶναι τῇ ὕλῃ οὐ ταὐτόν (κατὰ ἄλλο γὰρ ἔχει τὸ ὕλη εἶναι, καὶ κατὰ ἄλλο τὸ ἐστερῆσθαι τοῦ εἴδους) * * * καὶ πείθει τοῖς παραδείγμασιν· ἄλλο γάρ ἐστι, φησί, τὸ ἀνθρώπῳ εἶναι καὶ ἄλλο τὸ ἀμούσῳ. διὸ καὶ μετὰ τὸ δέξασθαι τὴν μουσικὴν ἄνθρωπος μὲν ἔτι ἐστίν, ἄμουσος δ’ οὐκέτι· ὑπεξίσταται γὰρ τῷ εἴδει ἡ στέρησις.
“因此在某种方式上,本原并不多于对立者。” 他说的并不是唯有对立者才是本原,而是在数目上本原在某种方式上不会多于对立者,也就是说在数量上。“多于”代替了“在某种方式上并非多于两个”。而他指的正是这一点,从他接着加上的一段话中显而易见:“但在数目上可以说是唯有两个,但由于对它们而言存在是相异的,也并非全然是二。”因为纵然质料与形式是两个本原,然而既然对于质料而言存在并不是同一的(因为按照一者它具有作为质料的存在,而按照另一者具有被剥夺形式的存在)* * * 并且他用诸示例令人信服;因为他说,对人而言的存在是一回事,对不知乐者而言的存在是另一回事。因此在接受了音乐之后,人仍然存在,但不知乐者则不再存在;因为缺失退让给形式。
"Πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν, εἴρηται." Οὐκ εἶπε φυσικῶν μόνον, ἵνα μὴ καὶ τὰ οὐράνια περιλάβῃ, ἀλλὰ τῶν περὶ γένεσιν φυσικῶν· ἐν γὰρ τοῖς οὐρανίοις οὐκ ἔστιν ἐν ἀρχῆς λόγῳ ἡ στέρησις, ἀλλὰ μόνον τὸ εἶδος καὶ τὸ ὑποκείμενον. τὸ μὲν οὖν περὶ γένεσιν διὰ τοῦτο εἶπε, τῶν φυσικῶν δὲ διὰ τὰ προαιρετά· οὐ θεωρεῖται γὰρ ἐπ’ αὐτῶν οὔτε ὕλη οὔτε εἶδος, εἰ μὴ κατὰ ἀναλογίαν, οἷον τοῦ συλλογισμοῦ ὕλη μὲν αἱ προτάσεις εἶδος δὲ τὸ συμπέρασμα. καὶ τὰ ἐναντία δύο εἶναι.3 εἰκότως· τὸ γὰρ ἐναντίον τινὶ ἐναντίον, οὐδὲν δ’ ἐστὶν αὐτὸ ἑαυτῷ ἐναντίον. τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· τὸ γὰρ εἶδος ἀποπληροῦν τὴν χώραν τῆς στερήσεως ἀπὸν μὲν ποιήσει τὴν φθοράν, παρὸν δὲ τὴν γένεσιν. ἱκανὸν ἄρα καὶ τὸ ἕτερον τῶν ἐναντίων μετὰ τῆς ὕλης εἰς τὸν τῆς ἀρχῆς λόγον παραλαμβανόμενον.
“那么,关于生成的自然事物的本原有多少,已经谈过了。” 他没有单纯说“自然事物”,以免把天界事物也囊括进来,而是说了“关于生成的自然事物”;因为在天界事物中,缺失并不具有本原的地位,而唯有形式与奠基于下者。因此他出于这个缘故说了“关于生成的”,而说“自然事物”则是由于出于抉择的事物;因为在这些事物上既观察不到质料也观察不到形式,除非是依类比,例如前提是三段论的质料而结论是形式。以及“对立者是两个”。这很合理;因为对立者是与某物相对立,而没有任何事物与自身相对立。然而“在另一种方式上则非必然”;因为形式填补了缺失的位置,缺席时将造成消灭,而临在时则造成生成。因此,只要与质料一同被采纳进本原的定义中,对立者中的单独一方也是充分的。
"Ἡ δ’ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν." Ἐντεῦθεν τίς ὁ τρόπος τῆς γνώσεως τῆς ὕλης ὑποτίθεται, ὅτι κατὰ ἀναλογίαν, εἴπομεν δ’ ὅτι ὁ Πλάτων καὶ τῷ ἐξ ἀφαιρέσεως τρόπῳ κέχρηται. οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τόδε τι καὶ τὸ ὄν. εἰπὼν πρὸς οὐσίαν καὶ τόδε τι, ἀνῆλθεν ἐπὶ τὸ καθολικώτερον εἰπὼν καὶ τὸ ὄν· ὑποκειμένη γὰρ ἡ ὕλη τῇ οὐσίᾳ, δι’ αὐτῆς δηλονότι καὶ τοῖς συμβεβηκόσιν ὑπόκειται. καὶ συλλογίσῃ αὐτὸ οὕτως· ἡ ὕλη τῇ οὐσίᾳ ὑπόκειται, ἡ οὐσία τοῖς συμβεβηκόσιν ὑπόκειται, καὶ ἡ ὕλη ἄρα τοῖς συμβεβηκόσιν ὑπόκειται.
“奠基于下的自然通过类比是可知的。” 由此设定了质料的认识方式是怎样的,即它是通过类比的,而我们曾说过柏拉图也使用了通过抽离的方式。“如此这般它[奠基于下的自然]与实体、这个以及存在具有某种关系。”在说了“与实体和这个”之后,他通过说“以及存在”上升到了更具普遍性的东西;因为质料奠基于实体之下,显然通过实体它也奠基于偶性之下。你也可以这样来推导它:质料奠基于实体之下,实体奠基于偶性之下,因此质料也奠基于偶性之下。
- 1.123ἔστι μὲν λεκτέον ὡς δύο εἶναι τὰς ἀρχάς
非人称的 ἔστι 与动形容词 λεκτέον 相结合,并由 ὡς 引导不定式从句(δύο εἶναι τὰς ἀρχάς)。在此处 ἔστι ὡς 起副词性限定作用,意为“在某种方式上 / 从某个角度来看”,全句意为“应当说,本原在某种方式上是二”。
- 1.124πλείους ἀντὶ τοῦ πλείω δύο
针对词元中的 πλείους τῶν ἐναντίων(“多于对立者”),斐洛波诺斯注解说明 πλείους 是代替了“多于两个(πλείω δύο)”。他由此确立了一种数量上的(κατὰ τὸ ποσόν)解释,即本原并不超出对立者的数目(即二)。
- 1.125καὶ τὰ ἐναντία δύο εἶναι
此句引用自亚里士多德原文(191a5),在句法上受亚里士多德原文此处省略的 δῆλον ὅτι δεῖ(“显然必须……”)支配,构成宾格不定式结构(即“并且对立者[必须]是两个”)。斐洛波诺斯紧接着用 εἰκότως(“这很合理”)回应并展开论证其理由。
