- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:163.22-165.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德的文本(190b24–28),论证了质料不同于缺失,乃是可数计的且作为自身本原的“这个”,并考察了“更多的‘这个’”这一短语的比较对象(是形式还是缺失)。随后,他阐释了形式在定义和数目上均为一,并从两种不同的视角比较探讨了形式与质料何者更为严格地被称为“这个”。
" Ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίνεται τὸ γινόμενον." Ἐπειδὴ εἶπεν ὅτι τὸ ὑποκείμενον τῷ μὲν ἀριθμῷ ἕν ἐστι, τῷ δὲ εἴδει δύο, βούλεται τοῦτο αὐτὸ δεῖξαι καὶ ἐξ αὐτοῦ συναγαγεῖν ὅπως ἑκάτερον ἔχει πρὸς τὸ ἀρχὴ εἶναι. φησὶν οὖν ὅτι ἡ ὕλη ἀριθμητή ἐστι· τόδε γάρ τι. καὶ γὰρ τῆς μουσικῆς ὕλη ὁ ἄνθρωπος, ὅσπερ τόδε τί ἐστι καὶ ἀριθμητός, καὶ τῆς κλίνης τὸ ξύλον, τὴν μέντοι ἀμουσίαν ἢ τὴν ἀσχημοσύνην οὐκ ἔστιν εἰπεῖν τόδε τι, διότι μηδ’ ὅρον ἔχει μηδὲ ὑφίσταται· τὸ μὲν γὰρ τόδε τι ὄν τί ἐστιν, ὃ δὲ μὴ ἔστι τόδε τι, οὐκ ἂν εἴη κυρίως ὄν. ἡ μὲν οὖν διάκρισις αὐτῶν αὕτη, ἔχεις δ’ ἐντεῦθεν καὶ ὅπως ἑκάτερον ἀρχή· ἡ μὲν γὰρ ὕλη τόδε τι οὖσα καὶ συμπληροῦσα τὸ σύνθετον καθ’ αὑτὸ ἂν εἴη ἀρχή, ἡ δὲ στέρησις οὐ καθ’ αὑτὸ μέν (οὐ γὰρ ὁρᾶται ἐν τῷ συνθέτῳ, οὐδ’ ἔστι τόδε τι τοῦ συνθέτου ὥσπερ ἡ ὕλη), διότι δὲ τῇ καθ’ αὑτὸ ἀρχῇ συμβέβηκε, λέγω δὴ τῇ ὕλῃ, κατὰ συμβεβηκὸς ἂν εἴη ἀρχή. εἰπὼν δὲ ὁ ἄνθρωπος καὶ ὁ χρυσός, ἀνῆλθεν ἐπὶ τὸ καθόλου προσθεὶς καὶ ὅλως ἡ ὕλη. τὸ δὲ εἰπεῖν τόδε γάρ τι μᾶλλον ἢ ‘μᾶλλον τόδε τι τοῦ εἴδους ἡ ὕλη’ φησίν, 〈ἢ〉, ὡς ἤδη εἴπομεν, ἡ σύγκρισις πρὸς τὴν στέρησιν,1 ὅτι μᾶλλον τῆς στερήσεως ἡ ὕλη τόδε τι. τοῦτο δέ φημι διὰ τὴν πρώτην· ἐκείνη γὰρ οὐκ οὖσα καθ’ αὑτὴν ἀριθμητή, ὅμως μᾶλλόν ἐστιν ἀριθμητὴ τῆς στερήσεως· διότι γὰρ τῷ συνθέτῳ, ὅπερ ἐστὶ κυρίως τόδε τι, μᾶλλον ἡ ὕλη συνεργεῖ ὑπομένουσα καὶ θεωρουμένη πως ἐν αὐτῷ, τῆς στερήσεως τῇ παρουσίᾳ τοῦ εἴδους ἀφανιζομένης, μᾶλλον ἡ ὕλη τῆς στερήσεως ἀριθμητή. ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβέβηκεν. οὐχ ὡς ἕτερόν τι σημαίνων παρὰ τὴν στέρησιν ἐπήγαγε τὸ καὶ ἡ ἐναντίωσις, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ ἄμφω2 ‘ἡ στέρησις ἥτις ἐστὶ καὶ ἐναντίωσις’.
“因为人、黄金以及一般而言的质料是可以数计的;因为它是更多的‘这个’,且生成之物不是依偶性地从它生成。” 由于他说过奠基于下者在数目上是一而在形式上是二,他意图表明这一点本身,并由此推论出两者各自与作为本原具有何种关系。因此他说,质料是可以数计的;因为它是“这个”。实际上,音乐的质料是人,此人正是“这个”且可以数计,而床的质料是木料,然而不知乐或不成形则不能被称为“这个”,因为既无界限亦不自立;因为是“这个”的东西是某种存在之物,而并非“这个”的东西则不会是严格意义上的存在之物。那么,这就是它们之间的区别,由此你也可以知道两者各自如何作为本原:因为质料作为“这个”并成全复合物,因而是就自身而言的本原,而缺失虽然就自身而言不是本原(因为它在复合物中既不可见,也不像质料那样是复合物的‘这个’),但因为它附随于就自身而言的本原、即我所谓的质料,所以是依偶性地作为本原。在说了“人和黄金”之后,他通过加上“以及一般而言的质料”上升到了普遍者。而对于说“因为它是更多的‘这个’”,要么他说的是“质料比形式更是一个‘这个’”,要么正如我们已经说过的那样,这是与缺失的比较,即质料比缺失更是一个“这个”。我之所以这样说,是因为第一质料;因为第一质料虽然就自身而言不是可以数计的,但仍然比缺失更容易数计;因为对于严格意义上是“这个”的复合物而言,质料因留存并在其中以某种方式被观照而更多地起协助作用,而缺失则随着形式的临在而消逝,故质料比缺失更容易数计。“而缺失与对立性是偶性的。”他加上“与对立性”并不是为了指称缺失之外的某种别的东西,而是把两者都用于同一事物,即“也是对立性的缺失”。
"Ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις ἢ ἡ μουσική." Συνεχὲς τοῦτο τῷ ἀνωτέρω “ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο”, εἶτα ἐφεξῆς ἓν δὲ τὸ εἶδος, τὰ δὲ μέσα κατασκευαστικά ἐστι τοῦ προτέρου. φησὶν οὖν ὅτι οὐχ ὥσπερ τὸ ὑποκείμενον δύο ἐστὶ τῷ λόγῳ, οὕτως καὶ τὸ εἶδος, ἀλλὰ τοῦτο καὶ τῷ λόγῳ καὶ τῷ ἀριθμῷ ἕν ἐστιν. ἀλλ’ εἰ ἓν τὸ εἶδος, δῆλον ὅτι καὶ ἀριθμητὸν καὶ τόδε τι, καὶ κατὰ ἄλλο μὲν μᾶλλον τόδε τι τῆς ὕλης τὸ εἶδος (κατὰ αὐτὸ γὰρ ἕκαστον λέγεται τόδε τι, οἷον ἄνθρωπος ἵππος), κατὰ ἄλλο δὲ μᾶλλον ἡ ὕλη τοῦ εἴδους, εἴ γε πᾶν τὸ τόδε τι αὐθυπόστατόν ἐστι καὶ οὐκ ἐν ἄλλῳ ὑφεστηκός, τὸ δὲ αὐθυπόστατον τὸ σύνθετον ἐκ τῆς ὕλης μᾶλλον ἢ ἐκ τοῦ εἴδους, εἴπερ τὸ μὲν εἶδος ἄνευ ὕλης εἶναι οὐ δύναται,3 τὴν δ’ ὕλην ἄνευ εἴδους ἐπινοῆσαι δυνατόν, ὥσπερ τὸν χαλκὸν ἄνευ τῶν τεχνητῶν εἰδῶν. καὶ ὅσον γε ἐπὶ τῷ ἰδίῳ λόγῳ ἡ ὕλη ὑπέστη καθ’ αὑτήν· τοῦ γὰρ εἴδους οὐκ εἰς τὸ εἶναι δεῖται, ἀλλ’ εἰς τὸ κοσμηθῆναι.
“然而形式是一,例如秩序或音乐。” 这与上面的“但是奠基于下者在数目上是一,在形式上则是二”是连贯的,接着是“然而形式是一”,而中间的部分则是为了确立前者的。因此他说,并不像奠基于下者在定义上是二那样,形式也是如此,相反,形式在定义上和数目上都是一。但是如果形式是一,显而易见它也是可以数计的和“这个”;从一个方面看形式比质料更是一个“这个”(因为正是按照形式,每一事物被称为‘这个’,例如人、马),而在另一个方面看质料比形式更是一个“这个”,如果一切“这个”都是自立的而非在另一物中存立,且自立的复合物是由于质料而非由于形式,既然形式没有质料便不能存在,而质料没有形式则是可以设想的,正如青铜没有人工形式那样。并且至少就其固有的定义而言,质料是就自身而存立的;因为对于存在而言它并不需要形式,而是为了得到整饬。
- 1.121τὸ δὲ εἰπεῖν τόδε γάρ τι μᾶλλον ἢ ‘μᾶλλον τόδε τι τοῦ εἴδους ἡ ὕλη’ φησίν, 〈ἢ〉, ὡς ἤδη εἴπομεν, ἡ σύγκρισις πρὸς τὴν στέρησιν
注解者在此处针对亚里士多德引文中的短语 τόδε γάρ τι μᾶλλον 列出了两种可能的解释。在句法上,ἢ ‘μᾶλλον...’ φησίν(“要么他说的是‘质料比形式更是一个这个’”),与通过补入的连词 〈ἢ〉 所引出的 ὡς ἤδη εἴπομεν, ἡ σύγκρισις πρὸς τὴν στέρησιν(“要么正如我们已经说过的那样,这是与缺失的比较”)构成选择性并列。
- 1.121οὐχ ὡς ἕτερόν τι σημαίνων παρὰ τὴν στέρησιν ἐπήγαγε τὸ καὶ ἡ ἐναντίωσις, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ ἄμφω
关于亚里士多德原文(190b27)短语 ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβέβηκεν 中连词 καί 功能的句法说明。注解者将其解释为同指与解释性(epexegetical)的连接,而非并列附加另一独立项,故而指出是将两者用于同一事物(ἐπὶ τοῦ αὐτοῦ ἄμφω)。
- 1.122εἴ γε πᾶν τὸ τόδε τι αὐθυπόστατόν ἐστι καὶ οὐκ ἐν ἄλλῳ ὑφεστηκός, τὸ δὲ αὐθυπόστατον τὸ σύνθετον ἐκ τῆς ὕλης μᾶλλον ἢ ἐκ τοῦ εἴδους, εἴπερ τὸ μὲν εἶδος ἄνευ ὕλης εἶναι οὐ δύναται
支持主句 μᾶλλον ἡ ὕλη τοῦ εἴδους(“质料比形式更是一个‘这个’”/质料胜过形式)的复合句结构。条件从句 εἴ γε(“如果……”)并列包含了名词从句 τὸ δὲ αὐθυπόστατον...(“且自立的复合物是……”),随后由从属的原因/假定从句 εἴπερ(“既然形式不能……”)作为依据支撑整个论证。
