- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:161.35-163.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞在区分质料与缺失作为本原的地位后,结合柏拉图的学说阐明了认识质料的两种方式(抽离与类比),将其与第一原因及太阳的隐喻相对照,并进而对190b23的引文展开逐字疏解,解释奠基于下者如何在数目上是一而在定义上是二。
ἐπελύσατο δὲ τὴν δοκοῦσαν ἐναντίωσιν εἰπὼν ὅτι καὶ τῶν ἐναντίων δεῖ καὶ τοῦ ὑποκειμένου, ἀλλὰ θατέρου μὲν τῶν ἐναντίων μετὰ τοῦ ὑποκειμένου, ὡς συμπληροῦντος τὴν οὐσίαν τοῦ πράγματος, θατέρου δέ, λέγω δὴ τῆς στερήσεως, κατὰ συμβεβηκός. ταῦτα εἰπών, ἐφεξῆς τὸν τρόπον καθ’ ὃν ἐπιβάλλειν δυνατὸν τῇ γνώσει τῆς ὕλης ὑποτίθεται. ἰστέον δ’ ὅτι πρὸ αὐτοῦ ὁ Πλάτων δύο τρόπους φησὶν εἶναι, καθ’ οὓς δυνατὸν εἰς τὴν τῆς ὕλης γνῶσιν ἐλθεῖν· ἕνα μὲν τὸν ἐξ ἀφαιρέσεως, λεγόντων ἡμῶν ὅτι ὕλη ἐστὶν ὃ μήτε ἵππος ἐστὶ μήτε ἄνθρωπος καὶ καθόλου μήτε σῶμα μηδέν, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα, ὃ πᾶσι τούτοις ὑπόκειται. τούτῳ τῷ τρόπῳ φησὶ καὶ τὸ πρῶτον γινώσκεσθαι αἴτιον· οὐδὲ γὰρ ἐπ’ αὐτοῦ ἔστι τι καταφῆσαι, ἀλλ’ ἐξ ἀφαιρέσεως τῇ γνώσει αὐτοῦ ἐπιβάλλομεν, λέγοντες ὃ μήτε σῶμά ἐστι μήτε ψυχὴ μήτε νοῦς μήτε ἄλλο τι, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα πάντων ὑπεραναβεβηκός. διὸ καὶ ἀνωμοιῶσθαί φησι τῷ πρώτῳ τὴν ὕλην καὶ ὡμοιῶσθαι, ὡμοιῶσθαι μὲν διότι ἀμφότερα ἐξ ἀφαιρέσεως πάντων τῶν ὄντων νοοῦνται, ἀνωμοιῶσθαι δὲ διότι ἐπὶ μὲν τῆς ὕλης λέγοντες μηδὲν εἶναι αὐτὴν τῶν ὄντων φαμέν τι, ἀλλ’ ἕτερόν τι χεῖρον πάντων τούτων ὃ καὶ ὑποκείμενον πᾶσι, τὸ δὲ πρῶτον μηδὲν ὂν τῶν ὄντων κρεῖττόν ἐστι πάντων καὶ πάντων ὑπεραναβεβηκός. ἀνόμοιος οὖν ἡ ὁμοιότης· τοῦ μὲν γὰρ ἐπὶ τὸ κρεῖττον ἡ ἀφαίρεσις τοῦ δ’ ἐπὶ τὸ χεῖρον,1 ἡ ὁμοιότης μὲν κατὰ τὸ ἀνείδεον, ἀνομοίως δ’ ὅτι τὸ μὲν ὑπὲρ τὸ εἶδος, ἡ δὲ χείρων ἢ κατὰ τὸ εἶδος. εἷς μὲν οὖν τρόπος τῆς γνώσεως τῆς ὕλης οὗτος, δεύτερος δ’ ὁ κατὰ ἀναλογίαν, ᾧ καὶ Ἀριστοτέλης νῦν ἐχρήσατο, ὅτι ὃν λόγον ἔχει ὁ χαλκὸς πρὸς πάντα τὰ χαλκᾶ σκεύη καὶ τὰ ξύλα πρὸς πάντα τὰ ξύλινα σκεύη, τὸν αὐτὸν λόγον ἔχει καὶ ἡ ὕλη πρὸς πάντα τὰ ὄντα· ὅνπερ γὰρ τρόπον τυφλῷ εἰ βουληθείημεν ὑπογράψαι τίς ἡ τοῦ ξύλου φύσις, ἤγομεν ἂν αὐτὸν εἰς τὴν τοῦ ξύλου ἔννοιαν φάσκοντες ὅτι ἐκεῖνό ἐστι ξύλον, ὃ οὔτε κλίνη ἐστὶν οὔτε θύρα οὔτε ἀβάκιον οὔτε ἕτερόν τι τῶν ξυλίνων σκευῶν, ἀλλ’ ὃ πᾶσι τούτοις ὑποβέβληται καὶ αὐτὸ μηδὲν ἔχον ἐν τῇ οὐσίᾳ τῶν τοιούτων εἶδός τι πέφυκε πάντα δέχεσθαι, τὸν αὐτὸν τρόπον ἀναχθησόμεθα καὶ εἰς τὴν τῆς ὕλης ἔννοιαν λέγοντες μηδεμίαν εἶναι αὐτὴν τῶν φυσικῶν εἰδῶν, ὃ πᾶσι δὲ τούτοις ὑποβέβληται καὶ ὑπέστρωται, τοῦτο εἶναι τὴν ὕλην. ὅθεν ὁ Πλάτων καὶ “νόθῳ λογισμῷ” ληπτὴν αὐτὴν εἶπε, διότι ἐπιβαλεῖν μὲν τῇ οὐσίᾳ αὐτῆς καὶ γνῶναί τί ποτέ ἐστιν ἀδύνατον, ἐκ τῆς τῶν ἄλλων δ’ ἀφαιρέσεως καὶ ἐξ ἀναλογίας ἔννοιαν αὐτῆς ἴσχομεν· τῷ αὐτῷ δὲ πάλιν τρόπῳ καὶ εἰς ἔννοιαν τοῦ πρώτου ἔρχεσθαι,2 ἐφ’ οὗ εἰκόνα μίαν καὶ μόνην φασὶν εἶναι τὸν ἥλιον. τῶν μὲν γὰρ ἄλλων δυνάμεων, ἅτε μερικωτέρας ἐχόντων τὰς ἐνεργείας, καὶ εἰκόνας ἐποίησαν πρὸς ἀναλογίαν τῆς ἑκάστου ἐνεργείας, ἐπὶ μέντοι τοῦ πρώτου καὶ πάντων αἰτιωτάτου μίαν καὶ μόνην εἰκόνα εὑρήκασι φυσικὴν τὸν ἥλιον· ὃν τρόπον γὰρ ὁ ἥλιος πάντων ὑπερέχει τῶν ἐγκοσμίων, τὸν αὐτὸν τρόπον πάντων τῶν ὄντων ἀσυγκρίτῳ ὑπεροχῇ ὑπερέχει τὸ πρῶτον, καὶ ὡς ὁ ἥλιος πάντα φωτίζει, οὕτω κἀκεῖνο πάντα ἀγαθύνει μιᾷ ἐπιβολῇ ἑκάστου πρὸς τὰ ἑαυτοῦ μέτρα μεταλαμβάνοντος τῆς ἀγαθουργοῦ αὐτοῦ ἐνεργείας, ὥσπερ καὶ τοῦ ἡλιακοῦ φωτὸς τὰ δεκτικὰ κατὰ δύναμιν μεταλαμβάνει ἐκείνου μιᾷ ἐνεργείᾳ πάντα φωτίζοντος.3 Ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο. ἐπειδὴ προσεχῶς εἶπεν ὅτι “γίνεται πάντα ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς”, καὶ ἀνήγαγεν ὑπὸ τὰς δύο ταύτας ἀρχὰς πάντα τὰ γινόμενα, τοῦτο, φησί, τὸ ὑποκείμενον οὐχ ἁπλῶς ἕν ἐστιν, ἀλλ’ ἀριθμῷ μὲν ἕν, τῷ δὲ λόγῳ δύο· ἔχει γὰρ ἐν αὑτῷ τὴν στέρησιν, ἥτις ἑτέρα ἐστὶ κατὰ τὸν λόγον τῆς ὕλης· ἄλλον γὰρ ὁρισμὸν ἀποδώσεις τῆς ὕλης καὶ ἄλλον τῆς στερήσεως, οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἀμούσου. πότερον οὖν ὁμοίως ἑκάτερον τῶν συμπληρούντων τὸ ἓν τοῦτο ὑποκείμενον ἀρχή ἐστι τοῦ συνθέτου ἢ οὐκ ὁμοίως, διὰ τῶν ἑξῆς δείκνυσιν.
他通过说明对立者与奠基于下者两者都是必需的,但对立者之一是与奠基于下者一起作为成全事物实体的要素所必需,而另一者、即我所谓的缺失则是依偶性地必需,从而化解了表面上的矛盾。说了这些之后,他接着设定了人们能够通达对质料的认识的方式。应当知道,在他之前的柏拉图说有两种方式,人们可以通过它们达到对质料的认识:其一是通过抽离,此时我们说质料既不是马也不是人,一般而言绝不是任何物体,而是这些之外的某种别的东西,它奠基于所有这些之下。他说,第一原因也是通过这种方式被认识的;因为对于它甚至不能肯定任何东西,而是我们通过抽离通达对它的认识,说它既不是物体,也不是灵魂,也不是理智,也不是其他任何东西,而是这些之外的、超越于万物之上的某种别的东西。因此他也说质料对于第一原因是既不相似又相似的:说相似,是因为二者都是通过抽离所有存在者而被构想的;说不相似,是因为在质料的情形中,我们说它不是存在者中的任何一个,乃是在指称某种东西,但它是比所有这些都要低劣的某种别的东西,且奠基于所有这些之下;而第一原因虽然不是存在者中的任何一个,却优越于万物并超越于万物。因此这种相似性是不相似的:因为对一方的抽离是朝向更优越者,对另一方的抽离则是朝向更低劣者,相似性在于无形式,而不相似则在于一方超越于形式之上,另一方则低劣于形式的规准。那么,认识质料的一种方式就是这个;第二种方式则是按照类比,亚里士多德现在也使用了这种方式,即青铜对所有青铜器皿以及木料对所有木制器皿具有何种比例,质料对所有存在者也具有相同的比例。因为正如如果我们想要向盲人勾勒出木料的本性是什么,我们会通过主张木料既不是床也不是门也不是小桌子亦不是木制器皿中的其他任何东西,而是奠基于所有这些之下、且自身在实体中不具有任何此类形式却自然能接纳这一切的东西,从而引导他形成木料的观念那样,我们也同样会被引导至质料的观念,通过说明质料绝非自然形式中的任何一种,而奠基于并铺展于所有这些之下的,正是质料。因此柏拉图也称它是由“私生推论”所把握的,因为要通达它的实体并认识它究竟是什么是不可能的,但从其他事物的抽离中以及通过类比,我们获得了关于它的观念;并且据说人们同样再次达到对第一原因的观念,关于它,人们说太阳是唯一且仅有的肖像。因为对于其他诸能力,由于它们具有较为局部的活动,人们也按照各自活动的比例造出了肖像,然而对于第一也是万物最根本的原因,人们发现了太阳作为唯一且仅有的自然肖像。因为正如太阳超越于一切世内事物,第一原因同样以无可比拟的卓越超越于所有存在者,并且正如太阳照亮万物,那第一原因也以单一的作用使万物成为善,每一事物都按照自身的度量分有其行善的活动,就像能够接纳太阳光之物在其凭单一活动照亮万物之际按照其能力分有它一样。 “但是奠基于下者在数目上是一,在形式上则是二。”由于他紧接在前面说过“万物均由奠基于下者与形态生成”,并将所有生成之物归入这两个本原之下,他说,这个奠基于下者并非单纯地是一,而是在数目上是一,在定义上则是二;因为它自身之中包含着缺失,而缺失在定义上与质料是相异的;因为你将对质料给出一个定义,而对缺失给出另一个定义,正如对人和对不知乐者那样。那么,成全这单一奠基于下者的每一要素是否同样是复合物的本原,还是并非同样是本原,他通过接下来的论述予以表明。
- 1.120τοῦ μὲν γὰρ ἐπὶ τὸ κρεῖττον ἡ ἀφαίρεσις τοῦ δ’ ἐπὶ τὸ χεῖρον
属格 τοῦ μὲν ... τοῦ δ’ 是分别指代前文中对比的“第一原因”(τὸ πρῶτον αἴτιον)与“质料”(ἡ ὕλη)的关系或所属属格,形成对比:前者抽离是朝向优越者,后者抽离是朝向低劣者。
- 1.120τῷ αὐτῷ δὲ πάλιν τρόπῳ καὶ εἰς ἔννοιαν τοῦ πρώτου ἔρχεσθαι
不定词 ἔρχεσθαι 承接了间接引语结构,其逻辑主语为一般人(“人们达到……”),受后文紧接着出现的 φασὶν(“他们说”)或前文转述学说的陈述动词所支配。
- 1.120ἐκείνου μιᾷ ἐνεργείᾳ πάντα φωτίζοντος
属格独立结构(genitive absolute)。代词 ἐκείνου 在上下文中指“太阳”(ὁ ἥλιος),表述伴随情况:太阳以单一的活动照亮万物,而具接纳能力之物则按其自身的能力分有其光。
