- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:160.15-161.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞根据190b23的引文,探讨了质料与缺失在存在及作为本原方面的关系,指明质料是本真的第一位本原,而缺失只是依偶性的本原,并总结了自然本原如何严格来说是两个(质料与形式)、在某种方式下是三个(包含缺失),以及它们是否是对立者。
" Ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο." Δείξας ὅτι ἑτέρα ἐστὶ τῆς ὕλης ἡ στέρησις διχόθεν ἔκ τε τῆς τῶν ὀνομάτων προφορᾶς καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως, νῦν προτίθεται δεῖξαι πῶς ἔχουσι πρὸς τὸ ἀρχαὶ εἶναι, πότερον ὁμοίως εἰσὶν ἀρχαὶ ἥ τε ὕλη καὶ ἡ στέρησις ἢ οὔ, καὶ πῶς ἑκατέρα. ἵνα οὖν τοῦτο εὕρῃ, ζητεῖ πρότερον πῶς ἔχουσι πρὸς τὸ εἶναι· ὡς γὰρ ἂν ἔχωσι πρὸς τὸ εἶναι, οὕτως ἕξουσι δηλονότι καὶ πρὸς τὸ ἀρχαὶ εἶναι. ἔστιν οὖν κυρίως ὂν τὸ τόδε τι καὶ ἀριθμητόν (ὁ δὲ λόγος μοι δῆλος ἐπὶ τῶν φυσικῶν), ἀριθμητὸν δὲ καὶ τόδε τι κυρίως τὸ σύνθετον· δεικτικὸν γὰρ τοῦτο. πόθεν οὖν ἐφήκει τῷ συνθέτῳ τὸ τόδε τι εἶναι; φησὶν ὅτι ἀπὸ τῆς ὕλης μᾶλλον ἢ ἀπὸ τοῦ εἴδους, διότι τὸ μὲν εἶδος μετὰ τὸ χωρισθῆναι τῆς ὕλης εὐθὺς ἔφθαρται ἡ δ’ ὕλη μένει, καὶ τὸ μὲν ἄνευ ὕλης οὐκ ἂν ὑποσταίη ἡ δ’ ὕλη, εἰ καὶ μὴ ἔστι ποτὲ ἄνευ εἴδους, ἀλλ’ οὖν ὅσον ἐπὶ τῷ ἰδίῳ λόγῳ1 ὑπάρχοι ἂν καὶ δίχα εἴδους. ὥστε τῷ συνθέτῳ τὸ αὐθυπόστατον ἐφήκοι ἂν ἐκ τῆς ὕλης μᾶλλον ἢ ἐκ τοῦ εἴδους, τοῦτο δέ φαμεν τὸ τόδε τι καὶ ἀριθμητόν, τὸ δὲ τόδε τι καὶ ἀριθμητὸν τοῦτο εἶναι τὸ ὄν· ἡ ὕλη ἄρα ὂν καὶ κυρίως ὄν, ἡ δὲ στέρησις οὐκ ἀριθμητὴ οὐδὲ τόδε τι (ἀόριστος γάρ), ὥστε οὐδὲ κυρίως ὄν, ἀλλὰ καθ’ αὑτὸ μὲν οὐκ ὄν, εἴ γε τὸ ὂν τόδε τι, κατὰ συμβεβηκὸς δὲ ὄν, διότι ἐν τῷ ὄντι, τοῦτο δ’ ἐστὶ τῇ ὕλῃ. ὥστε εἰ καθ’ αὑτὸ μὲν ὂν ἡ ὕλη καὶ κυρίως ὄν, ἡ δὲ στέρησις καθ’ αὑτὸ μὲν μὴ ὂν κατὰ συμβεβηκὸς δὲ ὄν, ὡς δ’ ἂν ἔχωσι ταῦτα πρὸς τὸ ὄν, οὕτως ἔχουσι καὶ πρὸς τὸ ἀρχαὶ εἶναι, δῆλον ὅτι ἡ μὲν ὕλη κυρίως ἂν εἴη καὶ καθ’ αὑτὸ ἀρχή, ἡ δὲ στέρησις κατὰ συμβεβηκός. καὶ καθόλου δὲ τῶν ὄντων τὰ μέν ἐστι μόνως μὴ ὄντα, τὰ δὲ μόνως ὄντα, τὰ δὲ πῇ μὲν ὄντα πῇ δὲ μὴ ὄντα· μόνως μὲν οὖν μὴ ὄντα τὰ μηδαμῇ μηδαμῶς ὄντα, μόνως δὲ ὄντα τὰ εἴδη, διότι οὐ πεφύκασι ταῖς στερήσεσι συμπλέκεσθαι (οὐ συμπλέκονται γὰρ τὰ ἀντικείμενα), πῇ δὲ ὄντα πῇ δὲ μὴ ὄντα ἡ ὕλη καὶ ἡ στέρησις, ἀλλ’ ἡ μὲν ὕλη καθ’ αὑτὸ μὲν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὄν, διότι ἔστιν ἐν αὐτῇ τὸ μὴ ὄν, τοῦτο δ’ ἐστὶν ἡ στέρησις (ᾧ καὶ δῆλον πῶς μόνως ὂν τὸ εἶδος),2 ἡ δὲ στέρησις καθ’ αὑτὸ μὲν μὴ ὄν, κατὰ συμβεβηκὸς δ’ ὄν. ὡς ἂν οὖν ἔχωσι πρὸς τὸ ὄν, οὕτως σχήσουσι δήπου καὶ πρὸς τὸ ἀρχαὶ εἶναι· οὐκοῦν ἡ μὲν ὕλη καθ’ αὑτὸ ὂν οὖσα καθ’ αὑτὸ ἂν εἴη καὶ ἀρχὴ καὶ κυρίως ἀρχή, ἡ δὲ στέρησις, ἐπειδὴ κατὰ συμβεβηκὸς ὄν ἐστι, κατὰ συμβεβηκὸς ἂν εἴη ἀρχή· οὐδὲν γὰρ συνεισφέρει τι ἡ στέρησις εἰς τὸ εἶναι καὶ τὴν ὕπαρξιν τοῦ πράγματος, ἀλλὰ μόνον τῇ ἀπουσίᾳ ἑαυτῆς εἰς τὴν τοῦ πράγματος συμβάλλεται γένεσιν. Ταῦτα εἰπὼν συγκεφαλαιοῦται τὰ εἰρημένα, ὅτι δῆλον ἐκ πάντων τῶν εἰρημένων πόσαι τε ἀρχαὶ καὶ τίνες, ὅτι κατά τινα μὲν τρόπον τρεῖς, κατά τινα δὲ τρόπον δύο· κυρίως μὲν γὰρ αἱ ἀρχαὶ δύο ἡ ὕλη καὶ τὸ εἶδος (αὗται γάρ εἰσιν αἱ συμπληρωτικαὶ τῶν πραγμάτων καὶ εἰς τὸ εἶναι αὐτῶν συμβαλλόμεναι), εἴποις δ’ ἂν κατά τινα τρόπον τρεῖς τὰς ἀρχάς, διότι συμβάλλεταί πως εἰς τὴν γένεσιν τοῦ πράγματος καὶ ἡ στέρησις· δεῖ γὰρ τὸ ληψόμενον εἶδός τι πρότερον ἐστερῆσθαι τούτου, εἶτα τὴν στέρησιν ἀποβάλλον οὕτω τὸ εἶδος δέχεσθαι. πῶς μὲν οὖν τρεῖς καὶ πῶς δύο ἀρχαὶ δῆλον, τῷ αὐτῷ δὲ τρόπῳ εἴποις ἂν πῇ μὲν ἐναντίας εἶναι τὰς ἀρχάς, πῇ δ’ οὐκ ἐναντίας· διότι μὲν γὰρ οὐ πάσχει τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου, οὕτως ἂν εὔλογον τὸ ἐναντίας λέγειν τὰς ἀρχάς, ἀλλ’ ἐπεὶ αὐτὰ καθ’ ἑαυτὰ τὰ ἐναντία οὐ πέφυκε ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων, δόξειεν ἂν μὴ δεῖν μὲν ἐναντίας εἶναι τὰς ἀρχάς, ἀλλ’ ἀρκεῖν θάτερον τῶν ἐναντίων τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ γεννᾶν τὰ πράγματα.3
“但是奠基于下者在数目上是一,在形式上则是二。” 在从名称的发音以及事物本身之本性这两方面表明了缺失与质料相异之后,他现在打算表明它们在作为本原方面处于何种状况,质料与缺失是同样作为本原还是并非如此,以及二者各自以何种方式作为本原。因此,为了弄清这一点,他首先探讨它们在存在方面处于何种状况;因为它们在存在方面处于何种状况,显然它们在作为本原方面也将处于何种状况。严格来说的存在者是“这个”并且是可数的(我的论述显然是关于自然事物的),而严格来说可数且是“这个”的乃是复合物;因为这是可指示的。那么,成为“这个”是从何赋予复合物的呢?他说,与其说是来自形式,不如说是来自质料,因为形式在与质料分离后立即毁灭,质料却留存下来;形式没有质料就不能自立,而质料即使从未离开形式而存在,但至少就其自身的定义而言,即使没有形式也能存在。因此,自立的存在与其说是来自形式,不如说是来自质料赋予了复合物,而我们说这就是“这个”并且是可数的,而“这个”且可数的正是存在者。因此质料是存在者且是严格来说的存在者,而缺失既非可数的亦非“这个”(因为它是无定限的),因此它也不是严格来说的存在者,就存在者是“这个”而言它就其自身是非存在者,但由于在存在者之中、即在质料之中,它依偶性而言是存在者。因此,如果质料就其自身是存在者且是严格来说的存在者,而缺失就其自身是非存在者但依偶性是存在者,并且这些东西在存在方面处于何种状况,它们在作为本原方面也就处于何种状况,那么显而易见,质料应当是严格来说且就其自身的本原,而缺失则是依偶性的本原。一般而言,在存在者中,有些纯粹是非存在者,有些纯粹是存在者,有些则在某方面是存在者在某方面是非存在者:纯粹的非存在者是绝无任何方式存在的东西;纯粹的存在者是形式,因为它们并不自然地与缺失结合(因为对立者是不结合的);而在某方面是存在者在某方面是非存在者的则是质料与缺失,但质料就其自身是存在者,依偶性而言是非存在者,因为在它之中存在着非存在者即缺失(由此也清楚了形式何以纯粹是存在者),而缺失就其自身是非存在者,依偶性而言则是存在者。因此,它们在存在方面处于何种状况,它们在作为本原方面无疑也将处于何种状况。所以,质料既然就其自身是存在者,它就当是就其自身的本原且是严格来说的本原;而缺失由于是依偶性的存在者,便当是依偶性的本原;因为缺失对事物的存在与自立毫无贡献,而仅凭自身的缺席对事物的生成有所贡献。 说了这些之后,他总结了所说的内容,表明从所有说过的话中显而易见本原有多少且是哪些,即在某种方式下是三个,在某种方式下则是两个。因为严格来说本原是两个,即质料与形式(因为这些是成全事物并对其存在有所贡献的),但在某种方式下你也可以说本原是三个,因为缺失也以某种方式对事物的生成有所贡献;因为将要接纳某种形式者,必须先缺失此形式,然后抛弃缺失,从而接纳形式。因此,本原如何是三个以及如何是两个已经清楚;以同样的方式,你也可以说在某方面本原是对立的,在某方面则不是对立的。因为由于并非任意之物受任意之物的作用,而是对立者受对立者的作用,以这种方式说本原是对立的是合理的;但由于对立者就其自身而言并不自然地相互作用和承受作用,看来本原不必然是对立的,而只要对立者之一凭借其缺席和临在便足以产生事物了。
- 1.120ὅσον ἐπὶ τῷ ἰδίῳ λόγῳ
中性单数宾格关系代词 ὅσον 与介词短语 ἐπὶ τῷ ἰδίῳ λόγῳ 结合构成的限定性副词短语,意为“至少就其自身的定义/本性而言”。
- 1.120ᾧ καὶ δῆλον πῶς μόνως ὂν τὸ εἶδος
与格关系代词 ᾧ 作为手段或原因与格,指代前述整个命题(即质料因包含缺失而依偶性地是非存在者):“由此也清楚了形式何以纯粹是存在者”。
- 1.120δόξειεν ἂν μὴ δεῖν μὲν ἐναντίας εἶναι τὰς ἀρχάς, ἀλλ’ ἀρκεῖν θάτερον τῶν ἐναντίων τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ γεννᾶν τὰ πράγματα
潜在希求法 δόξειεν ἄν 统辖由 δεῖν 和 ἀρκεῖν 引导的两个并列的不定式从句。θάτερον τῶν ἐναντίων 作为不定式 γεννᾶν 的逻辑主语(宾格),τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ 则作手段与格。
