← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§158.25-160.14

生成中的质料、形式与缺失本原

本节注解亚里士多德《物理学》第一卷第七章(190b1–190b17),阐明包括实体的生成在内的一切生成都是奠基于下者、形式与缺失这诸基本本原的复合物,并论证这些是自然事物最初且就其自身的构成性本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.117

" Ὅτι δὲ καὶ ἡ οὐσία καὶ ὅσα ἄλλα ἁπλῶς ὄντα ἐξ ὑποκειμένου τινὸς γίνεται." Εἰπὼν ἡ οὐσία ἐπὶ τὸ κοινότερον ἀνῆλθεν, ὅτι καὶ ἁπλῶς πάντα τὰ γινόμενα· κοινῶς γὰρ δείξει ἐπὶ πάντων τῶν γινομένων, ὅτι πάντως χρεία ὑποκειμένου τινός. διαιρεῖ δέ, ὡς ἔφθην εἰπών, πάντα τὰ γινόμενα εἰς πέντε τρόπους, ἐφ’ ὧν πάντων τὸ δεῖσθαι ὑποκειμένου δείκνυσιν· ἐπήλθομεν δὲ πᾶσι κατὰ μέρος.

“但是,实体以及其他一切截然的存在者,都是从某种奠基于下者生成的,”在说了“实体”之后,他上升到了更普遍的论点,即截然地一切生成之物也都[是从某种奠基于下者生成的]。因为他将在一切生成之物上普遍地表明,在任何情况下都需要某种奠基于下者。正如我此前所说,他将一切生成之物区分为五种方式,并在所有这些方式中表明了对奠基于下者的需要;而我们已经对它们逐一进行了探讨。

§1.118

"Ὅτι τὸ γινόμενον ἅπαν ἀεὶ σύνθετόν ἐστι." Σύνθετον ἐκ τοῦ ὑποκειμένου καὶ τοῦ εἴδους, ὧν τὸ μέν ἐστι γινόμενον τὸ εἶδος, τὸ δὲ ὃ γίνεται ἡ ὕλη·1 γίνεσθαι γὰρ ἡ ὕλη λέγεται ὅπερ τὸ εἶδος τῷ δέχεσθαι αὐτό. ἀνωτέρω δὲ εἰπὼν “τὸ γινόμενον” εἶναι τὸ ὑποκείμενον, ἐνταῦθα τὸ γινόμενον τὸ εἶδός φησιν· ἔστι γάρ τι, φησί, τὸ γινόμενον, τουτέστι τὸ εἶδος, ἔστι δὲ ὃ τοῦτο γίνεται, τουτέστιν ἡ ὕλη· αὐτὴ γὰρ γίνεται ὅπερ τὸ εἶδος. καὶ τοῦτο διττόν, ἢ τὸ ὑποκείμενον ἢ τὸ ἀντικείμενον. καὶ αὐτό, φησί, τὸ ὑποκείμενον σύνθετόν ἐστι τῷ λόγῳ· τὸ μὲν γὰρ αὐτῷ τῷ εἴδει ἀντίκειται (τοῦτο δ’ ἐστὶν ἡ στέρησις), τὸ δ’ ὑπόκειται καὶ ὑπομένει αὐτὸ ἐπιόν, καὶ σὺν αὐτῷ τὸ σύνθετον ἀποτελεῖ.

“凡生成之物始终是复合物,”是由奠基于下者和形式构成的复合物,其中之一即生成之物是形式,而另一个成为此物者则是质料;因为质料通过接纳形式,便被说成成为形式所是的那样。他在前文曾说“生成之物”是奠基于下者,在此处他却说生成之物是形式;因为他说,存在着某种生成之物,即形式,又存在着成为此物者,即质料;因为质料本身成为了形式所是的那样。而这[奠基于下者]是双重的:要么是奠基于下者,要么是对立者。他说,奠基于下者本身在定义上也是复合的;因为其一部分对立于形式本身(这是缺失),而另一部分奠基于下并耐受临在的形式,且与形式一道完成了复合物。

§1.119

"Φανερὸν οὖν ὡς, εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων, ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασι μὴ κατὰ συμβεβηκός, ἀλλ’ ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν." Δῆλον, φησίν, ὅτι, εἴπερ ἀρχαί εἰσι τῶν φύσει ὄντων ταῦτα ἐξ ὧν πρώτων ἐνυπαρχόντων ἕκαστον γίνεται καὶ συμπληροῖ ἑκάστου τὸ εἶναι, ὅτι ταῦτά ἐστιν ἐξ ὧν σύγκειται ἕκαστον ἐκ τοῦ ὑποκειμένου καὶ τοῦ εἴδους· ταῦτα γάρ ἐστι τὰ πρώτως συντιθέντα τῶν φυσικῶν ἕκαστον. εἰ οὖν ἀρχαὶ τὰ πρώτως συντιθέντα, συντίθησι δὲ τὸ εἶδος καὶ τὸ ὑποκείμενον, αὗται δήπου ἂν εἶεν ἀρχαὶ πάντων τῶν φυσικῶν. ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασι. καλῶς τὸ εἰσὶν ἢ γεγόνασι· τὸ μὲν γὰρ εἰσὶν ἐπὶ τῶν οὐρανίων καὶ τῶν ὁλοτήτων στοιχείων, τὸ δὲ γεγόνασιν ἐπὶ τῶν κατὰ μέρος πάντων τῶν γινομένων καὶ φθειρομένων. μὴ κατὰ συμβεβηκός, ἀλλ’ ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν· συγκεῖσθαι γὰρ λέγοιτ’ ἂν ὁ ἀνδριὰς καὶ ἐκ τοῦ ἐρυθροῦ χαλκοῦ, ἀλλὰ κατὰ συμβεβηκὸς ἐκ τοῦ ἐρυθροῦ. καὶ ὥσπερ ἐπὶ τῆς ὕλης ἐστὶ τὸ κατὰ συμβεβηκός, οὕτως καὶ ἐπὶ τοῦ εἴδους· λέγεται γὰρ τοῦ τριπήχεος ἀνδριάντος κατὰ συμβεβηκὸς αἴτιον εἶναι τὸ τρίπηχυ· ἀνδριάντα γὰρ καθ’ αὑτὸ ποιεῖ, τρίπηχυ δὲ κατὰ συμβεβηκός. σύγκειται γὰρ ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀνθρώπου καὶ μουσικοῦ τρόπον τινά· διαλύσεις γὰρ τὸν λόγον εἰς τοὺς λόγους ἐκείνων. ὅτι σύνθετός ἐστιν ὁ μουσικὸς ἄνθρωπος, πιστοῦται ἐκ τῆς ἀναλύσεως· ἐξ ὧν γὰρ ἕκαστον σύγκειται, εἰς ταῦτα καὶ διαλύεται. τὸν γὰρ λόγον τοῦ μουσικοῦ ἀνθρώπου ἀναλύσεις εἰς τοὺς λόγους ἐξ ὧν συνέστηκε, τοῦ ἀνθρώπου φημὶ καὶ τοῦ μουσικοῦ· ὁ γὰρ ὁρισμὸς τοῦ μουσικοῦ ἀνθρώπου ἀναλύεται εἰς τὸν τοῦ ἀνθρώπου καὶ τὸν τοῦ μουσικοῦ. γράφεται δὲ καὶ εἰς τοὺς ὅρους·2 ἀναλύεται γὰρ ὁ μουσικὸς ἄνθρωπος εἰς τὸν ἄνθρωπον καὶ εἰς τὸν μουσικόν. τὸ δὲ τρόπον τινὰ προσέθηκεν οὐ μάτην, ἀλλὰ διότι τὰ συντιθέμενα ἢ σώματά ἐστιν ἢ γοῦν αὐθυπόστατα πράγματα, τὸ δὲ μουσικὸν οὔτε σῶμα οὔτ’ αὐθυπόστατον, ἀλλ’ ἐν ὑποκειμένῳ.

“因此显而易见,既然确实存在着依自然而存在之物的诸原因和诸本原,事物最初即是由这些东西构成或生成,且不是依偶性,而是各物按其实体所被言说的那样,”他说,很显然,既然依自然而存在之物的本原正是各物最初由之作为内在成分生成、且充满各物之存在的那些东西,那么各物由之组合而成的东西——即奠基于下者和形式——正是[本原];因为这些正是最初组合每一个自然事物的东西。因此,如果最初进行组合者即是本原,而形式和奠基于下者进行了组合,那么这些无疑就是一切自然事物的本原。“事物最初即是由这些东西构成或生成”:说“构成或生成”是很妥当的;因为“构成”适用于天体和元素之总体,而“生成”则适用于一切生成与消灭的个别事物。“不是依偶性,而是各物按其实体所被言说的那样”:因为雕像也可以被说成是由红色青铜组合而成的,但从红色而言则是依偶性的。正如在质料上有依偶性一样,在形式上也是如此;因为三肘长被说成是三肘雕像的依偶性的原因;因为〔雕刻家〕就其自身而言制作的是雕像,依偶性而言制作的则是三肘之物。“因为教养之人以某种方式是由人和有教养者组合而成的;因为你会将这一定义分解为那些东西的定义”:教养之人是复合物这一点由分析得到了确证;因为各物是由什么组合而成的,便也被分解为什么。因为你会将教养之人的定义分解为构成它的那些东西的定义,我是指人的定义和有教养者的定义;因为教养之人的定义被分解为人的定义和有教养者的定义。也有文本作“分解为诸词项”;因为教养之人被分解为人与有教养者。而他加上“以某种方式”并非徒劳,而是因为组合之物要么是物体,要么至少是自立的存在,而有教养者既非物体亦非自立的存在,而是在奠基于下者之中。

语法注2 条
  1. 1.118ὧν τὸ μέν ἐστι γινόμενον τὸ εἶδος, τὸ δὲ ὃ γίνεται ἡ ὕλη

    在关系代词 ὧν 引导下,τὸ μέν 与 τὸ δέ 相对置,前者述词为 τὸ εἶδος,后者述词为 ἡ ὕλη。在紧邻的前文(158.21)中,质料被称为 τὸ γινόμενον(承受变化者),而形式被称为 ὃ γίνεται(生成之结果);此处则相反,形式被称为 τὸ γινόμενον(新生成之物),而质料被称为 ὃ γίνεται(通过接纳形式而成为该物者)。斐洛庞诺斯在紧接着的文句中对这一用法的转换进行了句法与概念上的阐明。

  2. 1.119γράφεται δὲ καὶ εἰς τοὺς ὅρους

    非人称被动句式 γράφεται δὲ καί... 是报告写本异文的惯用表达。它表明相对于前句中的 εἰς τοὺς λόγους(“分解为诸定义”),某些写本读作 εἰς τοὺς ὅρους(“分解为诸词项”),随后菲洛庞诺斯便给出了切合这一异文的解释(“教养之人被分解为人与有教养者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:158.25-160.14