← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§157.6-158.24

五种生成方式下的复合物推导与截然生成

斐洛庞努斯论证了生成的五种方式(重塑、添加、缩减、组合、质变)均需要奠基于下者且皆可适用于实体变化,由此得出凡生成之物皆为奠基于下者与形式的复合物。随后他依循经文,详细阐释了截然生成(实体)与限定生成(偶性)的区分,以及实体作为奠基于下者的独特地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.116#2

ἔστι δὲ καὶ ἐπὶ φυσικῶν τὰ κατὰ σύνθεσιν γινόμενα· συντίθησι γὰρ ἡ φύσις καὶ τὰ στοιχεῖα εἰς γένεσιν τῶν ὁμοιομερῶν, καὶ τὰ ὁμοιομερῆ εἰς γένεσιν τῶν ὀργανικῶν, καὶ ταῦτα εἰς τὴν τοῦ ὅλου ζῴου γένεσιν, εἰ καὶ ἐπακολουθεῖ ἔξωθεν τῇ τοιᾷδε συνθέσει τὸ τοιόνδε εἶδος,1 ὥσπερ καὶ ἐπὶ τῶν τεχνητῶν.2 συντίθεσθαι δὲ λέγεται τὰ ὅμοια, οὐ τὰ ἀνόμοια. οὐκ ἂν οὖν εἴποις συγκεῖσθαι ἐν τῷ σώματι τὴν ἐπιφάνειαν· οὐ γὰρ σύγκειται τὸ σῶμα ἐκ σώματος καὶ ἐπιφανείας, οὐδ’ ἡ ἐπιφάνεια ἐξ ἐπιφανείας καὶ γραμμῶν, ἀλλὰ γραμμὴ γραμμῇ λέγεται συντίθεσθαι, καὶ ἐπιφάνεια ἐπιφανείᾳ, καὶ σῶμα σώματι. οὕτως οὖν οὐκ ἂν κυρίως εἴποις συντίθεσθαι τὴν ὕλην καὶ τὸ εἶδος, ἀλλὰ γίνεσθαι ἐν τῇ ὕλῃ τὸ εἶδος· ταύτῃ οὖν καὶ ἁπλᾶ λέγομεν τὰ στοιχεῖα, ἐπειδὴ οὐ σύνθεσις ὁμοίων ὁρᾶται ἐν αὐτοῖς, ἀλλὰ σύνοδος ἀνομοίων εἴδους καὶ ὕλης. κατ’ ἀλλοίωσιν δὲ γίνεσθαί φησι τὰ κατ’ οὐσίαν μεταβάλλοντα, διότι ὅλον τὸ ὑποκείμενον ἀλλοιοῦται καὶ μεταβάλλει, καὶ οὐδὲν αὐτοῦ μένει εἰδοπεποιημένον· τοῦ γὰρ σπέρματος καὶ τοῦ καταμηνίου οὐδὲν εἶδος ὑπομένει ἐν τῇ γενέσει τοῦ ζῴου, ἀλλ’ ὅλον τρέπεται καὶ μεταβάλλει. Κατὰ πέντε οὖν τρόπους γινομένης τῆς γενέσεως, ἐν πᾶσι τούτοις εὑρίσκεται τὸ ὑποκείμενον, περὶ ὃ ἡ μεταβολὴ γίνεται σῳζόμενον· ἐπὶ μὲν τῶν μετασχηματιζομένων ὁ χαλκὸς καὶ τὰ ὅμοια, ἐπὶ δὲ τῶν αὐξομένων τὸ ζῷον τὸ φυτόν, ἐπὶ δὲ τῶν κατὰ ἀφαίρεσιν ὁ λίθος, ἐπὶ δὲ τῶν κατὰ σύνθεσιν, ὡς ἐπὶ οἰκίας, οἱ λίθοι καὶ τὰ ξύλα, ἐπὶ δὲ τῶν μεταβαλλόντων καὶ τρεπομένων κατὰ τὴν οὐσίαν αὐτὸ τὸ σῶμα καὶ τὸ τριχῇ διαστατόν. ὥστε ἐκ τῶν εἰρημένων δῆλον ἂν εἴη ὅτι ἐν παντὶ γινομένῳ, ὥσπερ ἐναντίωσίς ἐστι καθ’ ἣν γίνεται τὰ γινόμενα, οὕτως ἔστι τι πάντως καὶ ὑποκείμενον περὶ ὃ ποιοῦντα καὶ πάσχοντα τὰ ἐναντία τὴν γένεσιν καὶ τὴν φθορὰν ποιεῖ. τοὺς πέντε δὲ τρόπους τούτους τῆς γενέσεως δυνατὸν καὶ ἐπὶ τῶν κατ’ οὐσίαν μεταβαλλόντων θεωρῆσαι· ἡ γὰρ φύσις οὐ μόνον συντίθησιν ἀλλήλοις τὰ στοιχεῖα, ἀλλὰ καὶ ἀλλοιοῖ καὶ τρέπει, καὶ οὕτως ἐξ αὐτῶν ποιεῖ τὸ σπέρμα, καὶ ἐκ τούτου πάλιν ἀλλοιωθέντος τὸ σαρκίον, εἶτα ἐκεῖ αὔξει καὶ τέλος σχηματίζει. εἴποις δ’ ἂν καὶ ἀφαίρεσιν ἐν τούτοις κατεργάζεσθαι τὴν φύσιν· ἀφαιρεῖται γὰρ πᾶν εἴ τι ἔστιν ἐν τῷ σπέρματι καὶ τῷ καταμηνίῳ περιττωματικὸν καὶ μὴ συμβαλλόμενον εἰς τὴν τοῦ ζῴου γένεσιν. ἐκ πάντων οὖν τῶν εἰρημένων δῆλον, φησίν, ὅτι πᾶν τὸ γινόμενον σύνθετόν ἐστιν ἐξ ὑποκειμένου καὶ εἴδους. τὸ δ’ ὑποκείμενον διττόν ἐστι· τὸ μὲν τῷ εἴδει ἀντικείμενον, ὃ ὑπεξίσταται τῷ εἴδει (τοῦτο δέ ἐστιν ἡ στέρησις), τὸ δὲ ὃ ὑπομένει τὸ εἶδος καὶ δέχεται ἐπιόν (τοῦτο δ’ ἐστὶν ἡ ὕλη). καὶ ἔστι μὲν τὸ γινόμενον ἡ ὕλη, ὃ δὲ γίνεται τὸ εἶδος. Πολλαχῶς δὲ λεγομένου τοῦ γίνεσθαι καὶ τῶν μὲν οὐ γίνεσθαι ἀλλὰ τόδε τι γίνεσθαι, ἁπλῶς δὲ γίνεσθαι τῶν οὐσιῶν μόνον. εἴρηται πολλάκις ὅτι ἁπλῆν μὲν γένεσιν τὴν τῶν οὐσιῶν καλεῖ, τινὰ δὲ τὴν τῶν συμβεβηκότων, διότι ἐπὶ μὲν τῶν κατ’ οὐσίαν γινομένων ἁπλῶς φαμεν ὅτι γέγονεν ἄνθρωπος, ἐπὶ δὲ τῆς κατὰ συμβεβηκὸς γενέσεως οὐχ ἁπλῶς γεγονέναι φαμέν, ἀλλὰ τὶ γεγονέναι· λευκὸς γὰρ γέγονεν ἢ μουσικὸς ἄνθρωπος. ὅτι μὲν οὖν ἐπὶ τῆς τινὸς γενέσεως πάντως ἔστι τι τὸ ὑποκείμενον, προφανές· ζητητέον δὲ εἰ καὶ ἐπὶ τῆς κατ’ οὐσίαν γενέσεως τοῦτο ἔστι. καὶ πρός τι ἕτερον. τὰ πρός τι ἐν τῷ εἶναί τε καὶ λέγεσθαι ἑτέρων τὸ εἶναι ἔχει· διὰ τοῦτο οὖν τὰ πρός τι θέλων εἰπεῖν, οὕτως εἶπε πρός τι ἕτερον. διὰ τὸ μόνην τὴν οὐσίαν μηθενὸς κατ’ ἄλλου λέγεσθαι ὑποκειμένου, τὰ δ’ ἄλλα πάντα κατὰ τῆς οὐσίας. ὅτι πρόδηλον τὸ ἐπὶ τῆς τῶν συμβεβηκότων γενέσεως εἶναί τι ὑποκείμενον, πιστοῦται ἐκ τοῦ μηδὲ εἶναι ὅλως αὐτὰ δύνασθαι δίχα ὑποκειμένου τινός, τοῦτο δ’ ἡ οὐσία· ἐπειδὴ δὲ ἡ οὐσία κατ’ οὐδενὸς λέγεται ὑποκειμένου, δόξειεν ἂν ἡ τῆς οὐσίας γένεσις μὴ ἐξ ὑποκειμένου εἶναι.

但在自然事物中,同样有依组合而生成之物;因为自然也组合元素以生成同质部分,组合同质部分以生成器官部分,又组合这些部分以生成整个动物——即使正如在人工物中那样,如此的形式是从外部伴随这种组合而来的。然而,被说成得以组合的乃是相似之物,而非不相似之物。因此你不会说表面在物体中得以组合;因为物体不是由物体和表面组合而成的,表面也不是由表面和线组合而成的,而是线被说成与线组合,表面与表面组合,物体与物体组合。因此以这种方式,你严格说来不会说质料与形式得以组合,而是说形式生成于质料之中;在这方面,我们也称元素为单纯物,因为在它们之中所见到的不是相似之物的组合,而是形式与质料这一对不相似之物的汇合。他说,依实体而变化之物是依质变而生成的,因为整个奠基于下者经历了质变和改变,并且它的任何部分都没有在已受形式塑造的状态下保持下来;因为在动物的生成中,种子和经血的任何形式都没有存留下来,而是全体发生了转向和改变。因此,既然生成依五种方式发生,在所有这些方式中都可发现那个作为变化围绕其发生而被保全的奠基于下者:在受重塑之物中是青铜及类似物,在生长之物中是动物和植物,在依缩减之物中是石头,在依组合之物中(如房屋)是石头和木材,而在依实体而改变和转向之物中则是物体本身,即三维广延物。因此,由所言之事可以明了,在一切生成之物中,正如存在着生成之物据以生成的对立一样,同样也必定存在某种奠基于下者,对立者围绕着它进行作用与承受,从而产生生成与消灭。而且,也可以在依实体而变化的事物上考察这五种生成方式;因为自然不仅将元素彼此组合,而且使其质变和转向,并以此方式从它们产生种子,又从再次质变了的种子产生小肉块,接着在那里使其生长,最后赋予其形态。你也可以说,在这些事物中自然同样施行了缩减;因为在种子和经血中若有任何残余的、无助于动物生成的东西,都会被缩减掉。因此他说,从一切所言之事可以明了,凡生成之物都是由奠基于下者和形式构成的复合物。而奠基于下者是双重的:一种是对立于形式、向形式退让者(这是缺失),另一种是耐受形式并接纳临在之形式者(这是质料)。而正在生成[承受变化]的是质料,所生成的[结果]则是形式。 “但是,既然‘生成’在多种意义上被言说,且有些东西并非[截然地]生成,而是生成为某个特定之物,而截然地生成仅属于实体,”前面已经多次说过,他将实体的生成称为截然的生成,而将偶性的生成称为某种[受限定的]生成,因为在依实体而生成的事物上,我们截然地说“一个人生成了”,而在依偶性的生成上,我们并不截然地说生成了,而是说生成为某种东西;因为一个人变白了,或变得有教养了。因此,在某种生成中必定存在某种奠基于下者,这是显而易见的;但必须探究的是,在依实体的生成中是否同样有此物存在。 “以及相对于别的事物。” 关系者具有存在乃在于它们属于别的事物以及被说成属于别的事物;因此,他想表达关系者,便这样说了“相对于别的事物”。 “因为唯有实体不被陈述于任何别的奠基于下者,而其他一切都陈述于实体。” 在偶性的生成中存在某种奠基于下者乃是预先显而易见的,这一点由它们若无某种奠基于下者就根本无法存在这一事实所确证,而这[奠基于下者]就是实体;但既然实体不被陈述于任何奠基于下者,实体的生成便似乎不是从奠基于下者而来的了。

语法注2 条
  1. 1.116καὶ ἔστι μὲν τὸ γινόμενον ἡ ὕλη, ὃ δὲ γίνεται τὸ εἶδος.

    在这两相对比的分句中,前者的中性单数现在分词实体化结构 τὸ γινόμενον 指“承受生成/变化过程的基底(质料)”,而后者的关系从句 ὃ γίνεται 则指“生成的结果之物(形式)”。通过同一动词 γίνομαι 的分词与限定动词形式,鲜明对比了基底与产物之间的不对称角色。

  2. 1.116εἰ καὶ ἐπακολουθεῖ ἔξωθεν τῇ τοιᾷδε συνθέσει τὸ τοιόνδε εἶδος, ὥσπερ καὶ ἐπὶ τῶν τεχνητῶν.

    连词 εἰ καί 引导让步从句(“即使……也……”)。它表示一种保留:即便自然事物的生成涉及各部分的“组合”(σύνθεσις),整体的形式依然会从外部伴随这一组合而产生,正如人工物的情形一样。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:157.6-158.24