← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§155.11-157.6

生成的五种方式与实体生成的基体

斐洛波诺斯解释了亚里士多德在《物理学》第一卷第七章中提出的生成之五种方式(重塑、添加、缩减、组合、质变),并论证不仅偶适变化需要载体,实体性生成同样必然需要奠基于下者(如四元素与三维无性质物体)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.116#1

" Πολλαχῶς δὲ λεγομένου τοῦ γίνεσθαι, καὶ τῶν μὲν οὐ γίνεσθαι ἀλλὰ τόδε τι γίνεσθαι, ἁπλῶς δὲ γίνεσθαι τῶν οὐσιῶν μόνων.1" Ἐπειδὴ ἔδειξεν ὅτι οὐ μόνον ἐναντιώσεως χρεία ἐν ταῖς ἀρχαῖς τῶν φυσικῶν πραγμάτων, διὰ τὸ μὴ τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖν καὶ πάσχειν μόνως δὲ τὸ ἐναντίον εἰς τὸ ἐναντίον, ἀλλὰ δεῖ καὶ ὑποκειμένου εἰς ὃ δράσουσιν ἀνὰ μέρος τὰ ἐναντία, τὰ δὲ παραδείγματα τοῦ δεῖν πάντως εἶναι τὸ ὑποκείμενον οὐκ ἐπὶ τῶν κατ’ οὐσίαν μεταβαλλόντων ἐλάμβανεν, ἀλλ’ ἐπὶ τῶν κατὰ ἀλλοίωσιν μεταβαλλόντων (ἐξ ἀμούσου γὰρ ἀνθρώπου γίνεσθαι τὸν μουσικὸν ἄνθρωπον ὑποκειμένου τοῦ ἀνθρώπου καὶ τῷ ἀμούσῳ καὶ τῷ μουσικῷ, καὶ τὸν χαλκὸν δ’ ἀνδριάντα γίνεσθαι), ἐπεὶ οὖν αὗται αἱ μεταβολαὶ οὐ κατ’ οὐσίαν εἰσὶν ἀλλὰ κατὰ ποιότητα, βούλεται νῦν δεῖξαι2 ὅτι καὶ ἐπὶ τῶν κατ’ οὐσίαν μεταβαλλόντων ἀνάγκη τι εἶναι ὑποκείμενον, περὶ ὃ δρῶντα εἰς ἄλληλα τὰ ἐναντία ποιεῖ τῶν οὐσιῶν τὴν γένεσιν καὶ τὴν φθοράν. ὅτι μὲν γὰρ τὰ κατὰ τὰς ἄλλας κατηγορίας μεταβάλλοντα περί τι μένον ὑποκείμενον μεταβάλλει, προφανές· εὐθὺς γοῦν τὰ κατὰ ποσὸν μεταβάλλοντα, οἷον τὰ αὐξόμενα, ὄντα τινὰ πρότερον οὕτως αὔξεται· ἄνθρωπος γάρ ἐστιν ὁ αὐξόμενος ἢ φυτὸν ἢ ἕτερόν τι, καὶ τὸ μειούμενον ὁμοίως. ὁμοίως δὲ καὶ τὰ κατὰ ποιὸν μεταβάλλοντα· τὸ γὰρ λευκαινόμενον ἢ θερμαινόμενον σῶμά τί ἐστι. πάλιν τὸ κατὰ τόπον μεταβάλλον ὁμοίως· ἔστι γάρ τι πρότερον τὸ ἄνω ἢ κάτω γινόμενον. ὁμοίως καὶ τὸ γινόμενον πατὴρ ἢ δεξιὸν ἢ ἀριστερὸν εἶναί τι δεῖ πρότερον ἢ ἄνθρωπον ἢ ζῷον ἢ σῶμα. ὅτι μὲν οὖν τὰ μεταβάλλοντα κατὰ τὰς κατηγορίας ταύτας ὑποκεῖσθαι δεῖ πρὸ τῆς μεταβολῆς, πρόδηλον· ἐπὶ δὲ τῶν κατ’ οὐσίαν μεταβαλλόντων δοκεῖ τοῦτο μὴ εὐσύνοπτον εἶναι, διότι ἡ οὐσία κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ὥσπερ αἱ ἄλλαι κατηγορίαι. ἔστι δὲ καὶ ἐπὶ ταύτης οὐδὲν ἧττον τὸ τῇ μεταβολῇ ὑποκείμενον· τὰ γὰρ φυτὰ καὶ ζῷα ἐναργῶς ἐκ τῶν σπερμάτων ἔχει τὴν γένεσιν, καὶ τὰ μέταλλα δὲ χυτὰ ὄντα ἐναργῶς ὑποκείμενον ἔχει τὸ ὑγρόν. κοινῶς δὲ πάντων τῶν φυσικῶν ὑποκείμενον τὰ τέσσαρα στοιχεῖα, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ, περὶ ἃ κιρνάμενα τοίως ἢ τοίως τὰ φυσικὰ εἴδη ἐγγίνεται· καὶ αὐτῶν δὲ τῶν στοιχείων καὶ ἁπλῶς πάντων ὑποκείμενον τὸ τριχῇ διαστατόν, τουτέστι τὸ ἄποιον σῶμα, περὶ ὃ ἀμετάβλητον μένον ὡς σῶμα αἱ μεταβολαὶ γίνονται, ποιουσῶν καὶ πασχουσῶν περὶ αὐτὸ τῶν οὐσιωδῶν ποιοτήτων. ὅτι δ’ ὡς σῶμα ἀμετάβλητόν ἐστι τὸ δεύτερον ὑποκείμενον, δέδεικται ἡμῖν ἐν τοῖς Συμμίκτοις θεωρήμασι. Διαιρεῖ δ’ ὁ Ἀριστοτέλης πάντα τὰ γινόμενα εἰς πέντε, ἵνα δείξῃ ὅτι ἐπὶ πάντων τῶν τρόπων τῆς γενέσεως ἔστι πάντως ὑποκείμενόν τι. τὰ οὖν γινόμενα, φησί, τὰ μὲν μετασχηματίσει γίνεται, τὰ δὲ προσθέσει, τὰ δὲ ἀφαιρέσει, τὰ δὲ συνθέσει, τὰ δὲ ἀλλοιώσει. μετασχηματίσει μὲν οὖν φησὶ γίνεσθαι ἤτοι τὰ κατὰ ἀλλοίωσιν μεταβάλλοντα (τουτέστι τὰ κατὰ ποιότητα), ἢ τὰ κατὰ τὸ τέταρτον εἶδος τῆς ποιότητος μεταβάλλοντα τὸ σχῆμα καὶ τὴν μορφήν, ὡς ὁ ἀνδριάς· οὐδὲν γὰρ ἕτερον ἐξαλλάττεται ἐν τῷ χαλκῷ πλὴν τοῦ σχήματος καὶ τῆς θέσεως τῶν μορίων. κατὰ πρόσθεσιν δὲ γινόμενά φησι τὰ κατὰ ποσὸν μεταβάλλοντα· τὸ γὰρ αὐξόμενον προσθέσει αὔξεται (τῇ τροφῇ γάρ), προσθέσει δὲ οὐ τοῦ ὁμοουσίου (οὐ γὰρ κατὰ πρόσθεσιν σαρκὸς ἡ σὰρξ αὔξεται), ἀλλ’, ὡς ἐν τῷ Περὶ γενέσεως εἴρηται, περιχεομένης τῆς ὑγρότητος τῆς ἐκ τῆς τροφῆς τοῖς μορίοις οὕτως ἡ μεταβολὴ εἰς τὰ μόρια γίνεται, διὸ καὶ τὰ αὐξανόμενα πλείονι τροφῇ χρῆται. ἀφαιρέσει δὲ γίνεται ἤ, ὥσπερ αὐτός φησιν, ὁ Ἑρμῆς ἐκ τοῦ λίθου (τινῶν γὰρ ἀποξεσθέντων τοῦ λίθου μορίων, οὕτως γίνεται), ἢ καὶ ἐπὶ τῶν φύσει, ὡς ἐπὶ τῶν φθινόντων καὶ μειουμένων διὰ τὴν ἐκδιαφόρησιν. συνθέσει δὲ γίνεται ἐπὶ τῶν τεχνητῶν, ὥσπερ ἡ οἰκία καὶ ἡ κλίνη· ἥ τε γὰρ οἰκία κατὰ μόνην τὴν τῶν λίθων καὶ ξύλων σύνθεσιν ἀπετελέσθη, καὶ ἡ κλίνη κατὰ τὴν σύνθεσιν τῶν μορίων· οὐδὲν γὰρ ἕτερον ἐπὶ τούτων ὁ τεχνίτης ἢ τὰς ὕλας εὐεργοὺς ποιήσας συνέθηκεν.

“但是,既然‘生成’在多种意义上被言说,且有些东西并非[截然地]生成,而是生成为某个特定之物,而截然地生成仅属于实体,”既然他已经表明,在自然事物的本原中不仅需要对立(因为并非随便什么东西作用于并承受随便什么东西,而仅仅是对立者作用于对立者),而且还需要一个供对立者交替作用于其上的奠基于下者,但他此前关于必定总有奠基于下者的例证并不是取自依实体而变化的事物,而是取自依质变而变化的事物(因为有教养的人是从无教养的人生成的,且人同时作为无教养者与有教养者的奠基于下者,青铜成为雕像也是如此);既然这些变化不是依实体而是依性质,因此他现在希望表明,在依实体而变化的事物上,同样必然存在某种奠基于下者,围绕着它,对立者通过相互作用而产生实体的生成与消灭。因为依其他范畴而变化的事物是围绕着某个保持不变的奠基于下者而变化的,这一点是显而易见的;无论如何,依数量而变化的事物,例如生长之物,是在预先已经是某种东西的前提下这样生长的;因为生长之物或者是人、或者是植物、或者是某种别的东西,减少之物也是如此。同样,依性质而变化的事物也是如此;因为被变白或被变热的东西乃是某种物体。依位置而变化的事物再次也是如此;因为向上或向下生成[运动]之物预先就是某种东西。同样,成为父亲、或者变到右边或左边的东西,预先也必然是某种东西——或者是人、或者是动物、或者是物体。因此,依这些范畴而变化的事物必须在变化之前奠基于下,这是显而易见的;但在依实体而变化的事物上,这一点似乎并不一目了然,因为实体不像其他范畴那样被陈述于任何奠基于下者之上。然而在这种情况中,为变化奠基于下者同样毫不欠缺;因为植物和动物显明地由种子生成,金属作为可熔物也显明地以液体为奠基于下者。而所有自然事物——我是指处于生成与消灭之中的事物——的共同奠基于下者乃是四元素,自然形式乃是在它们以这样或那样的方式混合的周围生成的;而元素本身、乃至截然一切事物的奠基于下者乃是三维广延物,即无性质的物体,围绕着它(它本身作为物体保持不可变),变化得以发生,实体性性质围绕着它进行作用与承受。至于第二种奠基于下者作为物体是不可变的,这一点已由我们在《杂纂定理集》中予以表明。亚里士多德将一切生成之物划分为五种,以表明在生成的一切方式中都必定有某种奠基于下者。他说,生成之物有些是通过重塑生成的,有些是通过添加生成的,有些是通过缩减生成的,有些是通过组合生成的,有些是通过质变生成的。因此他说,通过重塑而生成的东西,要么是依质变而变化之物(即依性质而变化之物),要么是依性质的第四种形式——即形状与形态——而变化之物,如雕像;因为在青铜中除了形状以及各部分的布局之外,没有任何别的东西被改变。他说,依添加而生成的乃是依数量而变化的事物;因为生长之物是通过添加(即通过营养)而生长的,但添加的并不是同质实体之物(因为肉并不是依肉的添加而生长的),而是正如在《论生成与消灭》中所说的那样,当来自营养的湿气倾注于各部分周围时,向各部分的变化便以这种方式发生,所以生长之物消耗更多的营养。依缩减而生成的,或者正如他自己所说的,是从石头生成赫尔墨斯像(因为当石头的某些部分被凿去时,它便以这种方式生成),或者也存在于自然事物中,如因发散而耗竭和减少之物。依组合而生成的存在于人工物中,如房屋和床;因为房屋仅依石头与木材的组合而告完成,床依各部分的组合[而告完成];因为在这些事物上,工匠除了使材料易于加工之后加以组合之外,没有做任何别的事情。

语法注2 条
  1. 1.116τῶν μὲν οὐ γίνεσθαι ἀλλὰ τόδε τι γίνεσθαι, ἁπλῶς δὲ γίνεσθαι τῶν οὐσιῶν μόνων

    承接前文的属格独立结构 λεγομένου τοῦ γίνεσθαι,τῶν μέν 与 τῶν οὐσιῶν μόνων 既可看作补足 λεγομένων 后的属格独立结构主语(带不定式 γίνεσθαι),亦可看作从属于 (τοῦ) γίνεσθαι 的主语性或所属属格,用以区分偶适生成(生成为某个特定之物)与仅属于实体的无条件生成(单纯生成)。

  2. 1.116Ἐπειδὴ ἔδειξεν ὅτι... ἐπεὶ οὖν αὗται αἱ μεταβολαὶ... βούλεται νῦν δεῖξαι

    由开头的 Ἐπειδὴ ἔδειξεν 引出的长因果从句,由于中间插入了解释此前例证的成分(τὰ δὲ παραδείγματα...)而中断,随后通过 ἐπεὶ οὖν αὗται αἱ μεταβολαί 重新恢复并总结前面的从句,最终接入主句 βούλεται νῦν δεῖξαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:155.11-157.6