← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§154.3-155.10

基质的必然性及元素在数目与定义上的数量

斐洛波诺斯注解了亚里士多德《物理学》190a13–190a21,论证了生成中底层基质(质料)的必然性,并阐明质料与缺失虽在数目上为一但在定义上为二,由此推导出元素在数目上是两个而在定义上是三个。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.113

" Διωρισμένων δὲ τούτων, ἐξ ἁπάντων τῶν γινομένων τοῦτο ἔστι λαβεῖν, ἄν τις ἐπιβλέψῃ, ὥσπερ λέγομεν, ὅτι δεῖ τι ἀεὶ ὑποκεῖσθαι τὸ γινόμενον.1" Δείξας πῶς γίνονται τὰ γινόμενα καὶ διακρίνας τῆς στερήσεως τὴν ὕλην, δείκνυσι λοιπόν, ὅπερ ἐξ ἀρχῆς προέθετο, πότερον δεῖ τρία λέγειν εἶναι τὰ στοιχεῖα ἢ δύο, καί φησιν ὅτι διωρισμένου τοῦ περὶ τῶν γινομένων λόγου ἔστιν ἐκ πάντων τούτων τῶν γινομένων τοῦτο συλλογίσασθαι, εἴ τις εἰς πάντα τὰ γινόμενα ἐπεκτείνει τὴν ἑαυτοῦ διάνοιαν, ὅτι ἀνάγκη εἶναί τι ὃ μέλλει τὴν γένεσιν ἀναδέξασθαι· τοῦτο δ’ ἡ ὕλη. τοῦτο δέ, φησίν, ἀριθμῷ μέν ἐστιν ἕν, τῷ δὲ λόγῳ οὐχ ἓν ἀλλὰ δύο· ἄλλο γάρ ἐστι τὸ ἀνθρώπῳ εἶναι καὶ ἄλλο ἀμούσῳ.2 ὅθεν ἐν τῇ γενέσει ὁ μὲν ἄνθρωπος ὑπομένει, τὸ δ’ ἄμουσον οὐχ ὑπομένει. ὥστε, εἰ ἀνάγκη ἐπὶ πάσης γενέσεως ὑποκεῖσθαί τι τὸ γινόμενον, ἔστι δέ τι καὶ ὃ γίνεται (τοῦτο δ’ ἐστὶ τὸ εἶδος), τὸ δὲ ὑποκείμενον ἀριθμῷ μὲν ἕν ἐστι τῷ δὲ λόγῳ δύο, ἄλλως μὲν δύο ἔσονται τὰ στοιχεῖα ἄλλως δὲ τρία, ἀριθμῷ μὲν δύο τῷ δὲ λόγῳ τρία. καὶ εἰ τὸ ἓν ἐξ αὐτῶν, τουτέστιν ἡ στέρησις, μὴ ὑπομένει, κυρίως δὲ στοιχεῖα ταῦτά ἐστιν ἃ μέρος γίνεται τοῦ πράγματος, δῆλον δήπου ὅτι τὰ κυρίως καὶ καθ’ αὑτὸ στοιχεῖα δύο ἂν εἶεν· τὸ γὰρ ἕτερον οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς στοιχεῖον.

“在这些规定之后,如果有人按照我们所说的方式去考察,就可以从所有生成之物中把握到这一点:必然总有某种东西作为生成之物而奠基于下。” 在表明了生成之物如何生成并将质料与缺失区分开来之后,他最终表明了他从一开始就提出的论题——即究竟应当说元素有三个还是有两个——并说,在关于生成之物的论述得以规定之后,如果有人把自己的思想贯彻到所有生成之物中,就可以从所有这些生成之物中推论出这一点:即必然有某种将要接纳生成的东西存在;而这就是质料。他说,这在数目上是一,但在定义上不是一而是二;因为对于人而言的存在是一回事,而对于无教养者而言的存在是另一回事。因此在生成中,人存续,而无教养者不存续。所以,如果在每一种生成中必然有某种东西作为生成之物而奠基于下,并且也存在着某种所生成的东西(而这就是形式),且奠基于下者在数目上是一但在定义上是二,那么在一种意义上元素将是两个,在另一种意义上则是三个——在数目上是两个,但在定义上是三个。并且,如果它们之中的一个(即缺失)不存续,而严格意义上的元素乃是成为事物之一部分的东西,那么显然,严格且就其自身而言的元素应当是两个;因为另一者不是就其自身而言的元素,而是偶适的元素。

§1.114

"Τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐτόν." Ἐπειδὴ τὴν ὕλην καὶ τὴν στέρησιν ἀριθμῷ ἓν εἶπεν, εἴδει δ’ οὐχ ἕν, ἵνα μή τις ὑπονοήσῃ τὴν ὕλην καὶ τὴν στέρησιν εἴδει ταὐτὸν λέγειν, διὰ τοῦτό φησιν ὅτι εἴδει λέγω ἀντὶ τοῦ ὁριστικῷ λόγῳ. ὅτι δὲ οὐχ ἓν τῷ λόγῳ ἡ ὕλη καὶ ἡ στέρησις, πάλιν ἀναλαβὼν τὰς εἰρημένας διακρίσεις ἐκτίθεται.

“因为我说‘在形式上’和‘在定义上’是一样的。” 既然他说质料与缺失在数目上是一,而在形式上不是一,为了不让人以为他是说质料与缺失在形式上同一,因此他说:“我说‘在形式上’是用来代替‘在界定性定义上’。”至于质料与缺失在定义上并非是一,他再次重申前述的区别予以阐明。

§1.115

"Τὸ δ’ ἔκ τινος γίνεσθαί τι καὶ μὴ τόδε γίνεσθαι μᾶλλον μὲν λέγεται ἐπὶ τῶν μὴ ὑπομενόντων." Ὅτι εἰ καὶ ἐπὶ τῆς ὕλης καὶ ἐπὶ τῆς στερήσεως λέγεται καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε, ἀλλὰ μᾶλλον μὲν τὸ τόδε ἐπὶ τῆς ὕλης, τὸ δ’ ἐκ τοῦδε ἐπὶ τῆς στερήσεως· καὶ ἐπὶ μὲν τῆς ὕλης ἀνὰ μέρος θάτερον, ἐπὶ δὲ τῆς στερήσεως ἀμφότερα ἐπὶ τοῦ αὐτοῦ καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε. οὐ δεῖ δὲ νομίζειν ὅτι, ὅταν λέγῃ ὅτι ἀμφότερα λέγεται ἐπὶ τῆς στερήσεως, ὅτι ἐπὶ πάσης στερήσεως λέγει3 ἀμφότερα λέγεσθαι, ἀλλ’ ὅτι ἐπί τινος στερήσεως ἀμφότερα λέγεται· ἐπὶ γὰρ τῆς στερήσεως τῶν κατ’ οὐσίαν εἰδῶν ἐδείξαμεν ὅτι οὐ λέγεται τὸ τόδε, ἀλλὰ μόνον τὸ ἐκ τοῦδε.

“某物从某物生成而并非变成这个,较多地是就那些不存续者而言的。” 也就是说,即使在质料上和在缺失上,“从这个”与“这个”两者都会被言说,但“这个”较多地就质料而言,“从这个”则较多地就缺失而言;而且在质料上是交替地说其中之一,而在缺失上则是针对同一者而言说“从这个”与“这个”两者。但绝不应当认为,当他说两者都就缺失而言时,他是说两者就一切缺失而言,而是说两者就某种特定的缺失而言;因为我们已经表明,在关于实体性形式的缺失上,并不言说“这个”,而只言说“从这个”。

语法注3 条
  1. 1.113ὅτι δεῖ τι ἀεὶ ὑποκεῖσθαι τὸ γινόμενον

    在非人称动词 δεῖ 支配的不定词短语中,τι 是 ὑποκεῖσθαι 的逻辑主语,而后置的 τὸ γινόμενον 则是 τι 的述语性同位语(“必然总有某种东西作为生成之物而奠基于下”)。这承接了前文(自189b32起)亚里士多德将承受变化的底层基质称为“生成之物(τὸ γινόμενον)”的用法。

  2. 1.113τὸ ἀνθρώπῳ εἶναι καὶ ἄλλο ἀμούσῳ

    冠词 τὸ + 与格 + 不定词 εἶναι 是亚里士多德学派表示本质(“作为……的存在是什么”)的标准句式。此处将 ἄλλο ἐστὶ τὸ ἀνθρώπῳ εἶναι(“作为人的存在”)与 ἄλλο [τὸ] ἀμούσῳ [εἶναι](“作为无教养者的存在”)进行并置对比,证明质料与缺失虽共存于同一个体中,但在本质定义(logos)上彼此有别。

  3. 1.115οὐ δεῖ δὲ νομίζειν ὅτι, ὅταν λέγῃ ὅτι ἀμφότερα λέγεται ἐπὶ τῆς στερήσεως, ὅτι ἐπὶ πάσης στερήσεως λέγει

    由 νομίζειν 引出的宾语从句连词 ὅτι 在插入的时间从句(ὅταν λέγῃ ὅτι...)之后,被第二个 ὅτι(ὅτι ἐπὶ πάσης...)予以复引(resumption)。尽管句式存在多层嵌套,但主句的否定词 οὐ 统摄该从句并与后文的 ἀλλ’ ὅτι... 相对衬(“不应当认为他是就一切缺失而言,而是应当认为他是就某种特定的缺失而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:154.3-155.10