- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:152.17-154.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将生成划分为简单与复合诸模式的论述,斐洛庞奴斯分析了质料与缺失在日常语言惯用法上的差异,并进而揭示了二者基于本性的实体性区别:质料在生成中始终存续且不让位于形式,而缺失则在形式降临时退隐且不存续。
" Φαμὲν δὴ γίνεσθαι ἐξ ἄλλου ἄλλο καὶ ἕτερον ἐξ ἑτέρου ἢ τὰ ἁπλᾶ λέγοντες ἢ τὰ συγκείμενα." Ὅταν, φησίν, ἔκ τινος λέγωμεν γίνεσθαι, ἢ ἐξ ἁπλοῦ φαμεν ἢ ἐκ συνθέτου· καὶ πάλιν τὸ γινόμενον ἢ ἁπλοῦν λέγομεν γίνεσθαι ἢ σύνθετον. οἷον ὅταν εἴπω ὅτι ὁ ἄνθρωπος μουσικὸς γέγονεν, ἢ ὅτι τὸ ἄμουσον μουσικὸν γέγονεν, ἐξ ἁπλοῦ λέγω τοῦ ἀνθρώπου ἢ τοῦ μουσικοῦ ἁπλοῦν τι γενέσθαι τὸ μουσικόν. ὅταν δ’ εἴπω ὅτι ἐξ ἀνθρώπου ἀμούσου ἄνθρωπος γέγονε μουσικός, ἐκ συνθέτου λέγω σύνθετον γεγονέναι· σύνθετον γὰρ καὶ ὁ ἄμουσος ἄνθρωπος, συγκείμενος ἐκ τοῦ ἀμούσου καὶ τοῦ ἀνθρώπου, καὶ τὸ γενόμενον ὁ μουσικὸς ἄνθρωπος. ἔστι δὲ καὶ τὸ μὲν ἁπλοῦν λαβεῖν, τὸ δὲ σύνθετον, ὡς ὅταν εἴπω ‘ἐξ ἀμούσου ἀνθρώπου γέγονε μουσικός’, ἢ ὅταν ‘ἐξ ἀμούσου μουσικὸς ἄνθρωπος γέγονεν’· ἔλαβον γὰρ ποτὲ μὲν τὸ ἐξ οὗ γίνεται σύνθετον, ποτὲ δὲ τὸ γινόμενον, θάτερον δ’ ἁπλοῦν. ἁπλοῦν μὲν οὖν λέγω τὸ γινόμενον ἄνθρωπον καὶ τὸν μὴ μουσικόν. γινόμενον νῦν λέγει τὸ ὑποκείμενον, ἐφεξῆς δὲ “γινόμενον” λέγει τὸ εἰς ὃ γίνεται ἡ μεταβολή·1 ὃ δὲ γίνεται τὸ εἶδος, ὡς δηλοῖ καὶ τὰ παραδείγματα. ὃ δέ φησι τοῦτό ἐστιν· ἁπλῆν λέγω γένεσιν, ὅταν καὶ τὸ γινόμενον ἁπλοῦν ᾖ καὶ ὃ γίνεται, σύνθετον δέ, ὅταν ἀμφότερα σύνθετα ᾖ. τούτων δὲ τὸ μὲν οὐ μόνον λέγεται τόδε γίνεσθαι, ἀλλὰ καὶ ἐκ τούτου.2 εἰπὼν πῶς γίνεται τὰ γινόμενα, ὅτι ἢ ὡς ἁπλᾶ ἐξ ἁπλῶν ἢ ὡς σύνθετα ἐκ συνθέτων, βούλεται νῦν τὰ ἁπλᾶ ταῦτα ἐξ ὧν γίνεται τὰ γινόμενα, ἤτοι τὰ γινόμενα, ὡς αὐτὸς εἶπεν, εἰπεῖν τίνα διαφορὰν ἔχουσι πρὸς ἄλληλα, λέγω δὴ ὁ ἄνθρωπος καὶ τὸ ἄμουσον· μήποτε γὰρ ὀνόματα μόνον ἐστὶ δύο ἓν καὶ ταὐτὸν πρᾶγμα σημαίνοντα. καὶ ἐντεῦθεν ἡ διάκρισις γίνεται τῆς ὕλης καὶ τῆς στερήσεως· διακρίνει οὖν ταῦτα πρῶτον ἀπὸ τῆς κοινῆς χρήσεως, ὅτι ἐπὶ μὲν τῆς στερήσεως οὐ μόνον λέγομεν τὸ τόδε (ὅτι ὁ ἄμουσος γίνεται μουσικός), ἀλλὰ καὶ ἐκ τοῦδε (ὅτι ἐξ ἀμούσου γέγονε μουσικός), ἐπὶ δὲ τῆς ὕλης ἀνὰ μέρος ἢ τὸ τόδε ἢ τὸ ἐκ τοῦδε.
“因此我们说,一物从另一物生成,一者从另一者生成,要么就简单者而言,要么就复合者而言。” 他说,每当我们说某物从某物生成时,我们要么说是从简单者生成,要么说是从复合者生成;并且反过来,关于生成之物,我们要么说是简单者生成,要么说是复合者生成。例如,当我说是人变成了有教养的,或者说是无教养者变成了有教养者时,我指的是从人或有教养者这一简单者生成了有教养者这一某种简单之物。而当我说是从无教养的人生成了有教养的人时,我指的是从复合者生成了复合者;因为无教养的人由无教养者与人复合而成,是复合的,而生成之物即有教养的人也是复合的。此外也可以将一者取为简单者,而将另一者取为复合者,正如当我说了“从无教养的人变成了有教养者”,或者“从无教养者生成了有教养的人”时那样;因为我有时把生成之所由取为复合的,有时把生成之物[取为复合的],而把另一者取为简单的。“因此,我把生成之物——人以及不具有教养者——称为简单的。”在这里,他把“生成之物”用来指称底层基质,而在下文中他把“生成之物”用来指称变化之所归向者;而所生成者乃是形式,正如各个具体例证所表明的那样。而他所说的正是这点:当生成之物与所生成者皆为简单时,我称之为简单的生成;而当两者皆为复合时,[我称之为]复合的[生成]。“而在这些当中,一者不仅被称为‘变成这个’,还被称为‘从这个’。”在说明了生成之物如何生成(即要么作为简单者由简单者生成,要么作为复合者由复合者生成)之后,他现在意图说明这些生成之物由此生成的简单者——正如他自己所说的,即“生成之物” ——彼此之间有何种差异,我指的正是人与无教养者;因为它们或许只是指称同一个事物的两个名称而已。由此便产生了质料与缺失的区分。于是他首先根据日常惯用法来区分它们:因为就缺失而言,我们不仅说“这个”(即无教养者变成有教养者),而且还说“从这个”(即从无教养者生成了有教养者);而就质料而言,我们则是交替地说“这个”或“从这个”。
"Τῶν δὲ γινομένων ὡς τὰ ἁπλᾶ λέγομεν γίνεσθαι, τὸ μὲν ὑπομένον γίνεται.3" Διακρίνας ἀπὸ τῆς κοινῆς χρήσεως τὴν ὕλην καὶ τὴν στέρησιν, διακρίνει νῦν αὐτὰ καὶ ἀπ’ αὐτῆς αὐτῶν τῆς φύσεως, ἥπερ ἐστὶ πραγματικὴ διάκρισις, ὅτι ἡ μὲν ὕλη ἐν τῇ γενέσει ὑπομένει καὶ οὐκ ἐξίσταται τῷ εἴδει, ἡ δὲ στέρησις οὐχ ὑπομένει ἀλλ’ ὑπεξίσταται τοῦ εἴδους ἐπιγινομένου. τὸ δὲ ὡς τὰ ἁπλᾶ λέγομεν γίνεσθαι προσέθηκεν, ἐπειδὴ ἡ σύνθετος γένεσις οὐδὲν συμβάλλεται αὐτῷ πρὸς τὸ διακρῖναι τὴν ὕλην τῆς στερήσεως· ὅταν γὰρ συνέλωμεν τὴν ὕλην καὶ τὴν στέρησιν, λέγοντες τὸν ἄμουσον ἄνθρωπον, πῶς ἂν διακρίνοιμεν ἐπὶ τούτου τὴν ὕλην τῆς στερήσεως; ἑνὶ γὰρ ὀνόματι τὸ γινόμενον προσαγορεύομεν τῷ ‘ἄμουσος ἄνθρωπος’, ὥσπερ καὶ τὸ ὃ γίνεται τῷ ‘μουσικὸς ἄνθρωπος’. πρόδηλον δὲ ὅτι οὐδὲν ἐνταῦθα τὸ συμπεπλεγμένον ἐν τῇ γενέσει ὑπομένει· οὐχ ὑπομένει γὰρ ὁ μουσικὸς ἄνθρωπος, ὡς καὶ αὐτός φησι.
“在按照我们所说的简单者生成的方式生成的事物中,一者在存续中生成。” 在根据日常惯用法区分了质料与缺失之后,他现在又根据它们自身的本性来区分它们,这乃是基于事实本身的区分:即质料在生成中存续而不让位给形式,而缺失则不存续,反而在形式临在时退隐。他之所以补充说“按照我们所说的简单者生成的方式”,是因为复合的生成对于他区分质料与缺失毫无助益。因为当我们把质料与缺失结合在一起而说“无教养的人”时,在此情况下我们又如何能区分质料与缺失呢?因为我们是用“无教养的人”这一个名称来称呼生成之物,正如用“有教养的人”来称呼所生成者一样。很显然,在这里交织在一起的复合事物在生成中全然不存续;因为正如他自己所言,有教养的人并不存续。
- 1.111γινόμενον νῦν λέγει τὸ ὑποκείμενον, ἐφεξῆς δὲ “γινόμενον” λέγει τὸ εἰς ὃ γίνεται ἡ μεταβολή
关于现在分词 γινόμενον 在句法与所指上的两义性说明。斐洛庞奴斯指出,亚里士多德在此先用 γινόμενον 指称变化的起点或底层基质,随后又用同词指称变化的终点(即生成所达到的形式)。句法上均为 λέγει 所支配的宾语与其补足语构成的双宾格结构。
- 1.111τούτων δὲ τὸ μὲν οὐ μόνον λέγεται τόδε γίνεσθαι, ἀλλὰ καὶ ἐκ τούτου
对亚里士多德原文(190a5–6)引语的句法分析。主语为 τὸ μέν,谓语为被动式动词 λέγεται,由 οὐ μόνον... ἀλλὰ καί 所连接并列的补足成分分别是宾格不定词短语 τόδε γίνεσθαι(“变成这个”)与介词短语 ἐκ τούτου[省略 γίνεσθαι](“从这个[生成]”)。
- 1.112Τῶν δὲ γινομένων ὡς τὰ ἁπλᾶ λέγομεν γίνεσθαι, τὸ μὲν ὑπομένον γίνεται
亚里士多德引文标目(lemma)的句法结构。方式/比较从句 ὡς τὰ ἁπλᾶ λέγομεν γίνεσθαι(“正如我们所说简单者生成那样”)修饰部分属格 τῶν γινομένων;主句主语 τὸ μέν(“一者”)携带修饰性的同格分词 ὑπομένον,与主要动词 γίνεται 结合(“在存续中生成”)。
