- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:150.14-152.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的原理数目究竟是二还是三的疑难,斐洛庞奴斯指出争论焦点在于是否将缺失算作原理,并阐释了从普遍的生成考察入手来确立永恒自然物存在原理的方法论程序。
" Ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυοῖν ἢ τριῶν." Δύο μέν, ἤτοι ἵνα λάβωμεν ἓν τὸ ὑποκείμενον καὶ μίαν τὴν ἐναντίωσιν περιεκτικὴν τοῦ εἴδους καὶ τῆς στερήσεως, ἢ (ὅπερ κάλλιον) τὴν ὕλην καὶ τὸ εἶδος, διὰ τὸ τὴν στέρησιν μὴ κυρίως μηδὲ καθ’ αὑτὸ εἶναι ἀρχήν, ἀλλὰ κατὰ συμβεβηκός, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς δηλώσει. τῷ γὰρ ἐν ὑποκειμένῃ τῇ ὕλῃ ὑπάρχειν καὶ ἡ στέρησις ἐν τῇ γενέσει οὐδὲν συμβάλλεται τὸ καθ’ αὑτήν·1 οὐ γὰρ αὐτῆς, ἀλλὰ τῆς ἀπουσίας αὐτῆς δεῖται τὰ γινόμενα. τούτων δὲ πότερον, καθάπερ εἴπομεν, ἀπορίαν ἔχει πολλήν. ἄπορον, φησί, πότερον δύο δεῖ λέγειν τὰς ἀρχὰς ἢ τρεῖς· καὶ δῆλον ὅτι οὐ περὶ τῶν ἀρχῶν ἁπλῶς ἀπορεῖ πόσαι τε καὶ ποῖαί εἰσι (τοῦτο γὰρ ἤδη ἔδειξεν ὅτι τρεῖς, δύο μὲν τὰ ἐναντία ἓν δὲ τὸ ὑποκείμενον), ἀλλὰ πότερον ταύτας τὰς εὑρεθείσας ἀρχὰς τρεῖς δεῖ καλεῖν συναριθμοῦντας καὶ τὴν στέρησιν, ἢ δύο τῆς στερήσεως μὴ κυρίως οὔσης ἀρχῆς διὰ τὰ εἰρημένα. τὸ δὲ καθάπερ εἴπομεν, προσεχῶς δηλονότι· εἶπε γὰρ ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυοῖν ἢ τριῶν.
“因此,构成元素既非一,亦不多于二或三[是显而易见的]。” 所谓“二”,要么是为了让我们采取一个底层基质和一个包含形式与缺失的对立,要么(这更为妥当)采取质料与形式,这是由于缺失并非在本原意义上或就其自身而言是原理,而是附带而言的,正如他本人在下文中也将表明的那样。因为通过存在于底层的质料中,缺失就其自身而言在生成中也毫无贡献;因为生成之物需要的不是缺失本身,而是它的不在场。“然而在这些[数目]中到底是哪一个,正如我们所说,包含着许多困难。”他说,应当说原理是两个还是三个是颇成问题的;很显然,他并非单纯对原理有多少个以及是什么样的感到疑难(因为他此前已经表明它们是三个,即两个对立者与一个底层基质),而是对这些已找到的原理,究竟应当将缺失也一同计算在内而称之为三个,还是由于上述原因因缺失并非本原意义上的原理而称之为两个感到疑难。而“正如我们所说”,显然是指“方才所说的”;因为他方才说过“因此,构成元素既非一,亦不多于二或三”。
"Ὧδε οὖν λέγομεν περὶ πάσης γενέσεως ἐπελθόντες." Ἐπεὶ βούλεται δεῖξαι πότερον δύο δεῖ λέγειν εἶναι τὰς ἀρχὰς τὰς στοιχειώδεις ἢ τρεῖς, δεῖ, φησί, πρότερον εἰπεῖν πῶς γίνονται τὰ γινόμενα· ἐφόδιον γὰρ τοῦτο πρὸς τὴν προκειμένην εὑρήσομεν ζήτησιν. ἔστι γὰρ κατὰ φύσιν τὰ κοινὰ πρῶτον εἰπόντας οὕτως τὰ περὶ ἕκαστον οἰκεῖα ἰδίως θεωρεῖν· ἀεὶ γὰρ τῆς γνώσεως τῶν μερικωτέρων προηγεῖται ἡ τῶν καθόλου γνῶσις. οὕτω βουλόμενος τὰς διαφορὰς τῶν συλλογισμῶν διδάξαι, πρότερον ἐδίδαξε τί ποτε ὅλως ἐστὶ συλλογισμός· ὁ γὰρ τί ἐστὶ συλλογισμὸς ἀγνοῶν οὐδέποτε εἴσεται τί ποτέ ἐστιν ἀποδεικτικός. ἐξ ἀρχῆς δὲ τοῦτο προτίθεται ποιῆσαι, ἐκ τῶν κοινοτέρων ἄρξασθαι τῆς διδασκαλίας. ἔχεις οὖν καὶ ἐντεῦθεν τὸν σκοπὸν τῆς προκειμένης πραγματείας, ὅτι ἐστὶ περὶ τῶν κοινῶς παρακολουθούντων πᾶσι τοῖς γινομένοις καὶ φθειρομένοις. πάσης δὲ γενέσεώς φησιν οὐ μόνον τῆς κατ’ οὐσίαν, ἀλλὰ καὶ τῆς κατὰ συμβεβηκός. καὶ δῆλον ὅτι καὶ ἐντεῦθεν σαφές ἐστιν, ὅπως ἔλεγεν ἐν ἀρχῇ ἐκ τῶν καθόλου δεῖν ἄρξασθαι ὡς σαφεστέρων καὶ τῇ αἰσθήσει γνωριμωτέρων, “καθόλου” λέγων οὐ τὰ κοινὰ γένη καὶ ἐξῃρημένα τῶν μερικῶν, ἀλλὰ τὰ μερικὰ μὲν πλείοσι δ’ ἐφαρμόττοντα· οὕτως γὰρ καὶ ἐνταῦθά φησι δεῖν ἁπλῶς περὶ γενέσεως εἰπεῖν διὰ τὸ κατὰ φύσιν εἶναι τὸ ἐκ τῶν κοινοτέρων ἄρχεσθαι. καὶ ἐπέρχεται τῷ λόγῳ τὰς κατὰ μέρος γενέσεις· οὐδὲ γὰρ ἔστι τις ἁπλῶς γένεσις, ἐπεὶ μηδὲν ἔστι τι κοινὸν γένος τοῦ ὄντος, ἀλλ’ ὥσπερ τὸ ὂν ὁμώνυμός ἐστι φωνή, οὕτω δὴ καὶ ἡ γένεσις. ἀπορήσειε δ’ ἄν τις, εἰ περὶ τῶν παρακολουθούντων πᾶσιν ἁπλῶς τοῖς φυσικοῖς ἐνταῦθα διαλέγεται καὶ ζητεῖ νῦν πόσαι τούτων αἱ ἀρχαὶ πότερον δύο ἢ τρεῖς, πῶς πρὸς εὕρεσιν τούτου ζητεῖ πῶς γίνονται τὰ γινόμενα πάντα, ἵνα ἐκ τούτων καὶ τὸν τῶν ἀρχῶν ἀριθμὸν εὕρῃ· οὐδὲ γὰρ μόνα τὰ γινόμενα φυσικά, ἀλλ’ ἔστι τινὰ τῶν φυσικῶν καὶ ἀγένητα, λέγω δὴ τὰ οὐράνια. φημὶ οὖν ὡς ἐπὶ σαφεστέρων τῶν γινομένων καὶ φθειρομένων ποιεῖται τὸν λόγον, ἐκ τούτων δὲ μετάγει τὸν λόγον καὶ ἐπὶ τὰ μὴ γινόμενα. ἀμέλει γοῦν καὶ συμπεραινόμενος τὸν λόγον τοῦτον, ἐπὶ πάντων ἁπλῶς συμπεραίνεται λέγων· “φανερόν” γὰρ τοίνυν φησὶν “ὡς, εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων, ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασιν, ὅτι γίνεται πάντα ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς”.2 ὥστε εἰ καὶ εἰς θεωρίαν τῶν ἀρχῶν διὰ τὸ σαφὲς προεχειρίσατο τὰ γινόμενα καὶ φθειρόμενα, ἀλλ’ οὖν τὰς αὐτὰς ἀρχὰς δείκνυσιν εἶναι καὶ ἐπὶ τῶν ἀϊδίων· ὥσπερ γὰρ τῶν γενητῶν εἰσιν τῆς γενέσεως ἀρχαί, οὕτως τῶν ἀϊδίων τοῦ εἶναι.
“因此,在探讨了所有的生成之后,我们如是陈述。” 既然他意图表明构成元素的原理应当说是两个还是三个,他说,就必须首先说明生成之物是如何生成的;因为我们将发现这是通向所提出之探究的门径。因为先说明共通的事物,再如此个别地考察关于各个事物的特有属性,是合乎本性的;因为对更具体之物的认识总是由对普遍者的认识所先导的。他意图讲授三段论的诸差异时,便是这样先讲授了三段论全然是什么;因为不知道三段论是什么的人,绝不会知道什么是证明性的三段论。而他从一开始就打算这样做:从更为共通的事物开始进行教导。因此,你由此也能把握本部著作的旨趣,即它是关于共通地伴随着一切生成与毁灭之物的。他说“所有的生成”,指的不仅是实体的生成,也是附带的生成。由此显然也很明白,他在开头是如何说必须从普遍者开始(因其对感觉而言更清晰且更易认知)的,他所说的“普遍”指的不是脱离于具体事物的共通之属,而是虽属具体却适用于多者之事;因为在这里他也同样说必须单纯就生成进行论述,乃是因为从更共通者开始是合乎本性的。并且他在论述中巡视了具体各别的诸生成;因为并不存在任何单纯的生成,因为不存在“存在者”的任何共通之属,而是正如“存在者”是一个同名异义的词一样,生成亦是如此。然而有人可能会提出疑问:如果他在这里探讨的是单纯伴随一切自然之物的事物,并且现在探究它们的原理有多少个,是两个还是三个,为何为了发现这一点,他要去探究一切生成之物是如何生成的,以便从这些之中也发现原理的数目呢?因为自然之物不仅包含生成之物,而且在自然之物中也有某些非生成之物,我指的正是天体。因此我说:他是以生成与毁灭之物更为清晰为依据展开论述,并从这些事物将论述引申到非生成之物上的。无论如何,他在为这一论证作总结时,针对一切事物单纯作结道:因为他说,“显而易见,因此,如果确实有因本性而存在之物的诸原因与原理,即它们最初由此存在或生成的那些,那么一切事物都是由底层基质和形式二者生成的”。因此,即使他为了清晰起见在原理的考察中先着手处理了生成与毁灭之物,但无论如何他也表明了同样的原理亦存在于永恒之物中;因为正如对于生成之物而言它们是生成的原理,对于永恒之物而言它们则是存在的原理。
- 1.109τῷ γὰρ ἐν ὑποκειμένῃ τῇ ὕλῃ ὑπάρχειν καὶ ἡ στέρησις ἐν τῇ γενέσει οὐδὲν συμβάλλεται τὸ καθ’ αὑτήν
带冠词的不定式与格 τῷ... ὑπάρχειν 表原因,意为“由于存在于作为底层的质料中”。名词短语 καὶ ἡ στέρησις 作为主格,是主句动词 οὐδὲν συμβάλλεται 的语法主语;而 τὸ καθ’ αὑτήν 作状语性宾格,表示“就其自身而言”。
- 1.110φανερόν γὰρ τοίνυν φησὶν ὡς, εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων, ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασιν, ὅτι γίνεται πάντα ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς
此处出现了 ὡς 与 ὅτι 夹置条件从句(εἴπερ εἰσὶν...)的双重连词冗余(赘词)结构。由 φανερόν 引出的宾语从句先由 ὡς 引导,但因其间插入了较长的条件句与关系从句,在引出从句核心断言(γίνεται πάντα...)前再次使用 ὅτι 加以复显。
