← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§148.27-150.13

基质与对立的数目及第一对立的唯一性

注解亚里士多德《物理学》189b18–22,考察底层基质与对立的数目组合(两个基质和一个对立之不可能,以及有两个对立与两个基质时的困难),并论证在实体这单一的属中,最初的第一对立必须只有一个。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.105

" Πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν." Ὅτι οὐ δυνατὸν δύο μὲν εἶναι ὑποκείμενα, μίαν δ’ ἐναντίωσιν· ἱκανὸν γὰρ τὸ ἓν ὑποκείμενον πάσχον ἀνὰ μέρος ὑφ’ ἑκατέρου μορίου τῆς ἐναντιώσεως πάντα γεννῆσαι.

“因为对承受而言,一者便已足矣。” 这意味着不可能有两个底层基质与一个对立;因为一个底层基质轮流承受该对立之每一部分的作用,便足以产生一切事物。

§1.106

"Εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν." Ὑποθέμενος δύο ὑποκείμενα μίαν δ’ ἐναντίωσιν, νῦν ὑποτίθεται τὰ λοιπὰ δύο τμήματα τό τε λέγον δύο μὲν ἐναντιώσεις ἓν δὲ τὸ ὑποκείμενον, καὶ τὸ λέγον δύο τὰς ἐναντιώσεις καὶ τὰ ὑποκείμενα· ἐλλιπέστερον δ’ εἴρηται κατὰ τὴν λέξιν. δεῖ οὖν ἔξωθέν τι προσυπακούσαντα1 τὸ ἐντελὲς δεῖξαι· ‘εἰ δὲ τεσσάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει ἢ χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν, ἢ μίαν καὶ τὴν αὐτὴν ἀμφοτέραις ταῖς ἐναντιώσεσιν’. εἰ γὰρ μὴ τοῦτο προσυπακούσωμεν, οὐδὲ τὸ ἀναγκαῖον ἔχει ὁ λόγος· οὐ γὰρ ἀνάγκη πλειόνων οὐσῶν ἐναντιώσεων τὰ ὑποκείμενα αὐταῖς πλείονα εἶναι. ἓν γὰρ καὶ ταὐτὸν ὑποκείμενον πολλῶν ἐναντιώσεων δύναται εἶναι δεκτικόν· τὸ αὐτὸ γὰρ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ, καὶ πυκνοῦ καὶ μανοῦ, καὶ μυρίων ἄλλων δεκτικόν. τὸ δὲ εἰ δὲ τεττάρων ὄντων ἀντὶ τοῦ τῶν μορίων τῶν ἐναντιώσεων· δύο γὰρ οὐσῶν ἐναντιώσεων τέσσαρά ἐστι τὰ μόρια αὐτῶν. μεταξὺ δ’ εἶπε τὴν ὑποκειμένην φύσιν, λέγω δὴ τὴν ὕλην· ἔστι γὰρ οἷον κοινόν τι χωρίον τοῦ πολέμου τῶν ἐναντίων καὶ οἷον μεταίχμιον.

“但如果[成分]有四而将有两个对立,就必须分别对每一者存在另一种居间的本性。” 在假设了两个底层基质与一个对立之后,他现在假设其余两个分支:即主张两个对立而底层基质为一个的分支,以及主张对立有两个且底层基质亦有两个的分支;但在字句表述上说得略显欠缺。因此必须从外部补充理解某些内容以显明完整的意思:“但如果[部分]有四而将有两个对立,就必须要么分别对每一者存在另一种居间的本性,要么对两个对立存在同一且唯一的本性”。因为如果我们不这样补充理解,这一论证便不具有必然性;因为对立即便有多者,处于其底层的基质也并无必然性要是多者。因为同一且唯一的基质能够接纳许多对立;同一事物能够接纳热与冷、干与湿、密与疏,以及无数其他者。而“如果[部分]有四”这一说法是用来替代“对立之诸部分的”;因为当对立有两个时,它们的诸部分便有四个。他把底层的本性称为“居间的”,我指的正是质料;因为质料就像是对立者交战的某种共同场所,犹如缓冲地带。

§1.107

"Εἰ δὲ ἐξ ἀλλήλων2 δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἡ ἑτέρα τῶν ἐναντιώσεων." Τὸ ἐξ ἀλλήλων οὐ τοῦτό φησιν, ὅτι ἥδε μὲν τάδε ἥδε δὲ τάδε, ἀλλ’ οὐδ’ ὅτι συμπλεκόμεναι δύνανται ἐξ αὑτῶν πάντα γεννᾶν (ὥσπερ ἡ τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ ἐναντίωσις πάντα τὰ στοιχεῖα), ἀλλ’ ὅτι ‘εἰ καὶ ἑκατέρα αὐτῶν δύναται καθ’ ἑαυτὴν πάντα γεννῆσαι’. καὶ ὅτι τοῦτό φησιν, ἐδήλωσεν εἰπὼν περίεργος ἡ ἑτέρα τῶν ἐναντιώσεων· εἰ γὰρ δυνατὸν μίαν ἐναντίωσιν πάντα γεννῆσαι, περιττὴ ἐξ ἀνάγκης ἡ ἑτέρα.

“但如果它们作为两者能够相互产生,两个对立中的另一者便是多余的。” 所谓“相互”,他并不是说:这一个对立产生这些事物,那一个产生那些事物,也不是说它们通过结合能够由自身产生一切事物(正如热与冷、干与湿的对立产生一切元素那样),而是说“哪怕它们中的每一者自身就能产生一切事物”。他指的正是这一点,这由他说“两个对立中的另一者便是多余的”而表明了;因为如果一个对立就可能产生一切事物,另一者必然就是多余的。

§1.108

"Ἅμα δὲ καὶ ἀδύνατον πλείους εἶναι ἐναντιώσεις τὰς πρώτας· ἡ γὰρ οὐσία ἕν τι γένος." Ἕτερον ἐπιχείρημα, ὅπερ καὶ φθάσας ἤδη εἶπεν, ὅτι ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις, ἓν δὲ γένος καὶ ἡ οὐσία, καὶ ἐν τῇ οὐσίᾳ ἄρα μία ἂν εἴη ἐναντίωσις ἡ καθολικωτάτη. εἰ γὰρ καὶ πλείους εὑρεθήσονται αἱ ἐναντιώσεις, πᾶσαι ὑπὸ μίαν γενικωτάτην ἀναχθήσονται, ὥσπερ καὶ ἐπὶ ποιότητος τὸ μέλαν καὶ τὸ λευκὸν χρώματός ἐστι προσεχὴς ἐναντίωσις. ὥστε κἂν πλείους ἔσονται αἱ ἐναντιώσεις, καὶ αἱ ἀρχαὶ αἱ προσεχεῖς τῶν ὄντων εἴδει διοίσουσιν, οὐ γένει, καὶ τῷ πρότερον καὶ ὕστερον· πᾶσαι γὰρ ὑπὸ μίαν τὴν κοινοτάτην ἀναχθήσονται κοινὸν γένος οὖσαν τῶν μετ’ αὐτὴν πασῶν.

“同时,第一对立有多于一个也是不可能的;因为实体是一个属。” 这是另一条论据,正如他之前已经说过的:在每一个属中都只有一个对立,而实体也是一个属,因此在实体中那最普遍的对立也当是一个。因为哪怕会发现有多个对立,它们也全都会被归结于一个最高属的对立之下,正如在性质中黑与白是颜色的切近对立一样。因此,即便对立将是多个,诸实存者的切近原理也将在种上相异而非在属上相异,并通过先后次序而相异;因为它们全都会被归结于那唯一的、最共通的对立之下,而它是其后所有者的共同之属。

语法注2 条
  1. 1.106προσυπακούσαντα

    不定过去时主动分词 προσυπακούσαντα 为阳性单数宾格,与非人称动词 δεῖ 所引出的不定式 δεῖξαι 的未明言的一般性宾格逻辑主语(τινά)保持一致。

  2. 1.107ἐξ ἀλλήλων

    对于亚里士多德经文中的 ἐξ ἀλλήλων(字面义为“彼此/相互”),菲洛波诺斯在句法与语义上进行了限定,排除了“结合而共同产生”或“一者产生这些、另一者产生那些”,而将其解释为假设“两个对立中的每一者都能各自独立地(καθ’ ἑαυτήν)产生一切事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:148.27-150.13