- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:14.5-15.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞通过指出自然始终仅造就明确区分的个别事物来化解疑难,随后阐明全书探讨个别自然事物的整体脉络:由于各自然事物的本原之上再无更高本原,认识必须从混淆且更共同的本原(如本原的数目,以及质料、形式与缺失)上升到各个具体且明确区分的本原。
οὐ γάρ, ὥσπερ ἡμεῖς τὸ προσιὸν ἀποφαινόμενοί τι σῶμα εἶναι δυνάμεθα τὸ τὶ σῶμα τοῦτο φέρειν καὶ κατὰ ἀψύχου καὶ ἐμψύχου καὶ ἱππείου καὶ ἀνθρωπείου, τῆς φαντασίας τοῦ τινὸς σώματος οὐδαμῶς κωλυομένης ἐπί τι τούτων φέρεσθαι, οὕτω καὶ ἡ φύσις,1 ὅταν ποιοῦσα τὸν Σωκράτην πρῶτον προβάλληται σῶμα, τοιοῦτον προβάλλεται, ὡς δύνασθαι τὸ αὐτὸ καὶ λίθῳ ἐφαρμόζειν ἢ ἵππῳ. οὐδαμῶς· ἀλλ’ οὐδὲ τῷ τυχόντι ἀνθρώπῳ, ἀλλὰ μόνως Σωκράτους δυνάμενον εἶναι σῶμα οὕτω προβάλλεται. ὁμοίως καὶ τὸ Σωκράτους ζῷον ποιεῖ καὶ τὸν ἄνθρωπον. ὥστε μόνως τὰ μερικὰ ἡ φύσις ποιεῖ. εἰ γὰρ καὶ πρῶτα προβάλλεται τὰ ὕλης λόγον ἐπέχοντα πρὸς τὰ μετὰ ταῦτα, καὶ κατὰ τοῦτο αὐτῇ κοινωνοῦμεν καθὸ ἀπὸ τῶν ὑλικωτέρων ἀρχόμεθα, ἀλλὰ διαφέρομεν καθὸ ἡ μὲν ἀπὸ τῶν μερικῶν ἄρχεται, εἶτα ἐκ τῆς τῶν καθ’ ἕκαστον συναγωγῆς ποιεῖ τὰ καθόλου, ἡμεῖς δὲ ἀπὸ τῶν καθολικωτέρων ἀρχόμενοι ἐπὶ τὰ μερικώτερα προβαίνομεν· καὶ ἡ μὲν ἀεὶ τὰ διηρθρωμένα ποιεῖ, ὕστερον δὲ ἐκ τούτων τὰ συγκεχυμένα γίνεται κατὰ τὸν εἰρημένον τρόπον, ἡμεῖς δὲ ἐκ τούτων ἀρξάμενοι ἐπὶ τὰ διηρθρωμένα προβαίνομεν. Ἀλλὰ γὰρ ἄνωθεν τὸν σκοπὸν τῶν προκειμένων εἴπωμεν καὶ τοῦ ὅλου λόγου τὴν ἀγωγήν. πρόκειται, φησίν, ἡμῖν τὰ φυσικὰ πράγματα γνῶναι. φυσικὰ δὲ δηλονότι τὰ ἐν ὑπάρξει ὄντα καὶ ὑφεστηκότα, ταῦτα δέ ἐστι τὰ καθ’ ἕκαστα· οὐδὲν γὰρ τῶν κοινοτέρων τε καὶ καθόλου ὑφέστηκε καθ’ αὑτό. οὐδὲ γὰρ ἔστιν ἁπλῶς σῶμα ὃ μὴ πάντως ἢ ὅδε ὁ λίθος ἐστὶν ἢ τόδε τὸ ξύλον, οὐδὲ ἁπλῶς ζῷον ὃ μὴ ὅδε ὁ ἵππος ἐστίν, οἷον Ξάνθος ἢ Βαλίος, ἢ ὅδε ὁ ἄνθρωπος. οὐδὲ γὰρ γίνεται ὅλως τὸ καθόλου οὐδὲ γινώσκει αὐτὸ ἡ φύσις· ὃ γὰρ οἶδε τοῦτο καὶ δημιουργεῖ, καὶ ὃ δημιουργεῖ τοῦτο καὶ γινώσκει, δημιουργεῖ δὲ μόνον τὸ μερικόν· τοῦτο ἄρα καὶ γινώσκει μόνον· εἰ γὰρ ᾔδει τὸ καθόλου, καὶ ἐποίησεν ἂν αὐτὸ δηλονότι. ἐπεὶ οὖν πρόκειται ἡμῖν τὰ ἐν ὑποστάσει φυσικὰ πράγματα γνῶναι, γινώσκεται δὲ πᾶν ἐγνωσμένων τῶν ἀρχῶν, καὶ τὰ ἐν ὑποστάσει ἄρα φυσικὰ πράγματα γνωσόμεθα τὰς ἰδίας ἑκάστου αὐτῶν ἀρχὰς ἐγνωκότες. ἀλλ’ ἐπεὶ μὴ ἔστιν ἑκάστου τῶν πρώτων ἀρχῶν ἀρχὰς ἑτέρας εὑρεῖν, δεῖ, φησίν, ἐκ τῶν δευτέρων τῇ φύσει, ἡμῖν δὲ προτέρων καὶ σαφεστέρων, ἀναδραμεῖν ἐπὶ τὴν τῶν ἀρχῶν γνῶσιν. δεύτερα δέ ἐστι τῇ φύσει, ἡμῖν δὲ πρότερα καὶ σαφέστερα, τὰ κοινότερα μὲν καὶ πλείοσιν ἐφαρμόζοντα, συγκεχυμένα δέ, τῶν ἰδικωτέρων τε καὶ διηρθρωμένων ἑκάστου ἀρχῶν.2 πρῶται γὰρ ἀεὶ παραγίνονται ἡμῖν αἱ κοινότεραί τε καὶ ἀδιάρθρωτοι φαντασίαι, ὕστερον δὲ ἐκ τούτων ἐπὶ τὰς ἰδικωτέρας τε καὶ διηρθρωμένας ὁδεύομεν (ὡς δηλοῖ ἥ τε κατὰ τοὺς παῖδας γνῶσις καὶ ὅταν τινὰ πόρρωθεν προσιόντα ὁρῶμεν), μᾶλλον δὲ παντὸς πράγματος ἡ γνῶσις κατὰ τὴν πρώτην προσβολὴν ἐκ τῶν κοινοτέρων πέφυκε γίνεσθαι. διὰ τοῦτο οὖν καὶ ἡμᾶς, φησί, δεῖ ἐκ τῶν κοινοτέρων τε καὶ συγκεχυμένων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιήσασθαι. ἄρχεται γοῦν ἐντεῦθεν κοινῶς περὶ τῶν ἀρχῶν ζητεῖν πότερον μία ἢ πλείους, αὕτη δὲ ἡ διδασκαλία τῶν κοινοτέρων ἐστὶ καὶ συγκεχυμένων· τὸ γὰρ ζητεῖν εἰ μία ἢ πλείους τῶν φυσικῶν αἱ ἀρχαὶ οὐδέν ἐστι περὶ τῆς ἰδιότητος ἑκάστης φυσικῆς ἀρχῆς εἰπεῖν, ἀλλὰ κοινότερον διδάξαι πόσαι εἰσὶν αἱ φυσικαὶ ἑκάστου ἀρχαί, ὅπερ καὶ ὕστερόν ἐστι τῇ φύσει συνειλεγμένον ἐκ τῶν κατὰ μέρος καὶ συγκεχυμένον. ἐπεὶ γὰρ ἡ φύσις ἕκαστον τῶν κατὰ μέρος ποιοῦσα (οὐδὲν γὰρ τῶν καθόλου ποιεῖ, ὥσπερ εἴπομεν) παρέλαβε τοσάσδε τινὰς ἀρχὰς εἰς τὴν ἑκάστου γένεσιν, καὶ ἐπὶ πάντων τὰς αὐτὰς ἀρχὰς ὁμοίως παρέλαβε, τὸ κοινὸν δηλονότι τοῦτο καὶ καθόλου ὕστερόν ἐστι καὶ ἐκ τῆς τῶν κατὰ μέρος πραγμάτων γενέσεως ὑπέστη, καὶ συγκεχυμένον δὲ διὰ τὸ μὴ διαρθροῦν τίς ποτέ ἐστιν ἡ ἰδιότης ἑκάστης ἀρχῆς. εἶτα ἐφεξῆς ἐπί τι μὲν διηρθρωμένον μᾶλλον προβαίνει ὁ λόγος, ἔτι μέντοι ὡς πρὸς τὰς ἰδικὰς ἑκάστου ἀρχὰς ἀδιάρθρωτόν τε καὶ συγκεχυμένον. ὅταν γὰρ μάθωμεν ὅτι ἡ μέν τίς ἐστι τῶν ἀρχῶν ὕλη, ἡ δὲ εἶδος, ἡ δὲ στέρησις, κοινόν τινα λόγον καὶ συγκεχυμένον ἐμάθομεν.
因为并非正如我们断言走近来者是“某种身体”时,能够把这“某种身体”既适用于无灵魂之物也适用于有灵魂之物,既适用于马也适用于人,因为“某种身体”的表象完全不受阻碍地指向这些事物中的任何一个那样,自然同样在造就苏格拉底而首先呈现身体时,也是以能将同一事物既适用于石头也适用于马的方式呈现出来的。绝非如此;甚至它不是适用于任何偶然的人,而仅仅是作为能够成为苏格拉底的身体而被如此呈现的。同样,它也造就了苏格拉底的动物和人。因此,自然仅仅造就部分事物。因为即使自然首先呈现出相对于其后之事而言具有质料比例的事物,并且我们在这方面与它相通(因为我们从更具质料性的事物出发),但我们在如下方面有所不同:自然从部分事物出发,随后从各个个别事物的集合中造就普遍者,而我们从更普遍的事物出发,向着更部分的事物前进;自然总是造就明确区分的事物,随后以所述的方式从这些事物中产生混淆的事物,而我们从这些[混淆的事物]出发,向着明确区分的事物前进。但是,让我们从头说明摆在我们面前的事物的目的以及整个论述的脉络。他说,摆在我们面前的任务是认识自然事物。自然事物显然就是那些处于实在存在中并持存的事物,而这些就是各个个别事物;因为更共同且普遍的事物没有任何一种是凭自身持存的。因为根本不存在不完全就是这块石头或这根木头的单纯身体,也不存在不完全就是这匹马(例如克珊托斯或巴利奥斯)或这个人的单纯动物。因为普遍者根本不生成,自然也不认识它;因为自然所认识的,自然就创造,而自然所创造的,自然就认识,但自然仅仅创造部分事物;因此自然也仅仅认识这部分事物;因为如果自然认识普遍者,显然也就会造就它了。既然摆在我们面前的任务是认识在自立存在中的自然事物,而凡事物都是在其本原被认识时才被认识的,那么,当我们认识了它们各自固有的本原时,我们也就将认识在自立存在中的自然事物。但是,既然不可能为各个〔事物〕的第一本原再找到其他的本原,他说,我们就必须从在本性上次后、但对我们而言居先且更清楚的事物,向上追溯到对本原的认识。而相对于各个事物更特异且明确区分的本原而言,在本性上次后、但对我们而言居先且更清楚的,是那些更共同且适用于更多事物、但却是混淆的事物。因为更共同且未明确区分的表象对我们而言总是首先出现,随后我们才从这些表象走向更特异且明确区分的表象(正如孩童的认识以及我们看到某人从远处走近时所表明的那样),倒不如说,一切事物的认识在本性上都是在最初接触时从更共同的事物中产生的。他说,正因如此,我们也必须把教学的开端建立在更共同且混淆的事物上。至少从这里开始,他普遍地探讨关于本原的问题:究竟是一还是多;而这种教学是关于更共同且混淆的事物的;因为探讨自然事物的本原是一还是多,绝不是在谈论各个自然本原的特异性,而是更普遍地教导每个事物的自然本原究竟有多少,这也是在本性上次后的(因为它是从各个部分事物中汇集而来的),并且是混淆的。因为自然在造就各个部分事物时(因为正如我们所说,自然绝不造就任何普遍者),为每一个事物的生成采用了若干个本原,并且在一切事物上都同样采用了相同的本原,所以这种共同且普遍之物显然在后,并且是从部分事物的生成中得以成立的,而且因其没有明确区分各个本原究竟具有何种特异性而处于混淆之中。随后论述接着向着某种更为明确区分的事物前进,但相对于各个事物特异的本原而言,它依然是未明确区分且混淆的。因为当我们得知诸本原中某一个是质料,某一个是形式,某一个是缺失时,我们得知的是某种共同且混淆的理路。
- 1.4οὐ γάρ, ὥσπερ ἡμεῖς... οὕτω καὶ ἡ φύσις
句首的否定词 οὐ 否定整个由 οὕτω 引出的主句部分(οὕτω καὶ ἡ φύσις ... τοιοῦτον προβάλλεται, ὡς δύνασθαι...)。在 ὥσπερ 从句中嵌入了属格独立结构 τῆς φαντασίας ... οὐδαμῶς κωλυομένης,构成了人类认识(对“某种身体”的不定表象)与自然造作(从一开始就只呈现苏格拉底特有的身体)之间的对照。
- 1.4δεύτερα δέ ἐστι τῇ φύσει, ἡμῖν δὲ πρότερα καὶ σαφέστερα, τὰ κοινότερα μὲν καὶ πλείοσιν ἐφαρμόζοντα, συγκεχυμένα δέ, τῶν ἰδικωτέρων τε καὶ διηρθρωμένων ἑκάστου ἀρχῶν.
句末的属格短语 τῶν ἰδικωτέρων τε καὶ διηρθρωμένων ἑκάστου ἀρχῶν 是比较属格,由述语中的比较/序列形容词 δεύτερα(以及 πρότερα / κοινότερα)所支配。全句骨干为:“更共同且适用于更多事物、但处于混淆之中的事物,相比于各个事物更特异且明确区分的本原而言,在本性上次后,而对我们而言居先且更清楚”。
