- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:147.12-148.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯根据日常语言用法以及事物自身的本性(面对形式的来临是否留存)论证了质料与匮乏的相异性,随后阐明亚里士多德在引文中称“元素”而非“原理”为三的用意所在。
τούτου δ’ ἡ αἰτία ἐκ τῶν προειρημένων δήλη. ἐπεὶ γάρ, ὡς εἴπομεν, τὸ τόδε τῇ ὕλῃ μέν ἐστιν οἰκεῖον, οὐ πάντως δ’ ἐπ’ αὐτῆς λέγεται ἔνθα μὴ ὑπομένει, οὕτως κἂν συναναλαμβάνηται ἀεὶ τῇ στερήσει ἡ ὕλη, ἐπειδὴ ἡ ὑποκειμένη τῇ στερήσει ὕλη μὴ ἀεὶ ὑπομένει, ἐπὶ τούτων τὸ ἐκ τοῦδε μόνον ἐπὶ τῆς στερήσεως λέγομεν ἐφ’ ὧν ἡ ὕλη οὐχ ὑπομένει, οὐκέτι δὲ καὶ τὸ τόδε·1 λέγομεν γὰρ ἐξ οὐκ ἀνθρώπου ἄνθρωπον γενέσθαι, οὐκέτι δὲ καὶ τὸν οὐκ ἄνθρωπον γενέσθαι ἄνθρωπον, ἐκ τῆς στερήσεως ἐπὶ τούτων τὴν γένεσιν καὶ οὐκ ἐκ τῆς ὕλης ὀνομάζοντες. ἐφ’ ὧν δ’ ὑπομένει ἡ ὕλη, τότε καὶ ἐκ τῆς ὕλης καὶ ἐκ τῆς στερήσεως τὴν γένεσιν ὀνομάζομεν· λέγομεν γὰρ καὶ ἐξ ἀμούσου μουσικὸν γενέσθαι καὶ τὸν ἄμουσον γενέσθαι μουσικόν. κἂν ἐπὶ τοῦ ἀνδριάντος δ’ ὑπομένῃ μὲν ἡ ὕλη, μὴ λέγηται δὲ ὁ οὐκ ἀνδριὰς γίνεσθαι ἀνδριάς, ἀλλὰ μόνον ἐξ οὐκ ἀνδριάντος γίνεσθαι ἀνδριάς, σύμφωνον καὶ τοῦτο τοῖς προειρημένοις λόγοις· διὰ γὰρ τὸ μιμεῖσθαι ταύτας τὰς γενέσεις τὰς κατ’ οὐσίαν γενέσεις, ἐν αἷς μηδὲν τῆς προσεχοῦς ὕλης ὑπομένει, διὰ τοῦτο, ὥσπερ οὐ λέγεται ὁ οὐκ ἄνθρωπος γίνεσθαι ἄνθρωπος, οὕτως οὐδ’ ὁ οὐκ ἀνδριὰς ἀνδριάς. συνελὼν οὖν τὰ εἰρημένα φημί, ὅτι ἐπὶ μὲν τῆς στερήσεως λέγεται ἀμφότερα ἐπὶ τοῦ αὐτοῦ τὰ προσρήματα καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε (εἰ γὰρ καὶ μὴ ἐπὶ πάσης στερήσεως, ἐπί τινων γάρ), ἐπὶ δὲ τῆς ὕλης οὐδέποτε ἀμφότερα ἐπὶ τοῦ αὐτοῦ λέγεται, ἀλλὰ ποτὲ μὲν τὸ ἐκ τοῦδε, ποτὲ δὲ τὸ τόδε. εἰ τοίνυν ἐπὶ τῆς στερήσεως ποτὲ μὲν ἀμφότερα ἐπὶ τοῦ αὐτοῦ λέγεται, ἐπὶ δὲ τῆς ὕλης οὐδέποτε ἀμφότερα ἐπὶ τῆς αὐτῆς ἀλλὰ θάτερον, ἔοικεν ἑτέρα εἶναι τῆς ὕλης ἡ στέρησις. Ἡ μὲν οὖν ἐκ τῆς χρήσεως τῆς κοινῆς διάκρισις τῆς ὕλης ἀπὸ τῆς στερήσεως τοιαύτη, διακρίνεται δὲ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι ἡ μὲν ὕλη ἐν ταῖς μεταβολαῖς ὑπομένει τὸ ἐπιὸν εἶδος,2 ἡ δὲ στέρησις ἐναντία οὖσα τῷ εἴδει οὐχ ὑπομένει ἀλλ’ ὑπεξίσταται αὐτῷ· ὁ μὲν γὰρ ἄνθρωπος ὑπομένει τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ οὐχ ὑπεξίσταται, τὸ δ’ ἄμουσον οὐχ ὑπομένει τὸ μουσικὸν ἐπιόν, οὐδὲ τὸ μὴ λευκὸν τὸ λευκόν. καὶ ἐπὶ πάντων ὁμοίως. ὥστε εἰ ἡ μὲν ὕλη ὑπομένει τὸ εἶδος, ἡ δὲ στέρησις οὐχ ὑπομένει, ἕτερα ἂν εἶεν ταῦτα ἀλλήλων. εἰ δὲ μὴ πᾶσα ὕλη ὑπομένει (οὐχ ὑπομένει γὰρ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἐπιὸν τὸ ἀνθρώπειον εἶδος), οὐ θαυμαστόν. πρῶτον μὲν γὰρ εἰ καὶ μὴ πᾶσα ὕλη ὑπομένει ἀλλ’ ἔστι τις ὑπομένουσα, μηδεμία δὲ στέρησις ὑπομένει, ἱκανὸν καὶ τοῦτο τὴν διάκρισιν αὐτῶν ἐνδείξασθαι· ἔπειτα καὶ εἰ μὴ ἡ προσεχὴς ὕλη ἐπὶ πάντων ὑπομένει, ἡ γοῦν πρώτη ὕλη καὶ τὸ τριχῇ διαστατὸν ἐπὶ πάντων τῶν μεταβαλλόντων ἀμετάβλητον ὑπομένει, ἡ δὲ στέρησις οὐδέποτε ὑπομένει. ἄλλως τε ἀδύνατόν ἐστι μὴ πάντως τὴν ὕλην τήν τε πρώτην καὶ τὴν προσεχῆ ὑπομένειν, ἐφ’ ᾗ τὸ εἶδος εὐθὺς ἐπιγίνεται· μέρος γάρ ἐστι τοῦ συνθέτου. πρόδηλος ἄρα καὶ ἐξ αὐτῶν τῶν πραγμάτων ἡ διάκρισις τῆς ὕλης ἀπὸ τῆς στερήσεως. Τὸ μὲν οὖν τρία φάναι τὰ στοιχεῖα. σημειωτέον ὅτι οὐκ εἶπε3 ‘τὸ μὲν οὖν τρεῖς φάναι τὰς ἀρχάς’, ἀλλὰ τὸ μὲν οὖν τρία φάναι τὰ στοιχεῖα, σημαίνων ὅπερ κατ’ ἀρχὰς ἡμῖν εἴρηται, ὅτι τὰ μὲν στοιχεῖα καὶ ἀρχαί, αἱ δ’ ἀρχαὶ οὐκέτι στοιχεῖα. ὅτι μὲν οὖν ἀρχὰς καλεῖ τὰ στοιχεῖα τὴν ὕλην καὶ τὸ εἶδος, καὶ ἤδη ἐδείξαμεν καὶ ἐν τοῖς ἑξῆς αὐτὸς σαφῶς τὴν ὕλην καὶ τὸ εἶδος ἀρχὰς καλέσει, ὅτι δ’ οὐ πᾶσα ἀρχὴ στοιχεῖον, σαφῶς ἐδήλωσεν εἰπὼν τὸ μὲν οὖν τρία φάναι τὰ στοιχεῖα. ἀρχαὶ γὰρ πλείους τριῶν· ἔστι γὰρ καὶ τὸ ποιητικὸν καὶ τὸ τελικόν.
此事的缘由根据前述诸事已然明晰。因为正如我们所说,“此物”这一称谓固然固有于质料,但在它不留存之处并非在一切情况下都对其述说,同样,即使质料始终与匮乏一同被包揽,由于在匮乏之底层的质料并非始终留存,因此在质料不留存的那些事物上,我们对匮乏仅说“出于此物”,而不再说“此物”;因为我们说从非人生成人,但不再说非人变成为人,在这些情形中我们是从匮乏而非从质料来命名生成。而在质料留存的那些事物上,此时我们便既从质料也从匮乏来命名生成;因为我们既说从无教养者生成有教养者,也说无教养者变成为有教养者。即使在雕像的情形中质料固然留存,却并不说非雕像变成雕像,而仅说从非雕像生成雕像,这与前述的论辩也是相符的;因为由于这些生成模仿了实质生成——在其中切近质料毫无留存——正因如此,正如不说非人变成为人,同样也不说非雕像[变成]雕像。因此,总结前述诸事,我主张:在匮乏上,对同一事物述说“出于此物”与“此物”这两种称谓(因为即使不是对所有的匮乏,至少对某些匮乏是如此),但在质料上,绝不对同一事物述说这两者,而是有时说“出于此物”,有时说“此物”。既然如此,如果在匮乏上有时对同一事物述说这两者,而在质料上绝不对同一事物述说这两者而仅述说其一,那么匮乏看来与质料是相异的。 源于日常习用的质料与匮乏的区分便是如此,而从事情本身来看它们也是被区分开的:即质料在变化中经受住来临的形式而留存,匮乏作为与形式对立者则并不留存而是向形式让步;因为人经受住有教养与白而留存且并不让步,而无教养者却经受不住来临的有教养,非白者也经受不住白。在一切事物上也同样如此。因此,如果质料经受住形式而留存,而匮乏不留存,那么它们彼此应当是相异的。即便并非所有的质料都留存(因为当人的形式来临时精子与经血并不留存),这也并不足怪。因为首先,即便并非所有的质料都留存,但总有某种留存的质料,而没有任何匮乏留存,单凭这一点也足以显明它们的区分;其次,即便切近质料并非在所有事物中都留存,至少第一质料与三维广延在一切变化的事物中作为不变者留存,而匮乏绝不留存。此外,形式直接附随于其上的第一质料与切近质料不在一切情况下都留存是不可能的;因为质料是复合物的部分。由此可见,即便从事情本身来看,质料与匮乏的区分也是极为昭著的。 “因此,主张元素有三”。应当注意,他没有说“因此主张原理有三”,而是说“因此,主张元素有三”,这表明了我们最初所说的那一点,即:元素固然也是原理,但原理却不复是元素。他固然把元素——质料与形式——称为原理,这我们既已表明,他在后文中自己也将清楚地把质料与形式称为原理,但并非每一个原理都是元素,这一点他在说了“因此,主张元素有三”时清楚地表明了。因为原理多于三个;因为还有作因与目的因。
- 1.104ἐφ’ ὧν ἡ ὕλη οὐχ ὑπομένει, οὐκέτι δὲ καὶ τὸ τόδε
在 οὐκέτι δὲ καὶ τὸ τόδε 一语中,承前省略了动词 λέγομεν,即理解为“[我们对匮乏仅说‘出于此物’],而不再[说]‘此物’”。
- 1.104ὑπομένει τὸ ἐπιὸν εἶδος
动词 ὑπομένω 在此处支配宾格(τὸ ἐπιὸν εἶδος),意为“经受住/耐受住”来临的形式而非向其退让,与紧随其后的 οὐχ ὑπομένει ἀλλ’ ὑπεξίσταται αὐτῷ(“不能经受而向其让步”)构成鲜明对照。
- 1.104σημειωτέον ὅτι οὐκ εἶπε
σημειωτέον 是无人称动形容词(意为“应当注意”),引出后接的 ὅτι 从句作为其内容主语,是注疏家提请读者注意引文中亚里士多德精确措辞的固定程式。
