- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:145.27-147.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了在实质生成(以及模仿实质生成的技艺生成)中,由于切近质料并不留存,因而对质料也使用“出于此物”而非“此物”的缘由,并补充指出严格的否定性匮乏只容许“出于此物”。
καίτοι εἰ μὴ συνεμφαίνεται κατὰ τὴν φωνὴν ἐπὶ τῆς ὕλης ἡ στέρησις, διὰ τί μὴ μᾶλλον ἐκ τοῦ οἰκείου τῇ ὕλῃ προσρήματος ἀεὶ καλοῦμεν τὴν ὕλην καί φαμεν τὸ σπέρμα ἄνθρωπον γενέσθαι καὶ τοὺς λίθους οἰκίαν, ἀλλ’ ἐκ σπέρματος ἄνθρωπον καὶ ἐκ λίθων οἰκίαν; φημὶ οὖν πρὸς τοῦτο, ὅτι ὅταν ἐξ ὕλης λέγωμεν γίνεσθαί τι, ἐπειδὴ οὐκ ἐκ τῆς πρώτης ἀλλ’ ἐκ τῆς προσεχοῦς ὕλης λέγομεν γίνεσθαι, ἡ δὲ προσεχὴς ὕλη ἐπὶ τῶν κατ’ οὐσίαν γινομένων οὐχ ὑπομένει ἀλλ’ ὅλη μεταβάλλει (οὐδὲν γὰρ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου ὑπομένει), τὸ δὲ τόδε πρόσρημα τὸ ὑπομένον ἐμφαίνει, διὰ τοῦτο ἐπὶ τῶν τοιούτων οὐ τὸ τόδε, ἀλλὰ τὸ ἐκ τοῦδε λέγομεν· ἐπὶ γὰρ τῶν κατ’ οὐσίαν γενέσεων οὐδὲν τῆς προσεχοῦς ὕλης, τοῦ σπέρματος λέγω καὶ τοῦ καταμηνίου, ὑπομένει πλὴν τῆς ὑποκειμένης πρώτης ὕλης καὶ τοῦ τριχῇ διαστατοῦ.1 διὰ τοῦτο ἐπὶ πάσης οὐσιώδους γενέσεως οὐ τὸ τόδε, ἀλλὰ τὸ ἐκ τοῦδε λέγομεν· οὐ γὰρ τὸν σῖτον λέγομεν γίνεσθαι σῖτον, ἀλλ’ ἐκ σίτου σῖτον καὶ ἐκ κριθῆς κριθήν, διότι ὁ σπέρματος καὶ ὕλης λόγον ἐπέχων σῖτος οὐχ ὑπομένει, ὅταν ἐξ αὐτοῦ ἕτερος γίνηται σῖτος, ἀλλὰ καθ’ ὅλην τὴν οὐσίαν μεταβάλλει οὐδενὸς ὑπομένοντος τοῦ αὐτοῦ, πλήν, ὡς εἶπον, τῆς πρώτης ὕλης καὶ τοῦ τριχῇ διαστατοῦ. ἐπί τε οὖν τῶν κατ’ οὐσίαν γενέσεων διὰ τοῦτο μόνως τὸ ἐκ τοῦδέ φαμεν οὐ τὸ τόδε, καὶ ἐπὶ τούτων ὅσαι κατ’ οὐσίαν μὲν οὐκ εἰσί, μιμοῦνται δὲ τὰς κατ’ οὐσίαν γενέσεις· ἡ γὰρ ἐκ χαλκοῦ τοῦ ἀνδριάντος γένεσις κατ’ οὐσίαν μὲν γένεσις οὐκ ἔστι, μιμεῖται δέ πως τὴν κατ’ οὐσίαν γένεσιν. διὰ τοῦτο οὖν, ὅταν μὲν θερμανθῇ ὁ χαλκὸς ἢ ἐρυθρὸς γένηται ἢ κατά τινα τοιαύτην μεταβολὴν μεταβάλῃ, ἥτις ἔοικε τῇ κατὰ συμβεβηκὸς μεταβολῇ, οὐ φαμεν ἐκ χαλκοῦ ἐρυθρὸν γενέσθαι, ἀλλὰ τὸν χαλκὸν ἐρυθρὸν καὶ τὸν χαλκὸν θερμὸν γενέσθαι, διότι κατὰ συμβεβηκὸς μεταβολὴ τὸ τοιοῦτον· ὅταν δὲ ἀνδριὰς γένηται ἢ τρίπους ἢ λέβης ἤ τι τοιοῦτον, οὐκέτι τὸν χαλκὸν ἀνδριάντα φαμὲν γενέσθαι ἢ λέβητα ἢ τρίποδα, ἀλλ’ ἐκ χαλκοῦ ἀνδριάντα καὶ λέβητα καὶ τρίποδα, ἐπειδὴ ἀπομιμήματά ἐστι ταῦτα τῆς κατ’ οὐσίαν γενέσεως. ὁμοίως καὶ ἐπὶ πάντων τῶν τοιούτων, ὅτι ἐκ λίθων καὶ ξύλων οἰκία καὶ τὸ ἀβάκιον ἐκ ξύλων· οἷον γὰρ εἶδος φυσικὸν δοκεῖ ἐν τοῖς τοιούτοις ἐπιγίνεσθαι. ὅταν μὲν οὖν ἐρυθρὸν ἢ θερμὸν εἴπω, οὐ συνεμφαίνεται ἡ δεκτικὴ τοῦ τοιούτου ὕλη. ὥσπερ δ’ ὅταν εἴπω ἄνθρωπον2 ἢ ἵππον, εὐθὺς συνεπινοοῦμεν τὴν ὕλην ἐξ ἧς μετέβαλλεν, οἷον τὸ τοιόνδε σπέρμα ἐξ οὗ τὴν γένεσιν ἔσχεν, οὕτως καὶ ὅταν ἀνδριάντα εἴπω ἢ οἰκίαν, εὐθὺς τὸν χαλκὸν ἐπινοῶ ἢ τὰ ξύλα καὶ τοὺς λίθους· καὶ ὥσπερ ἐκεῖ οὐδὲν τοῦ σπέρματος ὑπομένει πλὴν τοῦ τριχῇ διαστατοῦ, οὕτως δοκεῖ καὶ ἐν τῇ τῆς οἰκίας γενέσει μεταβεβλῆσθαι πάντως τῶν κατὰ μέρος λίθων τὸ εἶδος καὶ ἄλλο τι ἐκ πάντων γενέσθαι. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἐπεὶ οὖν πολλὴ τῶν τοιούτων πρὸς τὰς κατ’ οὐσίαν γενέσεις ἡ ὁμοιότης, διὰ τοῦτο καὶ ἡ κοινὴ χρῆσις ὁμοίως τὸ ἐκ τοῦδε ἐπὶ αὐτῶν, ὥσπερ καὶ ἐπὶ τῶν κατ’ οὐσίαν γενέσεων, ἤνεγκε· καὶ ὥσπερ φαμὲν ἐξ ὕδατος ἀέρα γεγονέναι οὐ τὸ ὕδωρ ἀέρα, οὕτως καὶ ἐκ χαλκοῦ ἀνδριάντα οὐ τὸν χαλκὸν ἀνδριάντα (μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν), καὶ πάλιν ὥσπερ τὸ ὕδωρ φαμὲν θερμὸν γενέσθαι οὐκ ἐξ ὕδατος θερμὸν γενέσθαι, οὕτως καὶ τὸν χαλκὸν θερμὸν γενέσθαι· κατὰ ποιότητα γὰρ ἡ μεταβολή, καὶ τὸ ὑποκείμενον ὑπομένει. καὶ ἐπὶ τῶν ἄλλων πάντων τὸν αὐτὸν τρόπον. Ἰστέον δ’ ὅτι οὐδ’ ἐπὶ πάσης στερήσεως ἁπλῶς ἀμφοτέροις κεχρήμεθα τοῖς προσρήμασι καὶ τῷ ἐκ τοῦδε καὶ τῷ τόδε· οὐ γὰρ ἄν εἴποιμεν, ὥσπερ ἐξ οὐκ ἀνθρώπου ἄνθρωπον γενέσθαι, οὕτω δὲ καὶ τὸν οὐκ ἄνθρωπον γενέσθαι ἄνθρωπον, ἀλλὰ μόνως τὸ ἐξ οὐκ ἀνθρώπου· καὶ ἐξ οὐκ οἰκίας οἰκίαν λέγοντες γενέσθαι καὶ ἐξ οὐκ ἀνδριάντος ἀνδριάντα οὐκ ἄν εἴποιμεν τὸν οὐκ ἀνδριάντα γενέσθαι ἀνδριάντα καὶ τὴν οὐκ οἰκίαν οἰκίαν.
然而,如果关于质料在话语中并没有显明包含匮乏,那么我们为何不毋宁始终根据固有于质料的称谓来称呼质料,并说“精子变成人”、“石头变成房屋”,而是说“从精子[生成]人”和“从石头[生成]房屋”呢?对此我于是说,当我们说某物从质料生成时,由于我们说的生成不是从第一质料而是从切近质料而来,而在实质生成的诸事物中切近质料并不留存而是整个发生变化(因为精子与经血的任何东西都不留存),而“此物”这一称谓显明表示留存者,正因此对此类事物我们不说“此物”,而说“出于此物”。因为在实质生成中,切近质料——我是指精子与经血——除了底层的第一质料和三维广延之外,没有留存下任何东西。正因此,在每一个实质生成上我们不说“此物”,而说“出于此物”;因为我们不说谷物变成谷物,而是说从谷物[生成]谷物,从大麦[生成]大麦,因为居于种子与质料地位的谷物,当从它生成另一种谷物时并不留存,而是按其整个实体发生变化,除了如我所说的第一质料和三维广延之外没有任何相同之物留存。因此,在实质生成上由于这个缘故我们仅说“出于此物”而不说“此物”,并且在所有虽非实质生成但模仿实质生成的生成上也同样如此;因为从青铜生成雕像固然不是实质生成,但在某种程度上模仿了实质生成。因此,当青铜变热或变红,或在任何类似于偶性变化的此类变化中发生变化时,我们不说从青铜生成红的事物,而是说青铜变红以及青铜变热,因为此类事物是偶性变化;但当生成雕像或三脚祭坛或大锅或任何此类事物时,我们便不再说青铜变成雕像或大锅或三脚祭坛,而是说从青铜[生成]雕像和大锅和三脚祭坛,因为这些是实质生成的摹本。同样在所有此类事物上,[我们说]从石头和木材[生成]房屋,桌案从木材[生成];因为在这些事物中似乎有某种自然形式附随生成。因此,当我说“红”或“热”时,容纳此类事物的质料并没有显明包含在内。但是,正如当我说“人”或“马”时,我们立刻连带思及它由之发生变化的质料,例如它由之获得生成的某种精子,同样当我说“雕像”或“房屋”时,我也立刻思及青铜或木材和石头;而且正如在那一情形中精子除了三维广延外没有任何东西留存,在房屋的生成中,个别石头的形式似乎也完全改变了,且从全部事物中生成了另一种东西。对于其余事物也同样如此。因此,既然此类事物与实质生成的相似性极大,正因此日常习用也像在实质生成上一样,对它们同样适用了“出于此物”;正如我们说从水生成空气,而不说水[变成]空气,同样也说从青铜[生成]雕像,而不说青铜[变成]雕像(因为技术模仿自然);又正如我们说水变热,而不说从水生成热的事物,同样我们也说青铜变热;因为变化是依据性质的,而底层承载者留存。在所有其他事物上也按同样的方式。但还应当知晓,并非对于所有的匮乏我们都无条件地兼具“出于此物”和“此物”这两种称谓;因为我们绝不会像说“从非人生成人”那样,也说“非人变成人”,而是仅说“从非人”;并且在说“从非房屋生成房屋”以及“从非雕像生成雕像”时,我们绝不会说“非雕像变成雕像”以及“非房屋变成房屋”。
- 1.104πλὴν τῆς ὑποκειμένης πρώτης ὕλης καὶ τοῦ τριχῇ διαστατοῦ
作为连词/介词使用的 πλήν 支配属格短语 τῆς... ὕλης 与 τοῦ... διαστατοῦ,构成除外规定(“除……之外”)。它指明在实质生成中,切近质料(精子、经血)并不留存,唯有底层的第一质料和三维广延得以留存。
- 1.104οὐ γὰρ ἄν εἴποιμεν, ὥσπερ ἐξ οὐκ ἀνθρώπου ἄνθρωπον γενέσθαι, οὕτω δὲ καὶ τὸν οὐκ ἄνθρωπον γενέσθαι ἄνθρωπον
这是带有 ἄν 的潜能祈愿语气结构(οὐ γὰρ ἄν εἴποιμεν),否定词 οὐ 否定整个主动词。从属分句 ὥσπερ... 与主句 οὕτω δὲ καί... 构成呼应结构,表示“正如[我们说]从非人生成人那样,我们绝不会也说非人变成人”。
