← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§144.11-145.27

原理的数目与质料和匮乏的区别

菲洛波诺斯确认了实体中的根本相反关系为一,进而探讨原理应被称为两个还是三个,并基于语言习用(“此物”与“出于此物”)分析了质料与匮乏在定义上的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104#2

προστίθησι δὲ κἀκεῖνο, ὅπερ ἤδη ἐν τοῖς ἔμπροσθεν εἶπεν, ὅτι εἰ ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις, καὶ ἐν τῇ οὐσίᾳ δηλονότι ἑνὶ ὄντι γένει μία ἔσται ἡ πρωτίστη ἐναντίωσις. Ταῦτα εἰπὼν ζητεῖ ἐφεξῆς πόσας δεῖ καλεῖν τῷ ἀριθμῷ τὰς ἀρχὰς ταύτας, πότερον δύο ἢ τρεῖς· δόξει γὰρ κατὰ ἄλλην καὶ ἄλλην ἔννοιαν ποτὲ μὲν τρεῖς, ποτὲ δὲ δύο δέον αὐτὰς καλεῖν. δυνατὸν μὲν γὰρ τρεῖς αὐτὰς καλεῖν, δύο μὲν τὰ ἐναντία τὸ εἶδος καὶ τὴν στέρησιν, ἓν δὲ τὸ ὑποκείμενον τὴν ὕλην, δυνατὸν δὲ μὴ τρεῖς ἀλλὰ δύο λέγειν τὰς ἀρχὰς συναιροῦντας τὰς τρεῖς εἰς τὰς δύο· τὴν γὰρ ὕλην καὶ τὴν στέρησίν τινες εἰς ταὐτὸν ἄγουσι, καὶ ἕν τι καὶ ταὐτὸν νομίζουσιν εἶναι τὴν ὕλην καὶ τὴν στέρησιν. ἐπεὶ οὖν συμβάλλεται πρὸς τὸ δεῖξαι πότερον δεῖ δύο λέγειν τὰς ἀρχὰς ἢ τρεῖς, καὶ εἰ ἄμφω καὶ δύο καὶ τρεῖς, πῶς δεῖ λέγειν δύο καὶ πῶς τρεῖς, τὸ διαστείλασθαι πρότερον ὅτι ἕτερόν ἐστιν ἡ ὕλη τῆς στερήσεως, εἰ καὶ μὴ τῷ ὑποκειμένῳ, ἀλλ’ οὖν τῷ λόγῳ, πρῶτον τοῦτο ποιεῖ1 καὶ δείκνυσι κατὰ δύο τρόπους ὅτι ἑτέρα ἐστὶ τῆς ὕλης ἡ στέρησις, καὶ ἐκ τῆς χρήσεως τῆς κοινῆς καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως. ἐκ μὲν τῆς κοινῆς χρήσεως, ὅτι ἐπὶ μὲν τῆς στερήσεως φέρομεν καὶ τὸ ἐκ τοῦδε πρόσρημα καὶ τὸ τόδε2 (λέγομεν γὰρ καὶ ἐξ ἀμούσου μουσικὸν γενέσθαι καὶ τὸν ἄμουσον γενέσθαι μουσικόν, καὶ ὅτι ὁ ἀφιλόσοφος γέγονε φιλόσοφος καὶ ἐξ ἀφιλοσόφου γέγονε φιλόσοφος), ἐπὶ δὲ τῆς ὕλης φέρομεν μὲν ἀμφότερα τὰ προσρήματα, ἀλλ’ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλ’ ἀνὰ μέρος, ἐπ’ ἄλλου μὲν τὸ ἐξ οὗ ἐπ’ ἄλλου δὲ τὸ τόδε· λέγομεν γὰρ ἐκ χαλκοῦ γενέσθαι ἀνδριάντα οὐ τὸν χαλκὸν γενέσθαι ἀνδριάντα, καὶ τὸν ἄνθρωπον ἐκ σπέρματος καὶ ἐκ τοῦ καταμηνίου λέγομεν γενέσθαι, οὐ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἄνθρωπον. ἀλλ’ εἰ καὶ ἐπ’ ἀμφοτέρων ἀμφότερα λέγεται, ἀλλ’ ἔστι τῇ μὲν ὕλῃ οἰκειότερον καὶ προσφυὲς τὸ τόδε, τῇ δὲ στερήσει τὸ ἐκ τοῦδε, διότι ἡ μὲν ὕλη ὑπομένει τὸ εἶδος ἐπιόν, ἡ δὲ στέρησις οὐχ ὑπομένει· τῷ οὖν ὑπομένοντι οἰκεῖον τὸ τόδε, τῷ δὲ μὴ ὑπομένοντι τὸ ἐκ τοῦδε. ἀλλ’ εἰ οἰκεῖον τῇ ὕλῃ τὸ τόδε διὰ τὸ ὑπομένειν, τί δήποτε ἐπὶ μὲν τῆς στερήσεως ἀμφοτέροις ἔστιν ὅτε κεχρήμεθα τοῖς προσρήμασι καὶ τῷ ἐκ τοῦδε καὶ τῷ τόδε, ἐπὶ δὲ τῆς ὕλης θατέρῳ μόνον; φημὶ οὖν ὅτι ἡνίκα μὲν ἀπὸ τῆς στερήσεως ὀνομάζομεν τὸ ὑποκείμενον, ἐπειδὴ τῇ στερήσει συναναλαμβάνομεν διὰ τῆς φωνῆς καὶ τὴν ὕλην (ὅταν γὰρ εἴπω τὸ ἄμουσον, οὐ τὴν ἀμουσίαν ἁπλῶς φημι, ἀλλὰ τὸ μετέχον τῆς ἀμουσίας), ἐπεὶ οὖν ἡ φωνὴ καὶ τὸ μετέχον καὶ τὸ μετεχόμενον σημαίνει, εἰκότως καὶ τὸ τῇ ὕλῃ προσῆκον πρόσρημα φέρομεν ἐπ’ αὐτῆς τὸ τόδε καὶ τὸ τῇ στερήσει τὸ ἐκ τοῦδε. ἐπὶ μὲν οὖν τῆς στερήσεως οὕτως· ἐπὶ δὲ τῆς ὕλης, ἐπειδὴ ἡ φωνὴ οὐκ ἔχει συναναλαμβανομένην τὴν στέρησιν (ὅταν γὰρ εἴπω τὸν ἄνθρωπον γίνεσθαι μουσικόν, ὁ ἄνθρωπος οὐκ ἔχει ἐμφαινομένην ἐν τῇ φωνῇ τὴν στέρησιν, λέγω δὴ τὸ ἄμουσον· καὶ ὅταν εἴπω ὅτι Σωκράτης λευκὸς γέγονεν, οὐκ ἔστιν ἐν τῷ Σωκράτει ἐμφαινομένη ἡ τοῦ λευκοῦ στέρησις, τουτέστι τὸ μὴ λευκόν), διὰ τοῦτο τῷ ἑνὶ μόνῳ προσρήματι τὰ τοιαῦτα καλοῦμεν, ὅτι ὁ ἄνθρωπος μουσικὸς γέγονε καὶ ὅτι Σωκράτης λευκὸς ἢ φιλόσοφος, οὐκέτι δὲ καὶ ἐξ ἀνθρώπου μουσικὸς ἢ ἐκ Σωκράτους φιλόσοφος. Ἀλλ’ εἰ διὰ τὸ μὴ συναναλαμβάνεσθαι τῇ ὕλῃ κατὰ τὴν φωνὴν τὴν στέρησιν, διὰ τοῦτο τῷ ἑνὶ μόνῳ προσρήματι προσαγορεύομεν τὴν ὕλην, διὰ τί μὴ ἐπὶ πάσης ὕλης τῷ αὐτῷ κεχρήμεθα προσρήματι, λέγω δὴ τῷ τόδε, ὅπερ καὶ οἰκεῖον εἶναι αὐτῇ μᾶλλον εἰρήκαμεν, ἀλλ’ ἐπί τινος ὕλης μόνον τὸ ἐκ τοῦδε λέγομεν, ὅπερ τῇ στερήσει μᾶλλον προσήκει;

他还补充了他在前文中已经说过的这一点:如果在每一个属中都只有一个相反关系,那么显然在实体这一单一的属中,最根本的相反关系也将是一。说了这些之后,他接着探究在数目上应当称这些原理为多少,是两个还是三个;因为按照不同的设想,有时似乎应当称它们为三个,有时又应当称为两个。因为称它们为三个是可能的,即形式与匮乏这两个相反者,以及质料这一个底层承载者;但将三者归结为二者,从而不说原理是三个而是两个也是可能的。因为有些人将质料与匮乏归为同一物,并认为质料与匮乏是某种单一且同一之物。因此,既然预先区分质料与匮乏不同——即便不是在底层承载者上,但至少在定义上——有助于证明应当说原理是两个还是三个,以及如果是两者皆可、既是两个又是三个,应当如何说是两个又如何说是三个,所以他首先做了这件事情,并通过两种方式证明匮乏与质料不同:既从日常习用出发,也从事物自身的自然本性出发。从日常习用出发,是因为对于匮乏而言,我们既适用“出于此物”的称谓,也适用“此物”[的称谓](因为我们既说从不通音律者生成通音律者,也说不通音律者变成通音律者,既说无哲学素养的人变成了哲学家,也说从无哲学素养的人变成了哲学家);但对于质料而言,我们虽然也适用这两种称谓,却不是适用于同一事物,而是分别适用,对一者适用“作为其由来的”,对另一者适用“此物”。因为我们说从青铜生成雕像,而不说青铜变成雕像;我们说人从精子与经血生成,而不说精子和经血[变成]人。然而,即使对两者都说了这两者,但“此物”对于质料更为固有且适切,而“出于此物”对于匮乏更为固有,因为质料容纳并承受后继而来的形式,而匮乏并不留存;因此,对于留存者而言“此物”是固有的,而对于不留存者而言“出于此物”是固有的。但是,如果由于留存,“此物”对于质料是固有的,那么究竟为何对于匮乏我们有时兼具“出于此物”与“此物”这两种称谓,而对于质料却仅用其中之一?因此我说,当我们根据匮乏来命名底层承载者时,由于通过话语我们在匮乏的同时也连带摄取了质料(因为每当我说“不通音律者”,我指的不是单纯的不通音律本身,而是指分有不通音律之物),所以既然话语同时表示了分有者与被分有者,我们便理所当然地对其既适用属于质料的称谓“此物”,也适用属于匮乏的称谓“出于此物”。因此,关于匮乏是如此;但关于质料,由于话语并没有连带摄取匮乏(因为每当我说人变成通音律者,“人”这一话语中并没有显明包含匮乏,即我是指“不通音律者”;而每当我说苏格拉底变成了白皙的,在“苏格拉底”中也没有显明包含白皙的匮乏,即“非白皙的”),正因此我们仅用一种称谓来称呼此类情形,即说人变成了通音律者,苏格拉底变成了白皙的或哲学家,而不再说从人[变成]通音律者,或从苏格拉底[变成]哲学家。但是,如果由于在话语中匮乏没有与质料连带被摄取,我们因此仅用一种称谓来称呼质料,那么为何我们不在所有的质料上都使用相同的称谓——我是指“此物”,正如我们所说这对于它更为固有——而只在某些质料上才说“出于此物”,而这毋宁是更属于匮乏的呢?

语法注2 条
  1. 1.104ἐπεὶ οὖν συμβάλλεται πρὸς τὸ δεῖξαι πότερον δεῖ δύο λέγειν τὰς ἀρχὰς ἢ τρεῖς, καὶ εἰ ἄμφω καὶ δύο καὶ τρεῖς, πῶς δεῖ λέγειν δύο καὶ πῶς τρεῖς, τὸ διαστείλασθαι πρότερον ὅτι ἕτερόν ἐστιν ἡ ὕλη τῆς στερήσεως, εἰ καὶ μὴ τῷ ὑποκειμένῳ, ἀλλ’ οὖν τῷ λόγῳ, πρῶτον τοῦτο ποιεῖ

    原因从句(ἐπεὶ οὖν...)的主语是带冠词不定词短语 τὸ διαστείλασθαι πρότερον ὅτι ἕτερόν ἐστιν ἡ ὕλη τῆς στερήσεως(“预先区分质料与匮乏不同”),作动词 συμβάλλεται(“有助于”)的主语。πρὸς τὸ δεῖξαι 表示目的,统辖间接疑问从句 πότερον... ἢ... 和 εἰ... πῶς...。主句则为 πρῶτον τοῦτο ποιεῖ(“他首先做了这件事情”)。

  2. 1.104ἀλλ’ εἰ καὶ ἐπ’ ἀμφοτέρων ἀμφότερα λέγεται, ἀλλ’ ἔστι τῇ μὲν ὕλῃ οἰκειότερον καὶ προσφυὲς τὸ τόδε

    这是一个让步转折结构,在 εἰ καί(“即使……”)前置有 ἀλλά,并在归结句开头由起呼应作用的 ἀλλά(“然而/依然……”)承接。它在承认两种表达均可兼用于两者之后,将论述焦点拉回到各自固有的本质特性上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:144.11-145.27