- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:142.21-144.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛庞努斯阐释了基于划分法的论证:将质料与相反关系的组合划分为四个假定(基质为一个或多个,相反关系为一个或多个);通过事物相互转化以及排除多余性的原则驳倒其中三个假定,从而如同几何学的间接证明一样,唯有第四个假定——即一个基质与一组相反关系——得以确立。
" Τὸ μὲν οὖν τρία φάναι τὰ στοιχεῖα εἶναι ἔκ τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον." Ὅτι μὲν οὖν καὶ ἐναντίας δεῖ εἶναι τὰς ἀρχὰς καὶ πρὸς ταύταις ὑποκείμενόν τι τρίτον, ἱκανῶς διὰ τῶν προλαβόντων ἔδειξε, περὶ δὲ τοῦ ἀριθμοῦ τῶν ἀρχῶν οὐκ αὐτάρκη τὰ εἰρημένα· ἠπόρησε γὰρ ἄν τις ὅτι ‘δίδωμι δεῖν ἐναντίας εἶναι τὰς ἀρχὰς καὶ πρὸς τούτοις εἶναι καὶ τὸ ὑποκείμενον, μήποτε δὲ δύο ἢ πλείους εἰσὶν ἐναντιώσεις, ὁμοίως δὲ καὶ τὰ ὑποκείμενα δύο ἢ πλείονα’. καὶ διὰ τῶν προλαβόντων μὲν οὖν δέδεικται ὅτι τὴν πρωτίστην ἐναντίωσιν μίαν δεῖ εἶναι οὐκ αὐτάρκως,1 διὰ δὲ τῶν παρόντων δείκνυται ὅτι ἀδύνατον πλεῖον μιᾶς ἐναντιώσεως εἶναι καὶ ὑποκειμένου ἑνός. λαμβάνει οὖν ἐκ διαιρέσεως τὰς ἀρχὰς τάς τε εἰδικὰς καὶ τὰς ὑλικὰς λέγων οὕτως· ἀνάγκη πᾶσα ἢ μίαν εἶναι ἐναντίωσιν ἐν ταῖς ἀρχαῖς, ἢ οὐ μίαν ἀλλὰ πλείους, ὁμοίως δὲ καὶ ὑποκείμενον ἢ ἓν εἶναι, ἢ οὐχ ἓν ἀλλὰ πλείονα. τεσσάρων οὖν ὄντων τμημάτων τούτων γίνονται ἓξ συζυγίαι, ὧν αἱ μὲν δύο αἱ ἐναντίαι ἀσύστατοι, συνίστανται δὲ αἱ λοιπαὶ τέσσαρες αἵ τε δύο ὑπάλληλοι καὶ δύο αἱ λοιπαὶ διαγώνιοι· ἢ γὰρ καὶ αἱ ἐναντιώσεις πλείους καὶ τὰ ὑποκείμενα, ἢ πλείους μὲν αἱ ἐναντιώσεις ἓν δὲ τὸ ὑποκείμενον, ἢ ἔμπαλιν πλείω μὲν τὰ ὑποκείμενα μία δὲ ἡ ἐναντίωσις, ἢ ἓν τὸ ὑποκείμενον καὶ ἡ ἐναντίωσις μία. ἐὰν οὖν δειχθῇ ὅτι ἀδύνατον τὰς τρεῖς τὰς ἄλλας συστῆναι, ὑπολιμπάνεται ἡ λοιπὴ ἡ λέγουσα ἓν εἶναι τὸ ὑποκείμενον καὶ μίαν τὴν ἐναντίωσιν. προχειρίζεται οὖν τὴν μίαν συζυγίαν πρότερον τὴν λέγουσαν ἓν εἶναι τὸ ὑποκείμενον καὶ πλείους τὰς ἐναντιώσεις, λαμβάνει δὲ διὰ τὸ σαφὲς τοῦ λόγου ἀντὶ τῶν πλειόνων ἐναντιώσεων δύο· ἃ γὰρ ἂν δειχθῇ ἐπὶ τῶν δύο ἐναντιώσεων, ταῦτα καὶ ἐπὶ πλειόνων δειχθείη ἄν. εἰ οὖν ἓν μὲν τὸ ὑποκείμενον δύο δὲ αἱ ἐναντιώσεις, ἐρησόμεθα τοὺς τοῦτο ὑποτιθεμένους, πότερον ἑκατέρα τῶν ἐναντιώσεων πάντα δύναται γεννᾶν, ἢ ἡ μὲν ἄλλα ἡ δὲ ἄλλα. εἰ μὲν οὖν ἑκατέρα πάντα γεννᾶν δύναται, περιττὴ ἡ μία ἅπαξ τῆς μιᾶς πάντα γεννῆσαι δυναμένης2 (οὐδὲν δὲ οὐδὲ μάτην οὔτε περιττὸν ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἡ φύσις), εἰ δὲ οὐχ ἑκάστη πάντα ποιεῖ, ἀλλ’ ἡ μὲν ταῦτα ἡ δὲ ἐκεῖνα, ἀναιρήσομεν τὴν εἰς ἄλληλα τῶν πραγμάτων μεταβολήν (οὐ γὰρ μεταβάλλει τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον), δέδεικται δὲ ὅτι πάντων ἐστὶν εἰς ἄλληλα ἡ μεταβολή. οὕτως μὲν οὖν ἀδύνατον δύο εἶναι τὰς ἐναντιώσεις ἓν δὲ τὸ ὑποκείμενον, εἰ δὲ δύο μὲν εἴη τὰ ὑποκείμενα μία δὲ ἡ ἐναντίωσις, ταὐτὰ πάλιν ἀπορήσομεν. εἰ μὲν γὰρ ἐξ ἑκατέρου ὑποκειμένου πάντα δυνατὸν γενέσθαι, περιττὸν τὸ ἕν, εἰ δ’ ἐκ θατέρου μέν τινα γίνεται ἐκ τοῦ λοιποῦ δὲ τὰ λοιπά, ἀναιρεθήσεται πάλιν ἡ εἰς ἄλληλα τῶν πραγμάτων μεταβολή· ὥσπερ γὰρ οὐ μεταβάλλει εἰς ἄλληλα τὰ μὴ ἐναντία, οὕτως πάλιν τὰ μὴ τὸ αὐτὸ ἔχοντα ὑποκείμενον οὐκ ἄν ποτε μεταβάλλοι εἰς ἄλληλα. διὰ τοῦτο κήρινος μὲν ἵππος μεταβάλλει εἰς κήρινον ἀνδριάντα, χαλκοῦς δὲ ἵππος οὐκ ἄν ποτε μεταβάλλοι εἰς κήρινον ἀνδριάντα. ὥστε οὐδὲ δύο ὑποκείμενα δυνατὸν εἶναι καὶ μίαν ἐναντίωσιν, διὰ τοὺς αὐτοὺς δὲ λόγους οὔτε δύο ὑποκείμενα καὶ δύο ἐναντιώσεις. ὥστε εἰ ἀνάγκη μίαν τῶν τεσσάρων ὑποθέσεων εἶναι ἀληθῆ, ἐληλεγμένων τῶν τριῶν ἡ τετάρτη ὑπολείπεται ἡ ἓν λέγουσα τὸ ὑποκείμενον καὶ μίαν τὴν ἐναντίωσιν. κέχρηνται δὲ πολλαχοῦ τῇ τοιαύτῃ δείξει καὶ οἱ γεωμέτραι, ὁπηνίκα τῇ κατ’ εὐθεῖαν δείξει μὴ δύνανται χρήσασθαι· ἀναιροῦντες γὰρ τὰ ἀντιδιῃρημένα τῷ ἀληθεῖ, τὸ καταλιμπανόμενον ἔχουσιν ἀληθές. οἷον ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἀνελὼν οὖν τὸ σύμμετρον, τὸ καταλιμπανόμενον ἀληθὲς ἔχει, ὅτι ἀσύμμετρος.3
“因此,从这些以及其他诸如此类的事情来考察的人看来,说元素有三个似乎是有某种道理的。” 固然,原理必须是相反者,并且除这些之外还必须有某种第三者作为基质,这一点他在前文已经充分表明了;然而关于原理的数目,所说的话却并不充分。因为有人可能会提出疑难说:“我承认原理必须是相反者,并且除这些之外也必须有基质,但难道不可能有两组或更多的相反关系,同样基质也有两个或更多吗?”虽然通过前文也已经表明了最初的相反关系必须是一个,尽管并不充分;但通过当下的论述表明的是,有比一个相反关系和一个基质更多的东西是不可能的。于是他从划分中提取出形式原理与质料原理,这样说道:或者在诸原理中只有一种相反关系,或者不是一种而是多种,同样基质或者是一个,或者不是一个而是多个,这必定是完全必然的。既然有这四个划分部分,便产生出六种组合,其中互相对立的两种组合不能成立,而其余四种组合能够成立,即两种上下从属的组合和其余两种对角交叉的组合。因为或者相反关系与基质都是多个,或者相反关系是多个而基质是一个,或者相反基质是多个而相反关系是一个,或者基质是一个且相反关系也是一个。因此,如果表明其他三种组合不可能成立,那么主张基质是一个且相反关系是一个的其余那一种便保留下来。于是他首先着手处理那主张基质是一个而相反关系是多个的组合,并且为了论述的明晰,用两种相反关系代替了多种;因为凡是在两种相反关系上所表明的事,在更多的情况下也同样能够表明。那么,如果基质是一个而相反关系是两个,我们就要问那些如此假定的人,是两种相反关系中的每一者都能够产生一切事物,还是这一者产生这些,另一者产生那些。如果每一者都能够产生一切事物,那么既然单是一者便能够产生一切事物,另一者便是多余的(而无论是神还是自然都不会徒劳或多余地做任何事情);如果不是每一者都制作一切事物,而是一者制作这些,另一者制作那些,我们就将否定事物相互之间的转化(因为并不是任意之物向任意之物转化,而是相反者向相反者转化),然而已经表明一切事物都有相互之间的转化。因此,相反关系有两个而基质是一个是不可能的;但如果基质是两个而相反关系是一个,我们同样会提出相同的疑难。因为如果从每个基质都能够产生一切事物,其中一个便是多余的;但如果是从这一者产生一些事物,从剩下的一者产生其余的事物,事物相互之间的转化就又会被否定。因为正如非相反者不相互转化一样,同样,不具有同一基质的事物也决不可能相互转化。因此,蜡马可以转化为蜡像,但青铜马决不能转化为蜡像。所以既不可能有两个基质和一种相反关系,并且由于同样的理由,也不可能有两个基质和两种相反关系。因此,如果在四个假定中必定有一个是真的,那么在驳倒了三个之后,主张基质是一个且相反关系是一个的第四个假定便保留下来。几何学家在无法使用直接证明时,在许多地方也使用了这种证明;因为通过否定与真理对等并列的事项,他们便把保留下来的事项作为真实的。例如,对角线与边或者可通约,或者不可通约;在否定了可通约之后,他便把保留下来的事项——即不可通约——作为真实的。
- 1.104καὶ διὰ τῶν προλαβόντων μὲν οὖν δέδεικται ὅτι τὴν πρωτίστην ἐναντίωσιν μίαν δεῖ εἶναι οὐκ αὐτάρκως
关于副词短语 οὐκ αὐτάρκως 的修饰对象。虽然依语序它位于 ὅτι 从句末尾,但在语义上它呼应了前句的 οὐκ αὐτάρκη τὰ εἰρημένα,修饰主动词 δέδεικται,意为“虽然在前文中已经表明,但表明得并不充分”。在上下文中不能将其理解为修饰从句内部的 δεῖ εἶναι(“以不充分的方式必须为一个”)。
- 1.104περιττὴ ἡ μία ἅπαξ τῆς μιᾶς πάντα γεννῆσαι δυναμένης
这里的副词 ἅπαξ 并非单纯指数词上的“一次”,而是与属格独立结构(τῆς μιᾶς ... δυναμένης)连用,起到了引出前提条件或理由的连词性副词作用,意为“既然/一旦一者就能够产生一切事物”。
- 1.104ἀνελὼν οὖν τὸ σύμμετρον, τὸ καταλιμπανόμενον ἀληθὲς ἔχει, ὅτι ἀσύμμετρος
主动词 ἔχει 的主语从前一句中的复数 οἱ γεωμέτραι 转变为泛指的单数(“几何学家”或“论证者”)。连词 ὅτι 引导一个同位语性的从句,用于说明 τὸ καταλιμπανόμενον(“即不可通约”)。
