← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§141.18-142.20

作为实体原理的质料与三原理学说

斐洛波诺斯将亚里士多德关于实体的原理必为实体而非偶性的论证整理为三段论,说明了为何中介者比单一元素更适合充当基底质料,并对比了解释早期自然哲学家与毕达哥拉斯派及柏拉图在质料与相反者(过剩与不足)这三原理及其主被动角色问题上的学说分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.101

" Ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς ἂν οὖν ἐκ μὴ οὐσιῶν οὐσία εἴη;" Τὰ ἐναντία, φησίν, οὐκ οὐσίαι, αἱ ἀρχαὶ τῶν οὐσιῶν οὐσίαι, τὰ ἐναντία ἄρα οὐκ ἀρχαὶ τῶν οὐσιῶν. πόθεν δ’ ὅτι αἱ ἀρχαὶ τῶν οὐσιῶν [οὐκ] οὐσίαι,1 ἔδειξε διὰ τοῦ εἰπεῖν· ἢ πῶς ἂν πρότερον μὴ οὐσία οὐσίας εἴη; δυνάμει λέγων ὅτι αἱ ἀρχαὶ τῶν οὐσιῶν οὐκ οὐσίαι, αἱ δ’ οὐκ οὐσίαι τὰ συμβεβηκότα ἐστίν, ἔσονται ἄρα αἱ ἀρχαὶ οὐσιῶν τὰ συμβεβηκότα. εἰ δὲ ταῦτα ἀρχή, ἔσται πρότερα τῇ φύσει τὰ συμβεβηκότα τῆς οὐσίας, ὅπερ ἀδύνατον· τοὐναντίον γὰρ προτέρα τῇ φύσει ἡ οὐσία.

“此外,我们说没有与实体相反的实体;那么,实体如何能出于非实体呢?” 他说,相反者不是实体;实体的原理是实体;所以相反者不是实体的原理。至于实体的原理是实体这一点从何[可见],他通过说“或者非实体怎么可能先于实体呢?”展示了这一点。他实际上是在说,如果实体的原理不是实体,而非实体即是偶性,那么实体的原理就将是偶性。但如果这些是原理,偶性就会在本性上先于实体,而这是不可能的;因为相反,实体在本性上是在先的。

§1.102

"Δοκεῖ δὲ τὸ μεταξὺ μᾶλλον." Μᾶλλον, φησί, κατορθοῦσιν οἱ τὸ μεταξὺ ὡς ὕλην ὑποτιθέντες τῶν ἕν τι τῶν τεσσάρων στοιχείων ὑποτιθεμένων,2 διότι 〈μετ’〉 ἐναντιώσεών τινων τὰ τέσσαρα στοιχεῖα [τὰ ἕτερα μόρια], δεῖ δὲ τὴν ὕλην, ὥσπερ ἐδείχθη, μὴ ἔχειν τινὰ ἐναντίωσιν.

“然而中介者似乎更为合适。” 他说,那些把中介者假定为质料的人,比起那些把四元素之一假定为质料的人更为正确,因为四元素带有某种相反关系,而质料正如已表明的,不应当具有任何相反关系。

§1.103

"Ἀλλὰ πάντες τὸ ἓν τοῦτο τοῖς ἐναντίοις σχηματίζουσιν." Ὅτι οὐ μόνον τῆς ὕλης ἔσχον ἔννοιαν οἱ παλαιοί, εἰ καὶ μὴ κατωρθωμένως, ἀλλὰ καὶ τῶν εἰδοποιῶν ἀρχῶν ἐναντίων οὐσῶν, ὥσπερ καὶ ἀνάγει πάσας εἰς τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν· ὥστε αἱ ἀρχαὶ τῶν ὄντων, φησί, τρεῖς ἡ ὕλη καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις. καὶ ταύτας πάντες ἀρχὰς ἔλεγον εἶναι, διεφώνουν δὲ περὶ τὴν τάξιν αὐτῶν καὶ τὸ ποιητικὸν καὶ τὸ παθητικόν· οἱ μὲν γὰρ Πυθαγόρειοι, οἷς καὶ ὁ Πλάτων ἠκολούθησε, τὰ δύο ὡς ὕλην ὑποτιθέντες πάσχειν ἔλεγον ταύτην ὑπὸ τοῦ ἑνὸς τοῦ εἴδους, καὶ οὕτως ποιεῖν τὴν γένεσιν,3 οἱ δὲ τοῦ Πλάτωνος παλαιότεροι φυσικοὶ τὸ ἓν ὕλην ποιοῦντες ἢ τὸ μεταξὺ ἢ ἕν τι τῶν τεσσάρων, πάσχειν τοῦτο ἔλεγον ὑπὸ τῆς δυάδος καὶ οὕτως ποιεῖν τὴν γένεσιν καὶ τὴν φθοράν, οἷς καὶ ὁ Ἀριστοτέλης κατὰ τοῦτο ἠκολούθηκε.

“但是所有人都用相反者来赋形于这单一之物。” 这表明古人不仅具有质料的观念(尽管不够确当),而且具有作为相反者的赋予形相之原理的观念,正如他也将所有这些归结为过剩与不足一样;所以他说,存在者的原理有三:质料、过剩与不足。所有人都主张这些是原理,但他们在它们的位序以及何者主动、何者被动的问题上存在分歧。因为柏拉图也追随的毕达哥拉斯派假定“二”为质料,并说这一质料受到作为形相的单一之物的作用,以此产生生成;而早于柏拉图的自然哲学家们则将单一之物——或者是中介者,或者是四元素之一——作为质料,并说它受到二元之物的作用,以此产生生成与毁灭,亚里士多德在这一点上也追随了他们。

语法注3 条
  1. 1.101πόθεν δ’ ὅτι αἱ ἀρχαὶ τῶν οὐσιῶν [οὐκ] οὐσίαι

    这是疑问从句 πόθεν 后省略了谓语动词(如 δῆλον)的惯用引导句式,意为“实体的原理是实体这一点从何[可见]”。抄本中出现的 [οὐκ] 与前文的三段论前提(实体的原理是实体)以及后文推论完全矛盾,故在校订中被置于角括号中予以剔除,此处按肯定命题理解。

  2. 1.102τῶν ἕν τι τῶν τεσσάρων στοιχείων ὑποτιθεμένων

    由比较级副词 μᾶλλον 与动词 κατορθοῦσιν 引导的比较属格(genitive of comparison)。它与主语分词短语 οἱ τὸ μεταξὺ ὡς ὕλην ὑποτιθέντες 相对比,表示比较的对象(“那些将四元素之一假定为质料的人”)。

  3. 1.103οἱ μὲν γὰρ Πυθαγόρειοι ... πάσχειν ἔλεγον ταύτην ὑπὸ τοῦ ἑνὸς τοῦ εἴδους, καὶ οὕτως ποιεῖν τὴν γένεσιν

    由 οἱ μὲν ... οἱ δὲ ... 构成的平行对比句式,对照了毕达哥拉斯派/柏拉图与早期自然哲学家。阴性指示代词 ταύτην 回指前面的阴性名词 ὕλην(即“二” τὰ δύο 所被假定为的质料),是不定词 πάσχειν 的逻辑主语。后面的 ποιεῖν 表明质料在形相的作用下最终造成生成的整个因果过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:141.18-142.20