← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§140.5-141.17

友爱与争斗的基底以及相反者的偶性

菲洛波庞对亚里士多德《物理学》189a25–26进行注解,阐明争斗与友爱作用于第三种居底层的基质,并分别将相反者因作为偶性而不能作为首要原理(原理不可关于基质被表述)的论证分析为一个连续的单一三段论以及两个独立的三段论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99

" Ἀλλ’ ἄμφω ἕτερόν τι τρίτον." Κατὰ κοινοῦ τὸ “συνάγει”· οὔτε γάρ, φησίν, ἡ φιλία τὸ νεῖκος συνάγει, οὔτε τὸ νεῖκος τὴν φιλίαν, ἀλλ’ ἄμφω τό τε νεῖκος καὶ ἡ φιλία ἕτερόν τι τρίτον συνάγουσιν ἢ διακρίνουσιν.

“而两者〔结合〕某种其他的第三者。” “结合”一词是共同被领会的;因为他说,既不是友爱结合争斗,也不是争斗结合友爱,而是两者——争斗与友爱双方——结合或分离某种其他的第三者。

§1.100

"Ἔνιοι δὲ καὶ πλείω λαμβάνουσιν ἐξ ὧν κατασκευάζουσι τὴν τῶν ὄντων φύσιν." Τοσοῦτον χρεία τοῦ ὑποκειμένου εἰς τὸν τῶν ἀρχῶν λόγον, ὥστε καί τινες τῶν πρὸ ἡμῶν καὶ πλείονα τὰ ὑποκείμενα τοῖς ἐναντίοις ὑποτιθέασιν. οὐδενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τὰ ἐναντία, τὴν δὲ ἀρχὴν οὐ καθ’ ὑποκειμένου δεῖ λέγεσθαί τινος· ἔσται γὰρ ἀρχὴ τῆς ἀρχῆς. τοῦτο δυνατὸν καὶ συνημμένως ὡς ἕνα συλλογισμὸν τὸ ὅλον λαβεῖν, καὶ διῃρημένως ἀκοῦσαι ὡς δύο συλλογισμούς,1 ἵνα ᾖ τὸ οὐδενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τὰ ἐναντία ἓν ἐπιχείρημα, καὶ τὸ λοιπὸν ἕτερον. εἰ μὲν οὖν ὡς ἓν ἐπιχείρημα τὸ ὅλον λάβωμεν, οὕτως· πρὸς δὲ τούτοις, φησίν, ἄπορόν τι ἡμῖν ἐπακολουθήσει, εἰ μὴ ὑποθώμεθα τοῖς ἐναντίοις ὕλην τινά· οὐδενὸς γὰρ ὁρῶμεν οὐσίαν τὰ ἐναντία, τουτέστιν οὐδὲν οὐσίωται ἐν τῷ ἐναντίον εἶναι, ἐπειδὴ τὰ ἐναντία συμβεβηκότα ἐστί, τὴν δ’ ἀρχὴν τῶν ὄντων οὐ καθ’ ὑποκειμένου δεῖ λέγεσθαι, τουτέστιν οὐκ ἐν ὑποκειμένῳ, ἀντὶ τοῦ συμβεβηκότος. ἔστιν οὖν ὁ ὅλος συλλογισμὸς τοιοῦτος· τὰ ἐναντία συμβεβηκότα, αἱ ἀρχαὶ τῶν πραγμάτων οὐ συμβεβηκότα, τὰ ἐναντία οὐκ ἀρχαὶ τῶν πραγμάτων. διὰ τί δ’ οὐκ εἰσὶ συμβεβηκότα αἱ ἀρχαὶ τῶν πραγμάτων, τὴν αἰτίαν προσέθηκεν· ἔσται γὰρ ἀρχὴ τῆς ἀρχῆς· τὸ γὰρ ὑποκείμενον τοῖς συμβεβηκόσιν ἀρχὴ ἂν αὐτῶν εἴη· προϋποκεῖσθαι γὰρ δεῖ κατὰ φύσιν τὸ δεξόμενον. τοῦ κατηγορουμένου δὲ εἶπε, διότι τὸ συμβεβηκὸς τῆς οὐσίας κατηγορεῖται·2 λέγομεν γὰρ τὸν ἄνθρωπον λευκὸν εἶναι. καὶ ἄλλως εἰ μηδὲν οὐσίωται ἐν τῷ ἐναντίον εἶναι, διότι τὰ ἐναντία συμβεβηκότα, δῆλον ἄρα ὅτι οὐδὲ ἀρχὰς τῶν οὐσιῶν δυνατὸν εἶναι τὰ ἐναντία· ἔσονται γὰρ αἱ ἀρχαὶ τῶν οὐσιῶν συμβεβηκότα· εἰ δὲ τοῦτο, ἀρχὴ δὲ τῶν συμβεβηκότων τὸ ὑποκείμενον αὐτοῖς, ἔσται τῆς ἀρχῆς ἀρχή, ὅπερ ἀδύνατον. εἰ μὲν οὖν συνεχὲς εἴη τὸ ῥητόν, οὕτως αὐτὸ νοητέον, εἰ δὲ διῃρημένον, οὕτως· πρὸς δὲ τούτοις ἀπορήσειεν ἄν τις, εἰ μὴ τρίτην τινὰ ἀρχὴν τοῖς ἐναντίοις ὑποθήσεται. τίς δ’ ἡ ἀπορία ἐπήγαγεν· οὐδενὸς γὰρ ὁρῶμεν οὐσίαν τὰ ἐναντία. οὐδὲν γὰρ ἐν τούτῳ οὐσίωται, ἐν τῷ ἐναντίον τι εἶναι πρὸς ἄλλο· οὐδὲ γὰρ ἐν τούτῳ οὐσίωται τὸ πῦρ, ἐν τῷ ἐναντίον εἶναι τῷ ὕδατι, ἐπεὶ οὐδέποτ’ ἂν μετέβαλλεν εἰς τὸ ὕδωρ, ἀλλ’ ἔστι τι τὸ ὑπομένον ἐν τῇ εἰς ὕδωρ μεταβολῇ, ὅπερ οὐκ ἔστι τῷ ὕδατι ἐναντίον. εἰ δὲ μὴ ὑποκέοιτο τοῖς ἐναντίοις τρίτη τις ἀρχή, τοῦτο ἂν συμβαίνοι, τὸ ἐν τῇ ἐναντιότητι οὐσιῶσθαι τὰ πράγματα. εἶτα τὸ ἐφεξῆς ἀπ’ ἄλλης ἀρχῆς· τὴν δ’ ἀρχὴν οὐ καθ’ ὑποκειμένου δεῖ λέγεσθαί τινος καὶ τὰ ἑξῆς. ἡ ἀρχὴ οὐ καθ’ ὑποκειμένου, τὰ ἐναντία καθ’ ὑποκειμένου, τὰ ἐναντία ἄρα οὐκ ἀρχαί. εἰ γὰρ ἡ ἀρχὴ καθ’ ὑποκειμένου, ἔσται τῆς ἀρχῆς ἀρχή· τὸ γὰρ ὑποκείμενον ἀρχὴ τοῦ ἐν ὑποκειμένῳ.

“而有些人也采用更多的东西,以此建构存在者的本性。” 原理的界说如此需要基质,以至于在我们之前的一些人甚至为相反者假定了更多的基质。因为“我们看到相反者不是任何存在者的实体,并且原理绝不可关于某个基质被表述;否则就会有原理的原理了”。将这整个文本连贯地作为一个三段论来把握,或者分别地作为两个三段论来理解,使“因为我们看到相反者不是任何存在者的实体”为一个论证,而其余部分为另一个论证,这两种方式都是可能的。 因此,如果我们把整体作为一个论证来把握,情况如下:他说,除此之外,如果我们不为相反者假定某种质料,就会面临某种疑难;因为我们看到相反者不是任何东西的实体,也就是说,没有任何事物因处于相反状态而获得实体化,因为相反者是偶性;而存在者的原理绝不可关于基质被表述,也就是说不可“在基质中”,这里用此表述代替了“偶性”。因此整个三段论如下:“相反者是偶性;事物的原理不是偶性;[所以]相反者不是事物的原理”。至于事物的原理为何不是偶性,他补充了原因:“否则就会有原理的原理了”;因为作为偶性之底层的基质将是它们的原理,因为接受者按本性必须预先居于底层。而他是从被述说者的角度来说的,因为偶性是关于实体被述说的;因为我们说“人是白的”。 换一种方式说:如果没有任何事物因处于相反状态而获得实体化(因为相反者是偶性),那么显然相反者也不可能是实体的原理;因为实体的原理将会成为偶性;而如果这样,且作为偶性之底层的基质是它们的原理,那么就会有原理的原理,而这是不可能的。 因此,如果文本是连贯的,就应当这样理解;如果文本是分割的,则如下理解:除此之外,如果人不为相反者假定第三种原理,就会陷入疑难。他随之引出了何为疑难:“因为我们看到相反者不是任何事物的实体”。因为没有任何事物因对于他物处于某种相反状态而在其中获得实体化;因为火也不是由于对水处于相反状态而获得实体化,否则它就绝不会转变成水,而是在向水转变的过程中存在着某种持存之物,它并不与水相反。而如果没有某种第三原理居于相反者底层,就会产生这样的结果:事物在相反关系中获得实体化。 接着,后文是从另一个起点出发的:“原理绝不可关于某个基质被表述”等等。“原理不关于基质[被表述];相反者关于基质[被表述];所以相反者不是原理”。因为如果原理关于基质[被表述],就会有原理的原理;因为基质乃是在基质中之物的原理。

语法注2 条
  1. 1.100τοῦτο δυνατὸν καὶ συνημμένως ὡς ἕνα συλλογισμὸν τὸ ὅλον λαβεῖν, καὶ διῃρημένως ἀκοῦσαι ὡς δύο συλλογισμούς

    副词 συνημμένως 与 διῃρημένως 分别修饰不定词 λαβεῖν 与 ἀκοῦσαι,对比了两种解读方式。其后的 ἵνα 从句(ἵνα ᾖ τὸ ... ἓν ἐπιχείρημα, καὶ τὸ λοιπὸν ἕτερον)具体规定了后一种方式(“分别理解”)的论证结构。

  2. 1.100τοῦ κατηγορουμένου δὲ εἶπε, διότι τὸ συμβεβηκὸς τῆς οὐσίας κατηγορεῖται

    τοῦ κατηγορουμένου 是表示论题或视角的属格,意为“从被述说者的角度进行了表达”。菲洛波诺斯以此解释亚里士多德为何使用了关涉述谓层面的“关于基质被表述”(καθ’ ὑποκειμένου λέγεσθαι)而非本体层面的“在基质中”(ἐν ὑποκειμένῳ),理由在于偶性正是作为实体的谓词而被述说的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:140.5-141.17