← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§138.22-140.4

质料作为第三原理的必要性与早期自然哲学

论证了质料在本性上在先且在概念上可自立,从而确立了质料作为第三原理的必要性,并借助古代自然哲学家(阿那克西曼德、阿那克西美尼、泰勒斯等)假定基质并以相反者赋予其形相的历史学说对此加以印证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.98#3

ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλωμεν ἐξ αὐτῆς τὰ εἴδη, αὐτὴν μὲν δυνάμεθα κατ’ ἐπίνοιαν ὑποστῆσαι (οὐ δεῖται γὰρ ἑτέρου ὑποκειμένου πρὸς τὸ εἶναι), τὸ μέντοι εἶδος οὐδὲ κατ’ ἐπίνοιαν ὑπάρξαι δύναται χωρὶς τῆς ὕλης. καὶ εἰ κατὰ μέρος παρῆγεν ὁ θεὸς τὰ πράγματα, τί ἂν προυπέστησε; δῆλον ὅτι τὸ ὑποκείμενον καὶ δεξόμενον τὰ εἴδη, εἶτα τὸ ἐν ἐκείνῳ ὑπάρξαι ὀφεῖλον. πρότερον ἄρα τῇ φύσει τὸ ὑποκείμενον, καὶ ταύτῃ μᾶλλον ἀρχὴ τῆς συνθέτου οὐσίας, οὐχ ὡς οὐκ ὄντος τοῦ εἴδους ἀρχῆς, ἀλλ’, ὡς εἶπον, ἀπορητικῶς προάγει τὸν λόγον, ἵνα δείξῃ ὅτι ἀναγκαίως εἰς τὸν τῶν ἀρχῶν λόγον δεῖ τοῦ ὑποκειμένου. οὕτως μὲν οὖν ἐκ τοῦ λόγου κατεσκεύασεν, ὅτι ἐστὶν ἀρχὴ τὸ ὑποκείμενον ἡ ὕλη. εἰ οὖν, φησί, καὶ ὁ πρῶτος δόξει λόγος ἀληθὴς εἶναι, ὅτι τὰς ἀρχὰς ἐναντίας δεῖ εἶναι, καὶ ὁ δεύτερος ὁμοίως, δεῖ συνθέντας ἀμφοτέρους εἰπεῖν, ὅτι καὶ τὰ ἐναντία ἀρχαὶ διὰ τὸ ποιεῖν καὶ πάσχειν, καὶ τρίτον ἡ ὕλη, ἐπεὶ μὴ αὐτὰ εἰς ἑαυτὰ ποιεῖν πεφύκασι τὰ ἐναντία, ἀλλ’ ἐν ἑτέρῳ τινὶ ὑπάρχοντα. οὐδ’ αὖ πάλιν μόνην τὴν ὕλην δυνατὸν εἶναι ἀρχήν· οὐδενὸς γὰρ αὕτη ποιητική. δείξας οὖν ἐκ τοῦ λόγου ὅτι καὶ τρίτην δεῖ εἶναι ἀρχὴν τὴν ὕλην, πιστοῦται αὐτὸ τοῦτο καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας· οὕτως γάρ, φησί, δεῖται τοῦ ὑποκειμένου ὁ τῶν ἀρχῶν κατάλογος, ὥστε τῶν ἀρχαιοτέρων τινὲς οὐδὲ ἓν τοῦτο πεποιήκασιν, ἀλλὰ πολλά, Ἐμπεδοκλῆς μὲν τὰ τέσσαρα στοιχεῖα, Παρμενίδης δὲ δύο, ἄλλοι δὲ τρία, ἕτεροι ἕν· καὶ τῶν ἓν εἰρηκότων οἱ μὲν ἕν τι τῶν τεσσάρων, οἱ δ’ ἕτερον παρὰ ταῦτα μεταξὺ τούτων. ἀποδέχεται δὲ τοὺς ἓν τὸ ὑποκείμενον ὑποθεμένους 〈μᾶλλον〉 τῶν πλείονα1 (δείξει γὰρ ἐφεξῆς ὅτι ἀδύνατον δύο εἶναι ὕλας, ὥσπερ καὶ δύο ἐναντιώσεις), τῶν δὲ τὸ ἓν τὸ ὑποκείμενον εἰρηκότων μᾶλλον τῶν ἄλλων ἀποδέχεται τὸν Ἀναξίμανδρον2 τὸ μεταξὺ εἰρηκότα, ὡς ἐγγυτέρω πως ὄντος τούτου τῆς ὕλης διὰ τὸ μηδὲν εἶδος ἔχειν τῶν ἐξ αὐτοῦ γινομένων. μετὰ δὲ τοῦτον μᾶλλον κατορθοῖ ὁ Ἀναξιμένης τὸν ἀέρα ὕλην ὑποτιθέμενος· ἥκιστα γὰρ αἰσθητὰς διαφορὰς τῶν ἄλλων ἔχει ὁ ἀήρ. μετὰ τοῦτον Θαλῆς τὸ ὕδωρ ὕλην ὑποτιθέμενος· καὶ γὰρ καὶ τοῦτο πρὸς τῷ ἄποιον εἶναι καὶ τἀναντία ὑπομένει πάθη. θερμαίνεται γὰρ καὶ ψύχεται τὸ αὐτό, καὶ χεῖται καὶ πήγνυται ὑπομένον τὸ αὐτό (ὑγρὸν γὰρ ὂν καὶ “δυσόριστον τῷ οἰκείῳ ὅρῳ, εὐόριστον δὲ ἀλλοτρίῳ”· οὕτως γὰρ ὁ τοῦ ὑγροῦ λόγος ἐν τῷ Περὶ γενέσεως ἀποδέδοται), καὶ ξηραίνεται τὸ αὐτὸ κρυσταλλούμενον· ξηρὸν γάρ ἐστι τὸ δυσόριστον ἀλλοτρίῳ ὅρῳ, εὐόριστον δὲ οἰκείῳ. ἥκιστα δὲ οἰκείως τοὺς περὶ ὕλης λόγους ἀποδεδώκασιν οἱ πῦρ εἰρηκότες· ἐναργεστέρα γὰρ ἡ συμπλοκὴ τοῦ πυρὸς πρὸς τὰ ἕτερα μόρια τῶν ἐναντίων, ξηρότητά φημι καὶ θερμότητα, διόπερ καὶ ἀμετάβλητον εἰς τἀναντία μένον πῦρ.3 πάντες δ’ οὗτοι ἢ μίαν ἢ πλείους ὑποθέμενοι ὕλην, τοῖς ἐναντίοις ταύτην εἰδοποιοῦσιν, οἱ μὲν μανότητι καὶ πυκνότητι, οἱ δὲ νείκει καὶ φιλίᾳ, οἱ δ’ ἄλλῃ καὶ ἄλλῃ ἐναντιώσει, ὥσπερ εἴρηται.

因为如果我们在思想中将各种形相从质料中抽离,我们在思想中就能使质料本身存立(因为为了存在,它不需要另一个基质),然而形相甚至在思想中也不能脱离质料而存立。而且,如果神是分部分产生诸事物的,他会先使什么存立呢?显然是那居于底层、将要接受各种形相的东西,其次才是在那之中应当存在的东西。因此,居底层的基质在本性上是先在的,在这方面它更是复合实体的原理——这并不是说形相不是原理,而是正如我所说,他以提出疑难的方式推进论述,是为了表明原理的界说必然需要基质。因此,他是通过论述确立了居底层的基质即质料乃是原理。 他说,如果第一个论述(原理必须是相反者)显得是真实的,而第二个论述同样也是真实的,那么就应当把两者结合起来说:相反者由于施加作用和承受作用也是原理;第三,质料也是原理,因为相反者依其本性不能自己对自身施加作用,而是在某个他物中存在着。另一方面,单单质料本身也不可能成为原理,因为它对任何事物都不是能动创生的。因此,在通过论述表明了质料也必须是第三个原理之后,他又从古人的见证来证实这一点本身。因为他说,原理的谱系如此需要基质,以至于更古老的人中有些甚至没有把它当作一个,而是当作多个——恩培多克勒当作四个元素,巴门尼德当作两个,另一些人当作三个,还有一些人当作一个;而在说是一个的人中,一些人说是四元素中的某一个,另一些人则说是独立于这些元素之外、介于它们之间的另一个东西。他接纳那些把基质假定为一个的人,[胜过接纳那些假定]更多的人(因为他在后文中将表明,不可能有两个质料,正如不可能有两个相反关系一样);而在主张基质为一个的人中,他比起其他人又更接纳主张介于中间者的阿那克西曼德,因为这一中间者由于不具有任何从它生成之物的形相,因而可以说是更接近质料。在此人之后,假定气为质料的阿那克西美尼则更为中肯;因为在其余元素中,气最少具有可感知的差异。在此人之后是假定水为质料的泰勒斯;因为水除了无性质之外,还能承受相反的受动状态。因为同一个东西既受热又冷却,并在保持为同一物的同时融化和凝固(因为它作为湿者是“难以为其固有的边界所界定,却易于为异在的边界所界定”;因为在《论生成与消灭》中,湿者的界说就是这样被给出的),而同一个东西结冰时也会变干燥;因为难以为异在边界所界定、易于为固有边界所界定者乃是干燥者。但那些说是火的人最不适当地给出了关于质料的说法;因为火与相反者之另一部分的结合更加显明——我是指干燥与热——因此只要保持为火,它就不会转变为相反者。然而,所有这些人无论假定了一种还是一种以上的质料,都用相反者赋予其形相:一些人用稀疏与浓密,另一些人用争斗与友爱,还有一些人正如所说的那样,用各种各样的相反关系。

语法注3 条
  1. 1.98ἀποδέχεται δὲ τοὺς ἓν τὸ ὑποκείμενον ὑποθεμένους 〈μᾶλλον〉 τῶν πλείονα

    由编订者补入的〈μᾶλλον〉作为比较副词,支配后随的比较属格 τῶν πλείονα(“胜过那些[假定]更多者”)。与动词 ἀποδέχεται 结合,构成“比起假定多数基质者,更为接纳假定单一基质者”的比较结构。

  2. 1.98τῶν δὲ τὸ ἓν τὸ ὑποκείμενον εἰρηκότων μᾶλλον τῶν ἄλλων ἀποδέχεται τὸν Ἀναξίμανδρον

    句首的属格短语 τῶν δὲ τὸ ἓν τὸ ὑποκείμενον εἰρηκότων 是部分属格,界定了主句适用的范围(“在主张基质为一个的人中”)。而 τῶν ἄλλων 则是受比较副词 μᾶλλον 支配的比较属格(“比其他人更”)。

  3. 1.98διόπερ καὶ ἀμετάβλητον εἰς τἀναντία μένον πῦρ

    分词 μένον 是表示时间或伴随条件的伴随分词(“只要它保持为火”),系动词 ἐστί 在此被省略,ἀμετάβλητον 作谓语形容词(“因此[它是]不能转化为相反者的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:138.22-140.4