- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:12.16-14.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯驳斥了将普遍者视作“在多之中的属”的第二种解释,论证属在我们这里和在自然中都是居后的。此外,针对自然在生成中也从更共同之物走向个别事物的这一疑难,他回应指出自然始终造就的是明确区分的个别事物。
πρῶτον μὲν οὖν, ὅπερ εἶπον, οὐδὲ τὰ παραδείγματα τὸ ἐν τοῖς πολλοῖς γένος σημαίνει, ἔπειτα τὸ ἐν τοῖς πολλοῖς γένος, εἰ καὶ τῷ ὄντι τῇ μερικῇ φύσει καὶ ὕστερόν ἐστι καὶ ἀσαφέστερον (τοῦτο γὰρ οἶδεν ἡ φύσις ὃ καὶ ποιεῖ, ποιεῖ δὲ τῶν καθόλου οὐδέν, ἀλλὰ μόνως τὰ καθ’ ἕκαστα, εἶτα ὕστερον ἐκ τοῦ ἀθροίσματος τούτων τὰ καθόλου συνίσταται), ἀλλ’ οὐδὲν ἧττον καὶ ἡμῖν ὕστερόν ἐστι κατὰ τὴν γνῶσιν, διὸ καὶ ἀσαφέστερον. πρώτως γὰρ τὸ καθ’ ἕκαστα γινώσκομεν· τούτου γὰρ καὶ ἡ αἴσθησις ἀντιλαμβάνεται· πρώτως δὲ τῇ αἰσθήσει ἐνεργοῦμεν, εἶτα ὕστερον λόγῳ· 〈ὃς〉 συλλέξας τὰ κατὰ μέρος τῇ αἰσθήσει ἐγνωσμένα1 τὸ πάντων ἄθροισμα, ἢ ἁπλῶς τὸ ἐν πᾶσι κοινόν, γένος ἐκάλεσεν. ὥστε καὶ ἡμῖν ὑστέρα ἡ τοῦ γένους τοῦ ἐν τοῖς πολλοῖς γνῶσις, καὶ διὰ τοῦτο ἀσαφεστέρα· προχειρότερον γὰρ τοῖς καθ’ ἕκαστα ἐπιβάλλομεν ἢ τοῖς καθόλου. ἄλλως τε οὐδὲ τοῖς Ἀριστοτελικοῖς ἡ ἐξήγησις αὕτη συνᾴδει παραδείγμασιν. ὁ γὰρ παῖς εἰ καὶ πάντα ἄνθρωπον ὡς πατέρα γινώσκει, ἀλλ’ οὖν τοῦ καθόλου ἔννοιαν οὐκ ἔχει, ἀλλὰ τοῦ μερικοῦ, τοῦ ἀορίστου· μὴ ἔχων γὰρ διηρθρωμένους τοῦ καθ’ ἕκαστα τοὺς τύπους, οὓς ἐξ ἀρχῆς ἔσχε τοῦ ἀνθρώπου τύπους πᾶσιν ἐφαρμόζει. καὶ ἡμεῖς δέ, ὡς ἔφθην εἰπών, ὅταν τὸ προσιὸν ὡς ζῷον γινώσκωμεν, οὐχ ὡς γένος αὐτὸ γινώσκομεν (ἴσμεν γὰρ ὅτι2 ἕν τί ἐστιν), ἀλλ’ ὡς ἀόριστον καθ’ ἕκαστα· τοῦτο δέ ἐστι τὸ μερικόν. παντελῶς ἄρα ἀνάρμοστος ἡ δευτέρα ἐξήγησις. καθόλου οὖν ἀκούσομεν κατὰ τὴν προτέραν ἐξήγησιν τὸ μερικόν, ὅπερ τῷ ἀόριστον εἶναι καὶ συγκεχυμένον ἐστὶ καὶ καθόλου. τὸ γὰρ γένος οὐκ ἔστι συγκεχυμένον· ὅταν γὰρ εἴπω ζῷον, ὥρισα τὴν οὐσίαν, κἂν ἐπὶ μυρίων ἢ ἑνὸς λέγηται, οὐδὲν μᾶλλον ἢ ἧττον γνωσθήσεται ἡ τοῦ ζῴου οὐσία· ὅταν δὲ εἴπω τὶ ζῷον, ἐπειδὴ δίδωσι μὲν ἡ ἔννοια μὴ μόνον τὸ ζῷον νομίζειν ἀλλὰ καί τινα διαφορὰν ὑπάρξασαν αὐτῷ καὶ χωρίζουσαν αὐτὸ τῶν ἄλλων, οὐκέτι μέντοι τίς ἡ διαφορὰ προστίθησι (τοῦτο γὰρ τοῦ καθ’ ἕκαστα ἴδιον), διὰ τοῦτο συγκεχυμένον ἐστὶ καὶ ἀδιάρθρωτον. ἔστι δέ, ὡς εἶπον, καὶ ὕστερον τῇ φύσει· ἐκ τῶν γὰρ καθ’ ἕκαστα τοῦτο τὸ ἀόριστον συνῆκται· κοινὴ γάρ τίς ἐστι φωνὴ δυναμένη ἐπὶ πάντων τῶν καθ’ ἕκαστα ἰδίᾳ καθ’ ἕκαστον ἐφαρμόζειν. ἐπεὶ οὖν τὰ οὕτως καθόλου καὶ συγκεχυμένα σαφέστερα ἡμῖν καὶ πρότερα, ἀναγκαῖον δὲ * * * καὶ ἐν τῷ περὶ τῶν ἀρχῶν λόγῳ ἐκ τῶν συγκεχυμένων τε καὶ κοινοτέρων, ἡμῖν δὲ σαφεστέρων, ἄρξασθαι. εἰ δέ τις εἴποι ὅτι οὐ μόνον ἡμῖν τὰ κοινότερα καὶ συγκεχυμένα πρότερά ἐστι καὶ σαφέστερα, ἀλλὰ καὶ τῇ φύσει (ἀεὶ γὰρ καὶ αὐτὴ τῆς δημιουργίας ἐκ τῶν κοινοτέρων καὶ ἀδιαρθρώτων ἄρχεται· οἷον βουλομένη ποιῆσαι τὸν Σωκράτην πρότερον σώματος ἁπλῶς καταβάλλεται λόγους, ὅπερ ἐστὶ κοινόν τι οὐ μόνον ἐπὶ ἐμψύχων ἐφαρμόζον ἀλλὰ καὶ ἐπὶ ἀψύχων, καὶ διὰ τοῦτο συγκεχυμένον· ὅσον γὰρ ἐπὶ τῇ τοῦ σώματος δημιουργίᾳ ἄδηλον ποῖόν τι σῶμα τὸ προβληθέν· εἶτα προϊοῦσα διαρθροῖ μᾶλλον τοῦτο καὶ ποιεῖ ζῷον, ἀλλ’ ἔτι μέντοι καὶ τοῦτο ἀόριστον καὶ κοινότερον· ὁμοίως κατὰ τὸν αὐτὸν λόγον ἐκ τούτου ἄνθρωπον· εἶτα τέλος τὰς ἰδικωτάτας ἐπιθεῖσα διαφορὰς ποιεῖ τὰ καθ’ ἕκαστα, οἷον Σωκράτην, Ἀλκιβιάδην. καὶ τῇ φύσει ἄρα πρότερά ἐστι τὰ κοινότερα καὶ συγκεχυμένα, καὶ διὰ τοῦτο σαφέστερα αὐτῇ ταῦτα ὡς προσεχέστερα καὶ ἐγγύτερα· καὶ οὐκ εὔλογον πρὸς τοῦτο ἀπολογουμένους λέγειν, ὅτι σκοπὸν ἔχει ἡ φύσις τὸ καθ’ ἕκαστα ποιεῖν καὶ ὡς πρὸς τοῦτο πρῶτον τοὺς τῶν κοινοτέρων προβάλλεται λόγους· καὶ γὰρ καὶ ἡ ἡμετέρα γνῶσις σκοπὸν ἔχει τὸ καθ’ ἕκαστα γνῶναι, καὶ ὡς πρὸς τοῦτο ὁδῷ τινι κέχρηται τῇ ἐκ τῶν κοινοτέρων ἀρχῇ), φαμὲν οὖν ἡμεῖς τὴν ἀπορίαν ταύτην ἐπιλυόμενοι, ὅτι οὐδέποτε ἡ φύσις τὰ κοινὰ καὶ συγκεχυμένα ποιεῖ, ἀλλ’ ἀεὶ τὰ καθ’ ἕκαστα καὶ διηρθρωμένα.
因此首先,正如我所说的,这些例子也并不表示在多之中的属;其次,在多之中的属,即使对于个体本性而言确实既在后又更不清楚(因为自然知道它自己所造之物,而普遍者它一样也不造,仅仅造各个个别事物,随后普遍者才从这些个别事物的集合中构成),但它在我们这里的认识中同样在后,从而也更不清楚。因为我们首先认识个别事物;感觉所把握的正是个别事物;而我们首先是通过感觉来活动,随后才是通过理性;〈理性〉汇集了通过感觉认识到的各个部分事物,把所有事物的集合、或者单纯在所有事物中共同的东西称为“属”。因此,对我们而言,关于在多之中的属的认识也是在后的,且正因如此是更不清楚的;因为我们着手于各个个别事物比起着手于普遍者更为容易。此外,这种解释与亚里士多德的例证也不相合。因为孩童即使把所有男人都当作父亲来认识,但他绝没有普遍者的概念,而是拥有部分且不定的事物的概念;因为他并未拥有个别事物被明确区分的印记,便把最初所拥有的人的印记适用于所有人。而且我们也是,正如我方才所说,当我们把走近来者认识为动物时,我们并不是把它当作属来认识(因为我们知道它是一个单一的事物),而是当作不定的个别事物;而这正是部分者。由此可见,第二种解释是完全不适用的。因此,按照前一种解释,我们将把“普遍者”理解为“部分者”,它因其是不定的,所以既是混淆的又是普遍的。因为属并不是混淆的;因为每当我断言“动物”时,我便规定了其实体,无论它是就无数事物而言还是就单一事物而言被言说,动物的实体被认识的程度都既不会更多也不会更少;但是当我断言“某种动物”时,由于这一概念不仅让人想到动物,而且让人想到属于它并把它与其他事物区分开来的某种差异,却不再补充说明这差异究竟是什么(因为这是个别事物所固有的),所以它是混淆且未明确区分的。而且正如我所说,它在本性上也居后;因为这种不定的事物是从各个个别事物中汇集而来的;因为它是能够分别适用于每一个别事物的共同名称。既然以这种方式普遍且混淆的事物对我们而言更清楚且居先,那么必然……在关于本原的论述中也从混淆且更共同、但对我们而言更清楚的事物出发。但是,如果有人说,更共同且混淆的事物不仅对我们而言居先且更清楚,而且对自然而言也是如此(因为自然本身在造作时也总是从更共同且未明确区分的事物出发;例如它若想要造就苏格拉底,首先单纯地奠定物体的理路,这是不仅适用于有灵魂者、也适用于无灵魂者的某种共同之物,且正因如此是混淆的;因为就物体的造作而言,被呈现出来的究竟是何种物体并不明确;接着它继续进行,把它进一步明确区分而造出动物,但这依然是不定且更共同的;同样按照相同的理路,由此造出人;最后加上最特异的差异,造出各个个别事物,如苏格拉底、阿尔基比亚德。因此,更共同且混淆的事物在本性上也居先,且正因如此,作为更直接、更切近之物,这些事物对于自然而言更清楚;而对此辩解说“自然的目的是造就个别事物,为了达成这一目的才首先呈现更共同之物的理路”,这是没有道理的;因为我们的认识的目的同样也是认识个别事物,为了达成这一目的才采用了一种以更共同之物为开端的途径),那么我们化解这一疑难而指出:自然决不造就共同且混淆的事物,而总是造就个别且明确区分的事物。
- 1.4〈ὃς〉 συλλέξας τὰ κατὰ μέρος τῇ αἰσθήσει ἐγνωσμένα
关系代名词〈ὃς〉为校订者所补入。它以前文的 λόγῳ(理性)为先行词,充当分词 συλλέξας(汇集)及主动词 ἐκάλεσεν(称为)的主语。
- 1.4εἰ δέ τις εἴποι ὅτι ... φαμὲν οὖν ἡμεῖς τὴν ἀπορίαν ταύτην ἐπιλυόμενοι, ὅτι
在条件从句 εἰ δέ τις εἴποι ὅτι...(如果有人说……)之后,插入了括号内长篇的反驳性论证,随后主句以 φαμὲν οὖν ἡμεῖς...(那么我们……指出)重新接引。这是一种破格文体(anacoluthon)的句式骨架,条件从句引出难问,注解者自身的解答则由 φαμὲν οὖν 展开。
