← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§137.13-138.22

作为实体的质料及其对形相的本性先在性

菲洛波庞探讨了关于亚里士多德将质料称为实体并排除形相的两个疑难。他解释说,若根据《范畴篇》中关于自立存立的实体定义,质料可被称为复合实体的原理;而且尽管质料绝不能脱离形相而存在,它在本性上依然是先在的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.98#2

ὥστε εἰ τὰς ἀρχὰς τῆς οὐσίας οὐσίας δεῖ εἶναι, οὐσία δὲ τὸ ὑποκείμενον (αὐθυπόστατον γάρ), τὰ δὲ ἐναντία οὐκ οὐσίαι, τὸ ὑποκείμενον ἄρα καὶ οὐ τὰ ἐναντία ἀρχαὶ τῆς οὐσίας. Ἀπορήσειε δ’ ἄν τις, πῶς φησι τὰς ἀρχὰς τῆς οὐσίας οὐσίας δεῖν εἶναι· δεῖ γὰρ τὴν ἀρχὴν ἕτερον εἶναι τοῦ οὗ ἐστιν ἀρχή. καὶ εἰ κατὰ ἄλλο σημαινόμενον ἡ ἀρχὴ οὐσία εἴη καὶ κατὰ ἄλλο τὸ ἀπὸ τῆς ἀρχῆς, διὰ τί μὴ καὶ τὸ εἶδος οὐσία, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον καθ’ ὃ καὶ τὸ ὑποκείμενον, ἀλλὰ καθ’ ἕτερον; πῶς δ’ ὅλως τὸ ὑποκείμενον καὶ τὴν ὕλην οὐσίαν φησί, τὸ δ’ εἶδος οὐκέτι; καίτοι γε αὐτὸς ἐν τῷ δευτέρῳ λόγῳ τὸ εἶδος φησι μᾶλλον εἶναι οὐσίαν· κατ’ αὐτὸ γὰρ χαρακτηρίζονται τὰ πράγματα, κατὰ δὲ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέρουσιν. ὅτι μὲν οὖν διάφορον τὸ τῆς οὐσίας παρ’ αὐτῷ σημαινόμενον, δῆλον· καὶ τὴν ὕλην γὰρ καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον οὐσίαν καλεῖ, πολλάκις δὲ καὶ ἁπλῶς πᾶν τὸ ὂν οὐσίαν καλεῖ, τὴν ὕπαρξιν μόνην τῶν πραγμάτων τῆς οὐσίας σημαινούσης.1 ἐνταῦθα οὖν τὴν οὐσίαν τὸ αὐθυπόστατόν φησι καὶ μὴ δεόμενον ὑποκειμένου πρὸς τὸ εἶναι, ὥσπερ καὶ ἐν ταῖς Κατηγορίαις. ἐπεὶ οὖν ἀπορητικῶς ἐνταῦθα προάγει τὸν λόγον, ἔστι δὲ ἡ σύνθετος οὐσία αὐθυπόστατος καὶ μὴ ἐν ἑτέρῳ ἔχουσα τὸ εἶναι, διὰ τοῦτο2 ἐπειδὴ τὸ αὐθυπόστατον αὐτῇ ἐκ τῆς ὕλης μᾶλλον ἐφήκει ἢ ἐκ τοῦ εἴδους (τὸ γὰρ εἶδος δέεται ὑποκειμένου εἰς ὕπαρξιν, ἡ δ’ ὕλη ὑποκειμένου τινὸς οὐ δεῖται), διὰ τοῦτο μᾶλλον ἀρχὴν καὶ αἰτίαν τῆς συνθέτου οὐσίας τὴν ὕλην φησίν· εἰ γὰρ καὶ ἐφίεται ἡ ὕλη τοῦ εἴδους, ἀλλ’ οὐχ ἵνα ὑπάρξῃ, ὥσπερ τὸ εἶδος τῆς ὕλης εἰς ὕπαρξιν χρήζει, ἀλλ’ ἵνα ὁρισθῇ καὶ κοσμηθῇ. ταύτῃ μὲν οὖν τὴν ὕλην οὐσίαν ἐκάλεσε διὰ τὸ αὐθυπόστατον, καὶ δεῖν φησι τὰς ἀρχὰς τῆς συνθέτου οὐσίας αὐθυποστάτου οὔσης καὶ αὐτὰς αὐθυποστάτους εἶναι. εἰ γὰρ μὴ εἶεν αὐθυπόστατοι αἱ ἀρχαὶ τῆς οὐσίας, τὸ μὴ αὐθυπόστατον τοῦ αὐθυποστάτου αἴτιον ἂν εἴη καὶ πρότερον, ὅπερ ἀδύνατον· τοὐναντίον γὰρ τοῦ μὴ αὐθυποστάτου τὸ αὐθυπόστατον αἴτιον καὶ πρότερόν ἐστι τῇ φύσει, ὡς τῶν συμβεβηκότων ἡ οὐσία· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται. κατὰ τοῦτο οὖν μᾶλλον οὐσία τοῦ εἴδους ἡ ὕλη, κατ’ ἄλλον δὲ τρόπον μᾶλλον τὸ εἶδος τῆς ὕλης οὐσία, διότι τοῦτο χαρακτηριστικόν ἐστι τῆς ἑκάστου οὐσίας· ἡ γὰρ ὕλη κοινή. Ἔτι ἀπορίας ἄξιον, πῶς φησι μὴ εἶναι τὰς ἀρχὰς τῆς οὐσίας ἐν ὑποκειμένῳ, καὶ πῶς πρότερον εἶναι ἐν τῇ οὐσίᾳ τὸ ὑποκείμενον· οὔτε γὰρ τῷ προτέρῳ συγχωρήσει τις (εἶναι γάρ τινας τῶν ἀρχῶν ἐν ὑποκειμένῳ), καὶ τὸ δεύτερον ἐλέγξει (οὐδέποτε γάρ ἐστιν ἡ ὕλη ἄνευ εἴδους). φημὶ οὖν ὅτι κἂν μηδέποτέ ἐστιν ἡ ὕλη ἄνευ εἴδους, ἀλλ’ οὖν φύσει ἐστὶ προτέρα· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται.

因此,如果实体的原理必须是实体,而居底层的基质是实体(因为它是自立存立的),相反者却不是实体,那么实体的原理就是居底层的基质而不是相反者。 但有人会提出疑难:他怎么能说实体的原理必须是实体呢?因为原理必须不同于其作为原理的那个对象。而且,如果原理在一层含义上是实体,来自原理的事物在另一层含义上是实体,为什么形相不也是实体——不是在与基质相同的含义上,而是在另一层含义上?总的来说,他怎么能称基质与质料为实体,而不再称形相为实体呢?尽管他在第二卷中亲自说过形相毋宁才是实体;因为事物是根据形相而被表征的,而根据质料它们彼此毫无差异。 由此可见,在他那里“实体”的含义是多样的;因为他把质料、形相以及两者结合的复合物都称为实体,并且常常单单把一切存在者都称为实体,此时“实体”仅仅指示着事物的存在。因此在这里,正如在《范畴篇》中一样,他所说的“实体”乃是自立存立的、为了存在而不依赖基质的东西。既然他在这里是以提出疑难的方式推进论述,而复合实体是自立存立的且不在他物之中拥有其存在,正因如此——既然复合实体的自立存立毋宁是来自质料而非来自形相(因为形相需要基质才能存立,质料却不需要任何基质)——正因如此,他毋宁称质料为复合实体的原理和原因;因为纵使质料企求形相,但并非为了存在(像形相需要质料才能存立那样),而是为了得到规定和秩序。因此,在这方面他因质料的自立存立而称之为实体,并说既然复合实体是自立存立的,它的原理本身也必须是自立存立的。因为如果实体的原理不是自立存立的,非自立存立者就会成为自立存立者的原因且先于它,这乃是不可能的;因为相反,自立存立者在本性上是非自立存立者的原因且先于它,正如实体之于偶性(因为它连带取消〔偶性〕却不被〔偶性〕连带取消)。因此在这方面,质料比形相更是实体;但在另一种方式下,形相又比质料更是实体,因为形相是表征各自实体的特征,质料则是共通的。 此外值得疑难的是,他怎么能说实体的原理不在基质之中,又怎么能说基质在实体中是先在的呢?因为前者无人会赞同(因为原理中的某些确实在基质之中),而后者人会予以驳斥(因为质料绝不可能脱离形相而存在)。因此我说,纵使质料绝不可能脱离形相而存在,但它在本性上依然是先在的;因为它连带取消〔形相〕却不被〔形相〕连带取消。

语法注2 条
  1. 1.98τὴν ὕπαρξιν μόνην τῶν πραγμάτων τῆς οὐσίας σημαινούσης

    属格独立结构。τῆς οὐσίας 是意义上的主语,σημαινούσης 为现在分词,τὴν ὕπαρξιν μόνην τῶν πραγμάτων 是其直接宾语,表示背景或条件:“当‘实体’仅仅指示事物的存在时”。

  2. 1.98διὰ τοῦτο ἐπειδὴ τὸ αὐθυπόστατον αὐτῇ ἐκ τῆς ὕλης μᾶλλον ἐφήκει ἢ ἐκ τοῦ εἴδους ... διὰ τοῦτο

    复取性间隔结构。在由连词 ἐπειδή 引导的从属分句以及插入的解释句(τὸ γὰρ εἶδος δέεται...)之后,开头的介词短语 διὰ τοῦτο 在主动词 φησίν 前被再次重复,以恢复与主句核心的联系。句子的核心骨架为“ἐπεὶ οὖν... διὰ τοῦτο... διὰ τοῦτο μᾶλλον ἀρχὴν καὶ αἰτίαν... τὴν ὕλην φησίν”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:137.13-138.22