- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:135.24-137.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯批评了忒弥斯提乌关于属中单一对立的解释,随后阐明亚里士多德为了引入质料(居底层的基质),如何通过提出疑难的论证表明相反者本身不能作为原本意义上的原理。
" Μία δὲ ἐναντίωσις ἐν παντὶ γένει ἑνί." Γένος λέγειν αὐτὸν ὁ Θεμίστιος ἐξέλαβεν, οὗ τὴν διαίρεσιν ἐπὶ εἴδη μόνον καὶ οὐκ εἰς γένη ποιούμεθα·1 περὶ γοῦν χρῶμα, φησί, μία ἡ ἐναντίωσις τὸ μέλαν καὶ τὸ λευκόν, περὶ χυμὸν τὸ γλυκὺ καὶ τὸ πικρόν. τοῦτο δ’ οὐκ ἔστι σύμφωνον τῇ Ἀριστοτελικῇ ἐννοίᾳ· περὶ πᾶν γὰρ τὸ γένος τῆς οὐσίας τὴν μίαν ἐναντίωσίν φησιν εἶναι, οὐκ ἔστι δὲ τῆς κοινοτάτης οὐσίας ἡ διαίρεσις προσεχῶς εἰς εἴδη, ἀλλ’ εἰς ὑπάλληλα γένη· ἐναντίωσις δέ ἔστιν ἡ σχέσις τῶν δύο ἐναντίων.
“但是在每一个单一的属中都只有一种对立。” 忒弥斯提乌把他说“属”理解为我们仅将其向种划分而不向属划分的那种属;至少他说,关于颜色,单一的对立是黑与白;关于滋味,则是甜与苦。但这与亚里士多德的思想并不一致;因为亚里士多德是说关于实体的整个属存在着这单一的对立,然而最普遍的实体的划分并不是直接划分为诸种,而是划分为从属的诸属;而对立乃是两个相反者之间的关系。
"Ἐπεὶ δὲ πεπερασμέναι, τὸ μὴ ποιεῖν δύο μόνον ἔχει τινὰ λόγον." Ἀποδείξας διὰ πολλῶν ὅτι τὰ ἐναντία ἀρχαὶ καὶ ἐναντία τὰ πρώτιστα, καὶ ὅτι οὐκ ἐνδέχεται ἀπείρους εἶναι τὰς ἀρχάς, διότι τὴν πρωτίστην ἐναντίωσιν καὶ κοινοτάτην δεῖ ἐν τῷ τῶν ἀρχῶν λόγῳ παραλαμβάνειν (ἐξ οὗ ἐδείκνυτο δύο εἶναι τὰς ἀρχάς, ἐπειδὴ μία ἡ πρωτίστη ἐναντίωσις), βουλόμενος οὖν καὶ τὴν τρίτην ἀρχὴν εἰσαγαγεῖν, λέγω δὴ τὴν ὕλην τὸ ὑποκείμενον τοῖς ἐναντίοις, ἀπορητικῶς προάγει τὸν λόγον καὶ εἰς τοὐναντίον ἐπιχειρεῖ δεικνὺς ὅτι οὐχ ἱκανὰ τὰ ἐναντία ἐν ἀρχῆς λόγῳ παραλαμβάνεσθαι, ἀλλὰ δεῖ τὴν ἀρχὴν μήτε ἐναντίον τι ἔχειν καὶ εἶναι αὐθυπόστατον, ἵνα ἔκ τε τῶν προτέρων ἐξ ὧν ἐδείκνυτο ὅτι δεῖ τὰς ἀρχὰς ἐναντίας εἶναι διὰ τὸ δεῖν μεταβάλλειν τὰ πράγματα (μεταβάλλουσι δὲ εἰς ἄλληλα τῷ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα, δρῶσι δὲ καὶ πάσχουσιν οὐ τὰ τυχόντα, ἀλλὰ τὰ ἐναντία), καὶ ἐκ τῶν νῦν ὅτι οὐχ οἷά τέ εἰσι τὰ ἐναντία τὸν τῶν ἀρχῶν ἀποπληροῦν λόγον, ἀλλὰ δεῖ τι εἶναι τὸ τοῖς ἐναντίοις εἴδεσιν ὑποκείμενον, ἀμφότερα συναχθῇ2 ὅτι καὶ τὸ ὑποκείμενον καὶ τὰ ἐναντία ἀρχαί. ἐπιχειρεῖ οὖν πολλαχῶς ὅτι οὐκ ἀρχαὶ τὰ ἐναντία, καὶ πρῶτον μὲν οὕτως. οὐδέν, φησί, τῶν ἐναντίων αὐτὸ καθ’ αὑτὸ εἰς τὸ ἐναντίον πέφυκε δρᾶν· οὔτε γὰρ μανότης εἰς πυκνότητα δρᾷ ἄνευ τινὸς ὑποκειμένου (περὶ τὸ ὑποκείμενον γὰρ ἡ μάχη αὐτῶν, ἑκατέρου καταλαβεῖν αὐτὸ βουλομένου), οὔτε τὸ θερμὸν εἰς τὸ ψυχρόν. ἀλλ’ οὐδὲ ἡ φιλία εἰς τὸ νεῖκος ποιεῖ· οὐ γὰρ τὸ νεῖκος συνάγει ἡ φιλία, ἀλλ’ οὐδὲ τὴν φιλίαν διακρίνει τὸ νεῖκος, ἀλλ’ ἕτερόν τί ἐστιν αὐτοῖς ὑποκείμενον εἰς ὃ ἀνὰ μέρος ἥ τε φιλία καὶ τὸ νεῖκος δρᾷ. οὐκ ἄρα αὐτὰ καθ’ αὑτὰ ἀρχαὶ τὰ ἐναντία, ἀλλὰ μᾶλλον τὸ ὑποκείμενον· αὐτὸ γάρ ἐστι τὸ μεταβάλλον καὶ τὸ αἴτιον τοῖς ἐναντίοις τοῦ ποιεῖν καὶ πάσχειν, ὥστε τοῦτο ἂν εἴη ἀρχή. καὶ ἄλλως τὰ ἐναντία, φησίν, ἐν ὑποκειμένῳ, τὰς ἀρχὰς δὲ τῆς οὐσίας οὐκ ἐν ὑποκειμένῳ δεῖ εἶναι, τὰ ἐναντία ἄρα οὐκ ἀρχαί. πόθεν δ’ ὅτι τὰς ἀρχὰς τῆς οὐσίας οὐκ ἐν ὑποκειμένῳ δεῖ εἶναι; ὅτι τὸ ὑποκείμενον τοῦ ἐν ὑποκειμένῳ πρότερον τῇ φύσει καὶ ἀρχή. οὕτω γοῦν καὶ ἡ οὐσία ὑποκείμενον οὖσα ταῖς λοιπαῖς κατηγορίαις προτέρα τῇ φύσει ἐστὶν αὐτῶν καὶ ἀρχοειδεστέρα. ὥστε εἰ ἀρχαὶ τὰ ἐναντία, τὰ δ’ ἐναντία ἐν ὑποκειμένῳ, τὸ δ’ ὑποκείμενον ἀρχὴ τῶν ὄντων ἐν ὑποκειμένῳ, ἔσται ἄρα τῆς ἀρχῆς ἀρχή· τῆς γὰρ ἐναντιώσεως ἀρχῆς οὔσης ἀρχὴ ἔσται τὸ ὑποκείμενον αὐτῇ. [ἔσται ἄρα τῆς ἀρχῆς ἀρχή.] πάλιν τὰ ἐναντία οὐδέν ἐστιν ὑποκείμενον, τὰς ἀρχὰς ὑποκεῖσθαι δεῖ, τὰ ἐναντία ἄρα οὐκ εἰσὶν ἀρχαί. πάλιν τὰ ἐναντία οὐκ οὐσίαι, αἱ ἀρχαὶ τῆς οὐσίας οὐσίαι, τὰ ἐναντία ἄρα οὐκ ἀρχαί. ὅτι δὲ τὰς ἀρχὰς τῆς οὐσίας οὐσίας δεῖ εἶναι δείκνυσιν οὕτως. εἰ ἐξ οὐκ οὐσιῶν, φησίν, ἡ οὐσία, ἔσται πρὸ τῆς οὐσίας ἡ οὐκ οὐσία, ἡ δ’ οὐκ οὐσία τὰ συμβεβηκότα ἐστί, τὰ συμβεβηκότα ἄρα πρὸ τῆς οὐσίας ἔσονται, ὅπερ ἀδύνατον· τοὐναντίον γὰρ ἡ οὐσία τῶν συμβεβηκότων φύσει προτέρα (συναναιρεῖ γὰρ καὶ οὐ συναιρεῖται).3
“既然原理是有限的,那么不将其仅仅设为二便有某种道理。” 亚里士多德通过许多论证证明了相反者是原理,且最原初的相反者是原理,并且原理不可能无限,因为必须把最原初且最普遍的对立纳入原理的定义中(由此曾表明原理是两个,既然最原初的对立是一个)——由于他想要进一步引入第三个原理,即居于相反者底层的质料,便以提出疑难的方式推进论述,并朝向相反的结论进行立论,指出相反者不足以被纳入原理的定义,相反,原理必须没有任何相反者且必须是自立存立的。这是为了从先前的那些论点(由此曾表明,由于诸事物必须发生变化,因而原理必须是相反者;而事物通过彼此作用与受动而相互转化,并非随意的偶遇者在作用与受动,而是相反者在如此)以及现在的那些论点(即相反者无法满足原理的定义,而是必须存在某种居于相反诸形相底层的基质)两者共同推导出一个结论:居底层的基质与相反者两者都是原理。于是他从多方面立论表明相反者不是原理,首先如下:他说,相反者本身没有一个在本性上能够独自作用于其相反者;因为稀薄不会在没有任何基质的情况下作用于稠密(因为它们的争斗是围绕着基质的,每一方都想要占据它),热也不会作用于冷。爱也不作用于争斗;因为爱并不聚集争斗,争斗也不分离爱,而是在它们之下存在某种别的基质,爱与争斗轮流作用于其上。因此相反者就其自身而言不是原理,居底层的基质毋宁才是原理;因为基质自身乃是变化者,且是相反者作用与受动的原因,因而这才是原理。此外他说,相反者在基质之中,而实体的原理必须不在基质之中,所以相反者不是原理。凭什么说实体的原理必须不在基质之中呢?因为居底层的基质在本性上先于在基质之中的事物,并且是原理。至少实体系其余范畴的底层基质,也是这样在本性上先于它们,且更具原理的性质。因此如果相反者是原理,而相反者在基质之中,且居底层的基质是在基质之中的诸事物的原理,那么就会存在原理的原理;因为如果对立是原理,居于其底层的基质就会是它的原理[因此就会存在原理的原理]。再次,相反者不是任何基质,而原理必须居于底层,所以相反者不是原理。再次,相反者不是实体,而实体的原理是实体,所以相反者不是原理。至于实体的原理必须是实体,他如下证明:他说,如果实体来自非实体,非实体就会在实体之先,而非实体就是偶性,偶性因此就会在实体之先,这乃是不可能的;因为相反,实体在本性上先于偶性(因为它连带取消〔偶性〕却不被〔偶性〕一同取消)。
- 1.97οὗ τὴν διαίρεσιν ἐπὶ εἴδη μόνον καὶ οὐκ εἰς γένη ποιούμεθα
关系代名词 οὗ 为属格,修饰 τὴν διαίρεσιν(“对它的划分”),先行词为 γένος。介词短语 ἐπὶ εἴδη μόνον καὶ οὐκ εἰς γένη(“仅仅向种而非向属”)表示划分的归宿或下位范畴,指出忒弥斯提乌在此将“属”限定为直接划分为种的最低层次的属。
- 1.98Ἀποδείξας διὰ πολλῶν ... βουλόμενος οὖν ... ἀπορητικῶς προάγει τὸν λόγον καὶ εἰς τοὐναντίον ἐπιχειρεῖ δεικνὺς ... ἵνα ... ἀμφότερα συναχθῇ
句首过去分词 Ἀποδείξας(“证明了……之后”)与现在分词 βουλόμενος(“想要……”)皆作主语(亚里士多德)的同位修饰语,引出主要动词 προάγει(“推进”)与 ἐπιχειρεῖ(“立论”)。后半部的 ἵνα 从句表示目的(“为了使……”),统摄先前的论据(ἔκ τε τῶν προτέρων)与现在的论据(καὶ ἐκ τῶν νῦν),从而推导出基质与相反者两者皆为原理(ἀμφότερα συναχθῇ)的双重结论。
- 1.98συναναιρεῖ γὰρ καὶ οὐ συναιρεῖται
关于本性在先(πρότερον τῇ φύσει)的经典界定:主动式 συναναιρεῖ(“它连带取消[偶性]”)与被动式 οὐ συναιρεῖται(“它不连带被取消”)构成对称。即实体若被取消,偶性随之被取消;但偶性若被取消,实体并不随之被取消。
