← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§134.1-135.23

原理的普遍留存与最原初对立的单一性

菲洛庞努斯将“原理必须始终持留”阐释为形式原理存在于每一种变化中而非时间上的永恒存在,并借助四元素的相互转化论证了最原初的对立必然是有限的且最终仅为单一的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.96#5

ἀλλ’ οὐδὲ τοῦτο ἀληθές· περὶ τῶν εἰδικῶν γὰρ ἀρχῶν ὁ λόγος, τοῦτο δὲ ὕλης λόγον ἐπέχει μᾶλλον, οὐκ εἴδους. φαμὲν οὖν ἡμεῖς τὸ ἀεὶ μένειν τοῦτο σημαίνειν αὐτῷ τὸ ἐπὶ πάσης μεταβολῆς εὑρίσκεσθαι,1 καὶ πᾶσαν μεταβολὴν κατὰ ταύτας γίνεσθαι· ὥσπερ εἰ περὶ τοῦ ὑλικοῦ αἰτίου ζητῶν τις ἔλεγεν ὅτι τὰ ξύλα ὕλη τῶν πραγμάτων οὐκ ἔστι, διότι μὴ ἀεὶ εὑρίσκεται (οὐδὲ γὰρ ἐν τοῖς χαλκοῖς σκεύεσιν ὕλη τὰ ξύλα ὑπόκειται οὐδ’ ἐν τοῖς χρυσοῖς, δεῖ δὲ τὴν ὕλην τὴν κοινὴν πάντων ἀεὶ εὑρίσκεσθαι, τουτέστιν ἐπὶ πάσης μεταβολῆς καὶ πάντων τῶν πραγμάτων), οὕτως οὖν καὶ ἐνταῦθα τὰς κοινοτάτας εἰδικὰς ἀρχὰς πάντων τῶν ὄντων ζητῶν, φησὶ δεῖν ἀεὶ αὐτὰς εὑρίσκεσθαι, τουτέστιν ἐπὶ πάντων τῶν φυσικῶν πραγμάτων τὰς αὐτὰς εἶναι, καὶ πᾶσαν μεταβολὴν κατ’ αὐτὰς γίνεσθαι. Πῶς δὲ τὸ συνημμένον ἀληθὲς ἂν εἴη, λοιπὸν δεῖ δεῖξαι, ὅτι εἰ ἐστὶν ἄλλα ἄλλων πρότερα ἐναντία, καὶ “τὰ μὲν περιέχει τὰ δὲ περιέχεται”, ἐπειδὴ τὰς κοινὰς πάντων τῶν ὄντων ἀρχὰς ζητοῦμεν, δῆλον ὅτι τὰ καθολικώτατα ἐναντία παραληψόμεθα εἰς τὸν τῶν ἀρχῶν λόγον, διότι δὲ τὰς ἀρχὰς ἀεὶ δεῖ μένειν, τὰ αὐτὰ ἀεὶ ἀρχαὶ ἔσονται καὶ οὐκ ἄλλοτε ἄλλα, ἐκ τούτων δ’ ἀνάγκη πᾶσα πεπερασμένα αὐτὰ εἶναι. διὰ μὲν γὰρ τὸ πρώτιστα λαμβάνειν ἐναντία, πεπερασμένα ἀνάγκη αὐτὰ εἶναι· εἰ γὰρ ἄπειρα εἶεν, πολλαπλασίονα τοῦ ἀπείρου ἔσται τὰ περιεχόμενα ὑπ’ αὐτῶν·2 πλείονα γὰρ τὰ περιεχόμενα τῶν περιεχόντων. ἀλλ’ εἰ καὶ πεπερασμένα ἀνάγκη εἶναι τὰ καθολικώτατα, εἰ μὴ ἀνάγκη ἦν τὰ αὐτὰ ἀεὶ εἶναι ἐπὶ πάσης μεταβολῆς * * * καὶ οὕτως πάλιν, εἰ καὶ μὴ ὡς ὑφεστηκότα ἄπειρα ἦν, ἀλλ’ οὖν ὡς γινόμενα·3 ἀεὶ γὰρ ἄλλοτε ἄλλων παραλαμβανομένων ἐναντίων συνέβαινεν ἐπ’ ἄπειρον αὔξεσθαι τῶν ἀρχῶν τὸν ἀριθμόν. ὥστε δι’ ἀμφοτέρας τὰς ὑποθέσεις πεπερασμένας ἀνάγκη εἶναι τὰς ἀρχάς, δι’ αὐτὰς δὲ πάλιν ταύτας καὶ δύο μόνας. εἰ γὰρ μὴ ἦσαν δύο, οὐκέτι κοινοτάτην τινὰ ἐναντίωσιν ἐλάβομεν καὶ τὴν αὐτὴν ἐπὶ πάντων εὑρισκομένην· ἀνάγκη γὰρ καὶ ταύτας ἢ ὑπ’ ἄλλην τινὰ ἀνάγεσθαι, ἢ μὴ πάσης μεταβολῆς αἰτίας εἶναι τὰς αὐτάς, ἀλλὰ ἄλλης μὲν ταύτην ἄλλης δ’ ἐκείνην. ἀμέλει γοῦν δύο ἐναντιώσεων οὐσῶν καθ’ ἃς τὰ τέσσαρα στοιχεῖα τὴν γένεσιν ἔχει, τῆς τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τῆς τοῦ ὑγροῦ καὶ ξηροῦ, οὐ κατ’ ἄμφω τὰς ἐναντιώσεις γίνονται ἐπὶ πάντων τῶν στοιχείων αἱ μεταβολαί. τὸ πῦρ γοῦν εἰς ἀέρα κατὰ μὲν τὴν ξηρὰν καὶ ὑγρὰν μεταβάλλει, οὐκέτι δὲ κατὰ τὴν θερμὴν καὶ ψυχράν· ἄμφω γὰρ θερμά. πάλιν ὁ ἀὴρ εἰς ὕδωρ κατὰ τὴν θερμὴν καὶ ψυχράν, οὐκέτι δὲ κατὰ τὴν ξηρὰν καὶ ὑγράν· ἄμφω γὰρ ὑγρά. πάλιν ὕδωρ εἰς γῆν κατὰ ξηρὰν καὶ ὑγρὰν μόνην· ἄμφω γὰρ ψυχρά. ἐπὶ μόνων δὲ τῶν ἐναντίων κατ’ ἀμφοτέρας γίνεται ἡ μεταβολή, πυρὸς καὶ ὕδατος, ἀέρος καὶ γῆς. οὐκ ἐπὶ πάντων ἄρα κατ’ ἀμφοτέρας τὰς ἐναντιώσεις ἡ μεταβολὴ γίνεται· ὥστε εἰ δεῖ κοινοτάτην τῶν στοιχείων ἀντίθεσιν εὑρεῖν καθ’ ἣν πάντα μεταβάλλει, αὕτη δ’ ἂν εἴη τυχὸν πυκνότης καὶ μανότης (κατὰ ταύτην γὰρ πάντων γίνεται ἡ μεταβολή) * * * εἰ δὲ τοῦτο, δῆλον ὅτι ἀδύνατον δύο ἐναντιώσεις πάσης μεταβολῆς αἰτίας εἶναι· ὥστε ἀνάγκη τὴν πρωτίστην ἐναντίωσιν καὶ κοινοτάτην καθ’ ἣν πᾶσα γίνεται μεταβολὴ μίαν εἶναι. αὐτὸς μὲν οὖν τοσοῦτον διὰ τούτων δείκνυσιν, ὅτι πεπερασμέναι εἰσὶν αἱ ἀρχαὶ αἱ εἰδικαί, ἔκ τε τούτων καὶ ὅτι εἰ δυνατὸν τὰ αὐτὰ γεννᾶν ἐκ πεπερασμένων ἀρχῶν ἅπερ καὶ ἐξ ἀπείρων, βέλτιον τὸ ἐκ πεπερασμένων· κάλλιον γὰρ τοῦ ἀορίστου τὸ ὡρισμένον, ἀεὶ δὲ ἡ φύσις τὸ κάλλιον ἐπιλέγεται ἂν ᾖ δυνατόν, δυνατὸν δὲ ἐκ πεπερασμένων ἀρχῶν τὰς αἰτίας πάντων ἀποδοῦναι, ὥσπερ ποιεῖ Ἐμπεδοκλῆς. τοσοῦτον μὲν οὖν, ὅπερ εἶπον, νῦν δείκνυσιν ὅτι πεπερασμένα δεῖ εἶναι τὰ ἐναντία τὰ τῶν φυσικῶν πραγμάτων εἰδικὰ αἴτια, εἰ καὶ συναναφαίνεται ἐκ τῶν εἰρημένων ὅτι δεῖ μίαν μόνην εἶναι ἐναντίωσιν τὴν πρωτίστην καὶ κοινοτάτην, ὥσπερ ἐδείξαμεν. διαλεχθεὶς δὲ ἐφεξῆς περὶ τοῦ ὑλικοῦ αἰτίου, αὐτὸ τοῦτο προχειρίσεται καὶ δείξει ἀκριβῶς ὅτι καὶ μίαν μόνην ἐναντίωσιν ἀνάγκη εἶναι τὴν πρωτίστην καὶ ἓν τὸ ὑποκείμενον καὶ πλέον μιᾶς ἀδύνατον.

但这也不是真实的;因为这里的论述是关于形式原理的,而这毋宁扮演质料的角色,而非形式的角色。因此我们主张,“始终持留”对他而言意味着在每一种变化中都被发现,并且一切变化都按照它们而产生。正如某人在探讨质料因时若说,木材不是事物的质料,因为木材并非始终被发现(因为在青铜器皿中木材并不作为质料而居于底层,在黄金器皿中亦非如此,而万物的共通质料必须始终被发现,即在每一种变化中以及在所有事物中都被发现),在此处同样,他在探求一切存在物的最普遍形式原理时,也说它们必须始终被发现,即在一切自然事物中都是相同的,并且一切变化都按照它们而产生。 接下来必须表明这个假言命题如何为真:即如果有些相反者先于另一些相反者,并且“有些包涵,有些被包涵”,那么既然我们探求的是一切存在物的共通原理,显然我们就会将最普遍的相反者纳入原理的定义中;又因为原理必须始终持留,所以始终是相同的事物充当原理,而不是时而这些、时而另一些;从这些出发,它们是有限的就是完全必然的。因为凭借采纳最原初的相反者,它们是有限的便是必然的;如果它们是无限的,被它们所包涵的事物将是无限的许多倍(因为被包涵者多于包涵者)。但是,即使最普遍者必然是有限的,如果同一事物并非必然始终存在于每一种变化中,[……]如此一来,即使它们不是作为现存者而无限,但作为生成者[也会是无限的];因为随着不同的相反者在不同时刻被接纳,原理的数量必然会无限增长。因此依据这两个假设,原理是有限的乃是必然,而依据同样的假设,原理仅仅为二也是必然的。因为如果不是两个,我们所采纳的就不再是在一切事物中被发现为同一的某种最共通的对立;因为必然地,或者这些对立也要归于某种别的对立之下,或者相同的对立并不作为一切变化的原因,而是这一个对立作为一种变化的原因,另一个对立作为另一种变化的原因。无论如何,尽管四元素凭借其而具有生成的对立有两个,即冷热的对立与干湿的对立,但各元素在一切情况下的变化并非都按照这两个对立发生。例如火向空气转化是按照干和湿,却不再按照冷和热(因为两者都是热的)。空气向水转化又按照冷和热,却不再按照干和湿(因为两者都是湿的)。水向土转化又仅按照干和湿(因为两者都是冷的)。唯独在相互对立的元素之间,变化才是按照两者发生的,即火与水、空气与土。因此,变化并非在一切事物中都按照这两个对立发生;以至于如果必须找到元素据以全部发生转化的最普遍的对立,而这或许就是稠密与稀疏(因为一切事物的变化都是按照它发生的)[……]。如果确实如此,显而易见不可能有两个对立作为一切变化的原因;因此一切变化据以发生的最原初、最普遍的对立必然是一。亚里士多德本人通过这些论述仅表明了这么多:即形式原理是有限的,这既出于这些理由,也由于如果能够从有限的原理生成与从无限的原理生成所得到的相同事物,那么从有限的原理出发就更好(因为受限定者比无限定者更美好,而自然只要有可能便始终选取更美好者,并且正如恩培多克勒所做的那样,从有限的原理出发解释万物的原因是可能的)。因此,正如我所说,他现在表明的仅有这么多,即作为自然事物形式因的相反者必然是有限的,尽管正如我们所表明的,从已述的内容中也一同显明了最原初且最普遍的对立必然仅有一个。在按序讨论了质料因之后,他将亲手处理这一课题,并严格地证明最原初的对立必然仅有一个,居底层的基质也必须是一,而多于一个〔对立〕是不可能的。

语法注3 条
  1. 1.96τὸ ἀεὶ μένειν τοῦτο σημαίνειν αὐτῷ τὸ ἐπὶ πάσης μεταβολῆς εὑρίσκεσθαι

    冠词加不定式 τὸ ἀεὶ μένειν 作为间接引语中不定式动词 σημαίνειν 的主语,与格 αὐτῷ 表所指(“对他而言/依其用意”),其后的不定式短语 τὸ ἐπὶ πάσης μεταβολῆς εὑρίσκεσθαι 则作为同格宾语,解释其所指的具体内容。

  2. 1.96πολλαπλασίονα τοῦ ἀπείρου ἔσται τὰ περιεχόμενα ὑπ’ αὐτῶν

    属格 τοῦ ἀπείρου 是与倍数形容词 πολλαπλασίονα 连用的比较属格(或规定属格)。此处采用归谬法指出:若作为包涵者的原理本身已是无限,则受其包涵的种属将会成为“无限的数倍”,这在逻辑上是不可能的。

  3. 1.96ἀλλ’ εἰ καὶ πεπερασμένα ἀνάγκη εἶναι τὰ καθολικώτατα, εἰ μὴ ἀνάγκη ἦν τὰ αὐτὰ ἀεὶ εἶναι ἐπὶ πάσης μεταβολῆς * * * καὶ οὕτως πάλιν, εἰ καὶ μὴ ὡς ὑφεστηκότα ἄπειρα ἦν, ἀλλ’ οὖν ὡς γινόμενα

    此处包含文本脱落( *)。紧接着条件从句 εἰ μὴ ἀνάγκη ἦν... 之后的归结从句缺失,但思路在 καὶ οὕτως πάλιν 处接续,其中 ἀλλ’ οὖν ὡς γινόμενα 承前省略了谓语 [ἄπειρα ἂν ἦν](“即使作为现存者不是无限的,作为生成者[也必是无限的]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:134.1-135.23